Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.12.1-10.12.9

执政官盖乌斯·克劳狄乌斯的演说与反驳

第 752 段,共 962 段 · 希腊语

内容简介

在元老院对维尔吉尼乌斯的演说感到困惑之际,执政官盖乌斯·克劳狄乌斯站起来发言。他揭露了护民官们的提议实际上是一个旨在强行推行其政治图谋的陷阱。

§10.12.1ταῦτʼ εἰπόντος αὐτοῦ πολλή τις ἔκπληξις κατέσχε τὸ συνέδριον καὶ ἀμηχανία·
在他说了这些话之后,极大的震惊和无奈笼罩了元老院。
διελογίζοντό τε καὶ συνελάλουν ἀλλήλοις, ὡς χαλεπὸν ἑκάτερον ἦν, καὶ τὸ συγχωρεῖν τοῖς δημάρχοις ζητήσεις ἐφʼ ἑαυτῶν ποιεῖσθαι περὶ κοινοῦ καὶ μεγάλου πράγματος, καὶ τὸ μὴ συγχωρεῖν.
他们反复权衡并互相交谈,深感无论哪一种选择都很困难:既难以允许护民官自己对涉及公共和重大的事件进行调查,也难以不予允许。
ὑποπτεύσας δʼ αὐτῶν τὴν γνώμην ἀνέστη τῶν ὑπάτων ἅτερος, Γάιος Κλαύδιος καὶ §10.12.2ἔλεξε τοιάδε· οὐ δέδοικα, Οὐεργίνιε, μή με ὑπολάβωσιν οὗτοι κοινωνὸν εἶναι τῆς συνωμοσίας, ἣν ἐφʼ ὑμῖν καὶ τῷ δήμῳ πράττεσθαι λέγετε, ἢ τὰ ὑπὲρ ἐμαυτοῦ δεδιότα ἢ τῶν ἐμῶν τινος ἐνόχου ταῖς αἰτίαις ὄντος ἀνεστάναι τἀναντία ὑμῖν ἐροῦντα·
执政官之一盖乌斯·克劳狄乌斯看出了他们的心思,便站起来说道:“维尔吉尼乌斯,我不怕这些人怀疑我是你们所说的针对你们和人民的阴谋的参与者,也不怕他们认为我是因为替自己担心,或者是我的家人中有人涉嫌这些指控,才站起来说出与你们相反的话。
ὁ γὰρ βίος ἀπολύει με πάσης ὑποψίας τοιαύτης.
因为我的生平足以洗刷我的一切此类嫌疑。
ἃ δὲ νομίζω τῇ τε βουλῇ καὶ τῷ δήμῳ συμφέρειν, ἀπὸ τοῦ κρατίστου καὶ δίχα πάσης εὐλαβείας ἐρῶ.
至于我认为对元老院和人民都有利的事,我将本着最佳的判断,毫无顾虑地直言。
§10.12.3πολλοῦ, μᾶλλον δὲ τοῦ παντὸς ἁμαρτάνειν δοκεῖ μοι Οὐεργίνιος, εἴ τινα ὑπείληφεν ἡμῶν ἐρεῖν, ἢ ὡς ἀνεξέταστον ἀφεῖσθαι δεῖ πρᾶγμα οὕτως ὂν μέγα καὶ ἀναγκαῖον, ἢ ὡς οὐ δεῖ κοινωνεῖν οὐδὲ παρεῖναι τῇ ζητήσει τοὺς ἀνειληφότας τὴν τοῦ δήμου ἀρχήν.
在我看来,维尔吉尼乌斯如果以为我们中会有人说,如此重大且紧迫的事情应该不予调查就予以搁置,或者说承担了人民官职的人不应该参与或列席这项调查,那他就大错特错,甚至完全错了。
οὐθεὶς οὔτε ἠλίθιός ἐστιν οὕτως οὔτε τῷ δήμῳ κακόνους, ὥστε ταῦτα λέγειν.
因为没有一个人是如此愚蠢,或者对人民如此怀有恶意,以至于会说出这样的话。
§10.12.4τί οὖν, εἴ τις ἔροιτό με, παθών, ἃ συγχωρῶ καί φημι δίκαια εἶναι, τούτοις ἀντιλέξων ἀνέστην, καὶ τί βούλεταί μου ὁ λόγος, ἐγὼ νὴ Δία φράσω πρὸς ὑμᾶς.
那么,如果有人问我,究竟是什么原因使我在同意并承认这些事情是公正的情况下,还要站起来反对它们,以及我的话究竟是什么意思,指着宙斯起誓,我将向你们说个明白。
παντὸς οἴομαι δεῖν πράγματος, ὦ βουλή, τὰς ἀρχὰς καὶ τὰς πρώτας ὑποθέσεις τοὺς εὖ φρονοῦντας ἀκριβῶς σκοπεῖν· οἷαι γὰρ ἂν αὗται τύχωσιν οὖσαι, τοιούτους ἀνάγκη γίνεσθαι καὶ τοὺς περὶ αὐτῶν λόγους.
元老院诸公,我认为聪明的人必须精确地审视任何事情的起因和最初的前提;因为这些起因和前提一旦注定是怎样的,关于它们的议论也必然会是怎样的。
