§10.12.1ταῦτʼ εἰπόντος αὐτοῦ πολλή τις ἔκπληξις κατέσχε τὸ συνέδριον καὶ ἀμηχανία·
彼がこのように語ると、多くの動揺と困惑が元老院を支配した。
διελογίζοντό τε καὶ συνελάλουν ἀλλήλοις, ὡς χαλεπὸν ἑκάτερον ἦν, καὶ τὸ συγχωρεῖν τοῖς δημάρχοις ζητήσεις ἐφʼ ἑαυτῶν ποιεῖσθαι περὶ κοινοῦ καὶ μεγάλου πράγματος, καὶ τὸ μὴ συγχωρεῖν.
彼らは考えを巡らせ、互いに語り合った。 共同の重大な事柄について護民官たちに彼ら自身で調査を行うことを認めることも、認めないことも、どちらの選択肢もいかに困難であるかということについてであった。
ὑποπτεύσας δʼ αὐτῶν τὴν γνώμην ἀνέστη τῶν ὑπάτων ἅτερος, Γάιος Κλαύδιος καὶ §10.12.2ἔλεξε τοιάδε·
彼らの意向を推し量った執政官の一人、ガイウス・クラウディウスが立ち上がり、次のように語った。
οὐ δέδοικα, Οὐεργίνιε, μή με ὑπολάβωσιν οὗτοι κοινωνὸν εἶναι τῆς συνωμοσίας, ἣν ἐφʼ ὑμῖν καὶ τῷ δήμῳ πράττεσθαι λέγετε, ἢ τὰ ὑπὲρ ἐμαυτοῦ δεδιότα ἢ τῶν ἐμῶν τινος ἐνόχου ταῖς αἰτίαις ὄντος ἀνεστάναι τἀναντία ὑμῖν ἐροῦντα·
「ウェルギニウスよ、私は、この人たちが私を、あなた方があなた方自身と民衆に対して企てられていると主張する陰謀の共犯者であると見なすのではないかとか、私自身のために恐れているから、あるいは私の身内の誰かが告発に該当しているから、あなた方に反対して発言するために立ち上がったのだなどと見なすのを恐れてはいません。
ὁ γὰρ βίος ἀπολύει με πάσης ὑποψίας τοιαύτης.
私の生き方が、そのようなあらゆる疑念から私を解放しているからです。
ἃ δὲ νομίζω τῇ τε βουλῇ καὶ τῷ δήμῳ συμφέρειν, ἀπὸ τοῦ κρατίστου καὶ δίχα πάσης εὐλαβείας ἐρῶ.
しかし、元老院と民衆の双方にとって有益であると私が信じる事柄を、最善の判断に基づき、いかなる躊躇もなく私は語りましょう。
§10.12.3πολλοῦ, μᾶλλον δὲ τοῦ παντὸς ἁμαρτάνειν δοκεῖ μοι Οὐεργίνιος, εἴ τινα ὑπείληφεν ἡμῶν ἐρεῖν, ἢ ὡς ἀνεξέταστον ἀφεῖσθαι δεῖ πρᾶγμα οὕτως ὂν μέγα καὶ ἀναγκαῖον, ἢ ὡς οὐ δεῖ κοινωνεῖν οὐδὲ παρεῖναι τῇ ζητήσει τοὺς ἀνειληφότας τὴν τοῦ δήμου ἀρχήν.
ウェルギニウスは、我々の誰かが、これほど重大で不可欠な事柄を調査せずに放置すべきであるとか、あるいは民衆の官職を引き受けた者たちはこの調査に参加すべきでも立ち会うべきでもない、と語るだろうと想定しているのだとすれば、大いに、いや、全く誤っています。
οὐθεὶς οὔτε ἠλίθιός ἐστιν οὕτως οὔτε τῷ δήμῳ κακόνους, ὥστε ταῦτα λέγειν.
これらを語るほど愚かな者も、民衆に対して悪意を抱く者も、一人としていないからです。
§10.12.4τί οὖν, εἴ τις ἔροιτό με, παθών, ἃ συγχωρῶ καί φημι δίκαια εἶναι, τούτοις ἀντιλέξων ἀνέστην, καὶ τί βούλεταί μου ὁ λόγος, ἐγὼ νὴ Δία φράσω πρὸς ὑμᾶς.
それでは、もし誰かが私に、どのような目に遭って、私が正当であると同意し主張している事柄に反対するために立ち上がったのか、また私の言葉は何を意図しているのかと尋ねるなら、私はゼウスにかけて、あなた方に説明しましょう。
παντὸς οἴομαι δεῖν πράγματος, ὦ βουλή, τὰς ἀρχὰς καὶ τὰς πρώτας ὑποθέσεις τοὺς εὖ φρονοῦντας ἀκριβῶς σκοπεῖν·
元老院よ、思慮ある者たちはあらゆる事柄の始まりと最初の前提を正確に検討すべきであると私は考えます。
οἷαι γὰρ ἂν αὗται τύχωσιν οὖσαι, τοιούτους ἀνάγκη γίνεσθαι καὶ τοὺς περὶ αὐτῶν λόγους.
なぜなら、それらがどのようなものであるかによって、それらに関する議論もまた必然的にそのようなものになるからです。
§10.12.5φέρε δή, τίς ἡ τοῦδε τοῦ πράγματος ὑπόθεσίς ἐστι καὶ τί τὸ βούλευμα τῶν δημάρχων, ἀκούσατέ μου.