§10.12.5φέρε δή, τίς ἡ τοῦδε τοῦ πράγματος ὑπόθεσίς ἐστι καὶ τί τὸ βούλευμα τῶν δημάρχων, ἀκούσατέ μου.
且听我道来,这件事情的前提是什么,护民官们的阴谋又是什么。
οὐκ ἐνῆν τούτοις οὐδέν, ὧν ἐν τῷ παρελθόντι ἐνιαυτῷ πράττειν ἐπιβαλλόμενοι διεκωλύθησαν, ἐπιτελέσασθαι νῦν ὑμῶν τε ἐναντιουμένων αὐτοῖς ὡς πρότερον καὶ τοῦ δήμου μηκέθʼ ὁμοίως συναγωνιζομένου.
由于你们像以前一样反对他们,且人民也不再像以前那样与他们并肩作战,他们如今已无法实现任何在过去的一年中曾企图实行却被阻碍的事情。
συνιδόντες δὴ τοῦτο ἐσκόπουν, ὅπως ἂν ὑμεῖς τʼ ἀναγκασθείητε παρὰ γνώμην αὐτοῖς εἶξαι, καὶ ὁ δῆμος ἅπαντα ὅσʼ §10.12.6ἂν ἀξιῶσι συμπράττειν.
看清了这一点后,他们便琢磨如何才能迫使你们违背意愿向他们屈服,并使人民配合他们提出的一切要求。
ἀληθῆ μὲν οὖν καὶ δικαίαν ὑπόθεσιν οὐδεμίαν εὕρισκον, διʼ ἧς ἑκάτερον τούτοις ἔσται, πολλὰ δὲ βουλεύματα πειράζοντες καὶ στρέφοντες ἄνω καὶ κάτω τὸ πρᾶγμα τελευτῶντες ἐπὶ τοιοῦτον δή τινα λογισμὸν ἦλθον·
然而,他们找不到任何真实且公正的前提来实现这两个目的。
αἰτιασώμεθα συνίστασθαί τινας ἐκ τῶν ἐπιφανῶν ἐπὶ καταλύσει τοῦ δήμου, καὶ σφάττειν διεγνωκέναι τοὺς παρέχοντας αὐτῷ τὸ ἀσφαλές.
在尝试了许多计划并把事情翻来覆去地思量之后,他们最终得出了这样一种算计:‘我们要指控名流中的某些人正在联合起来企图消灭人民,并决意屠杀那些为人民提供安全保障的人。
§10.12.7καὶ ταῦτα ἐκ πολλοῦ παρασκευάσαντες λέγεσθαι κατὰ τὴν πόλιν, ὅταν ἤδη πιστὰ εἶναι τοῖς πολλοῖς δόξῃ — δόξει δὲ διὰ τὸ δέος — ἐπιστολὰς μηχανησώμεθα πολλῶν παρόντων ἡμῖν ὑπʼ ἀνδρὸς ἀγνῶτος ἀναδοθῆναι·
’ ‘我们要在城里长期散布这些谣言,等到大众都信以为真时——因为恐惧,他们一定会相信——我们再设计在众人面前让一个陌生人递交信件给我们。
ἔπειτʼ ἐλθόντες ἐπὶ τὸ συνέδριον ἀγανακτῶμέν τε καὶ σχετλιάζωμεν καὶ τοῦ ζητεῖν τὰ προσηγγελμένα αἰτῶμεν τὴν ἐξουσίαν.
然后我们前往元老院,大发雷霆并满腹怨言,请求获得调查告发之事的权力。
§10.12.8ἐάν τε γὰρ ἀντιλέγωσιν ἡμῖν οἱ πατρίκιοι, ταύτην ληψόμεθα τοῦ διαβαλεῖν αὐτοὺς πρὸς τὸν δῆμον ἀφορμήν, καὶ οὕτως ἅπαν τὸ δημοτικὸν ἠγριωμένον αὐτοῖς ἕτοιμον ἡμῖν εἰς ἃ βουλόμεθα ὑπάρξει·
’ ‘因为如果贵族们反对我们,我们就能以此为契机在人民面前诽谤他们,这样一来,所有对他们感到愤怒的平民就会随时听从我们的调遣,去干我们想干的事。
ἐάν τε συγχωρῶσι, τοὺς γενναιοτάτους ἐξ αὐτῶν καὶ πλεῖστα ἡμῖν ἐναντιωθέντας πρεσβυτέρους τε καὶ νέους ἐλαύνωμεν, ὡς εὑρηκότες ταῖς αἰτίαις ἐνόχους.
而如果他们同意,我们就可以把他们之中最优秀的、对我们反对最烈的长者和青年人,以查明他们涉嫌指控为由予以驱逐。
§10.12.9ἐκεῖνοι δὲ ἄρα τὰς καταγνώσεις δεδιότες ἢ συμβήσονται πρὸς ἡμᾶς ἐπὶ τῷ μηθὲν ἔτι ἀντιπράττειν ἢ καταλιπεῖν ἀναγκασθήσονται τὴν πόλιν.
’ ‘而那些人由于害怕被定罪,要么会与我们妥协以求不再反对我们,要么就会被迫离开城邦。
ἐκ δὲ τούτου πολλὴν ποιήσομεν ἐρημίαν τοῦ ἀντιπάλου.
由此,我们将大大扫除我们的对手。 ’”

词汇与语法注释

  1. ¦2013¦ὡς χαλεπὸν ἑκάτερον ἦν — ὡς 引导间接疑问从句,表示“如何”。ἑκάτερον(两者中的每一个)的具体内容通过接下来的两个由 τὸ συγχωρεῖν 和 τὸ μὴ συγχωρεῖν 引导的并列不定式短语(由 καὶ... καὶ... 连接)进行说明。
  2. ¦p.v.4p.21¦ἢ τὰ ὑπὲρ ἐμαυτοῦ δεδιότα ἢ τῶν ἐμῶν τινος ἐνόχου ταῖς αἰτίαις ὄντος — 宾格分词 δεδιότα(与主句中的宾格代词 με 一致)与属格独立结构 τῶν ἐμῶν τινος... ὄντος 通过 ἢ... ἢ... 并列。两者均作为原因/伴随状况分词,解释站起来(ἀνεστάναι)的原因。
  3. §10.12.4τί ... παθών — τί παθών 是希腊语中的惯用表达,意为“遭受了什么”或“为什么/凭什么”。在此处用于疑问句中,用以强烈询问“我为何站起来”的原因。
  4. ¦p.v.4p.22¦οὐκ ἐνῆν τούτοις οὐδέν, ὧν ... ἐπιτελέσασθαι νῦν — ἐνῆν 是 ἔνεστι(“有可能”)的未完成过去时,τούτοις 是与格(“对他们而言”),ἐπιτελέσασθαι 是作为主语的不定式(“去完成”)。句子的主语是 οὐδέν,关系代词 ὧν 因受先行词 οὐδέν 的影响,从宾格(原为 ἅ)同化为属格。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.12.1-10.12.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.12.1-10.12.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。