さあ、この事柄の前提がどのようなものであり、護民官たちの企てが何であるか、私の言うことを聞いてください。
οὐκ ἐνῆν τούτοις οὐδέν, ὧν ἐν τῷ παρελθόντι ἐνιαυτῷ πράττειν ἐπιβαλλόμενοι διεκωλύθησαν, ἐπιτελέσασθαι νῦν ὑμῶν τε ἐναντιουμένων αὐτοῖς ὡς πρότερον καὶ τοῦ δήμου μηκέθʼ ὁμοίως συναγωνιζομένου.
彼らには、昨年実行しようと試みながらも阻止された事柄を、今やあなた方が以前と同様に彼らに反対し、民衆ももはや以前のようにはともに戦わなくなったために、今や実行することは不可能でした。
συνιδόντες δὴ τοῦτο ἐσκόπουν, ὅπως ἂν ὑμεῖς τʼ ἀναγκασθείητε παρὰ γνώμην αὐτοῖς εἶξαι, καὶ ὁ δῆμος ἅπαντα ὅσʼ
このことを見て取った彼らは、あなた方を自らの意に反して彼らに屈服させ、民衆が彼らの要求するすべての事柄に協力するようにさせるにはどうすればよいかを検討しました。
§10.12.6ἂν ἀξιῶσι συμπράττειν.
しかし、彼らはどちらの目的も達成できるような、真実で正当な前提(理由)を何一つ見出すことができませんでした。
ἀληθῆ μὲν οὖν καὶ δικαίαν ὑπόθεσιν οὐδεμίαν εὕρισκον, διʼ ἧς ἑκάτερον τούτοις ἔσται, πολλὰ δὲ βουλεύματα πειράζοντες καὶ στρέφοντες ἄνω καὶ κάτω τὸ πρᾶγμα τελευτῶντες ἐπὶ τοιοῦτον δή τινα λογισμὸν ἦλθον·
多くの企てを試し、事態を上下にひっくり返して考えた末に、ついに彼らは次のような結論に達したのです。
αἰτιασώμεθα συνίστασθαί τινας ἐκ τῶν ἐπιφανῶν ἐπὶ καταλύσει τοῦ δήμου, καὶ σφάττειν διεγνωκέναι τοὺς παρέχοντας αὐτῷ τὸ ἀσφαλές.
『名士たちの中から一部の者が、民衆を滅ぼすために共謀し、民衆に安全を提供している者たちを虐殺することを決意していると告発しよう。
§10.12.7καὶ ταῦτα ἐκ πολλοῦ παρασκευάσαντες λέγεσθαι κατὰ τὴν πόλιν, ὅταν ἤδη πιστὰ εἶναι τοῖς πολλοῖς δόξῃ — δόξει δὲ διὰ τὸ δέος — ἐπιστολὰς μηχανησώμεθα πολλῶν παρόντων ἡμῖν ὑπʼ ἀνδρὸς ἀγνῶτος ἀναδοθῆναι·
』『...そして、あらかじめこれらのことを町中に噂として流しておき、すでに多くの人々にとって信憑性があると思われるようになったとき(恐怖のあまり彼らはそう信じるでしょう)、我々は多くの人々が立ち会っている前で、見知らぬ男から手紙を渡されるように仕組むのだ。
ἔπειτʼ ἐλθόντες ἐπὶ τὸ συνέδριον ἀγανακτῶμέν τε καὶ σχετλιάζωμεν καὶ τοῦ ζητεῖν τὰ προσηγγελμένα αἰτῶμεν τὴν ἐξουσίαν.
その後、元老院にやって来て憤慨し不満を漏らし、密告された事柄を調査する権限を要求しよう。
§10.12.8ἐάν τε γὰρ ἀντιλέγωσιν ἡμῖν οἱ πατρίκιοι, ταύτην ληψόμεθα τοῦ διαβαλεῖν αὐτοὺς πρὸς τὸν δῆμον ἀφορμήν, καὶ οὕτως ἅπαν τὸ δημοτικὸν ἠγριωμένον αὐτοῖς ἕτοιμον ἡμῖν εἰς ἃ βουλόμεθα ὑπάρξει·
』『なぜなら、もし貴族たちが我々に反対するなら、我々は彼らを民衆に対して中傷するこの口実を得ることになり、こうして彼らに対して激怒したすべての平民は、我々の望むことに対して準備が整うことになる。
ἐάν τε συγχωρῶσι, τοὺς γενναιοτάτους ἐξ αὐτῶν καὶ πλεῖστα ἡμῖν ἐναντιωθέντας πρεσβυτέρους τε καὶ νέους ἐλαύνωμεν, ὡς εὑρηκότες ταῖς αἰτίαις ἐνόχους.
また、もし彼らが認めるなら、彼らの中で最も気骨があり、我々に最も強く反対してきた長老や若者たちを、告発に該当する者として追放しよう。
§10.12.9ἐκεῖνοι δὲ ἄρα τὰς καταγνώσεις δεδιότες ἢ συμβήσονται πρὸς ἡμᾶς ἐπὶ τῷ μηθὲν ἔτι ἀντιπράττειν ἢ καταλιπεῖν ἀναγκασθήσονται τὴν πόλιν.
』『すると彼らは有罪判決を恐れて、もはや反対しないという条件で我々と妥協するか、あるいは城邦を立ち去らざるを得なくなるだろう。
ἐκ δὲ τούτου πολλὴν ποιήσομεν ἐρημίαν τοῦ ἀντιπάλου.
こうして我々は、対立する者たちを一掃するのだ。 』」