§10.11.1ἐν τοσούτῳ δὴ κινδύνῳ σαλεύοντες ἱκέται γινόμεθα ὑμῶν, ὦ πατέρες, ἐπισκήπτοντες θεούς τε καὶ δαίμονας, οἷς κοινῇ θύομεν, καὶ πολέμων ὑπομιμνήσκοντες, οὓς πολλοὺς καὶ μεγάλους σὺν ὑμῖν ἠράμεθα, μὴ περιιδεῖν ὠμὰ καὶ ἀνόσια ὑπὸ τῶν ἐχθρῶν παθόντας ἡμᾶς, ἀλλʼ ἐπαμῦναί τε καὶ συναγανακτῆσαι τιμωρίας ἡμῖν συνεισπράξαντας παρὰ τῶν ταῦτα βουλευσαμένων τὰς προσηκούσας, μάλιστα μὲν παρὰ πάντων, εἰ δὲ μή γε, παρὰ τῶν ἀρξάντων τῆς ἀθεμίτου συνωμοσίας.
このような大きな危険のなかで揺れ動いている我々は、元老院の諸父よ、あなたがたの哀願者となり、我々がともに犠牲を捧げている神々と神霊を証人に立てて懇願し、また我々があなたがたとともに戦い抜いた数多くの大きな戦争を想起させつつ、敵どもから残酷で不義な仕打ちを受けるのを我々が黙って見過ごされないように、むしろ、これらの不法な陰謀を企てた者たちから、相応しい報復を我々とともに取り立てることによって、我々に助けを差し伸べ、ともに憤慨してくださるよう懇願します。 最も望ましくはすべての者から、もしそうでなくとも、この不法な陰謀を首謀した者たちから報復を取り立てるべきです。
§10.11.2πρῶτον δὲ πάντων ἀξιοῦμεν ὑμᾶς, ὦ βουλή, ψηφίσασθαι πρᾶγμα, ὅπερ ἐστὶ δικαιότατον, τὴν ὑπὲρ τῶν μηνυομένων ζήτησιν ὑφʼ ἡμῶν τῶν δημάρχων γίνεσθαι.
しかし何よりもまず、元老院よ、最も正当なこととして、密告された事柄についての調査が我々護民官によって行われるということを決議されるよう要求します。
χωρὶς γὰρ τοῦ δικαίου καὶ ἀκριβεστάτας ἀνάγκη γίνεσθαι ζητήσεις, ἃς ἂν οἱ κινδυνεύοντες ὑπὲρ αὑτῶν ποιήσωνται.
正当であることは別としても、危険にさらされている者たち自身が自らのために行う調査こそが、最も正確なものとなるのは必然だからです。
§10.11.3εἰ δέ τινες ὑμῶν εἰσιν οἷοι μηδὲ καθʼ ἓν εὐγνωμονεῖν, ἀλλὰ πρὸς ἅπαντας τοὺς ὑπὲρ τοῦ δήμου λέγοντας ἀντιτάττεσθαι, ἡδέως ἂν πυθοίμην παρʼ αὐτῶν, ἐπὶ τῷ δυσχεραίνουσι τῶν ἀξιουμένων καὶ τί μέλλουσιν ὑμᾶς πείθειν·
しかし、もしあなたがたの中に、いかなる点においても好意を示さず、むしろ民衆のために語るすべての者に対立するような人々がいるなら、彼らがどのような理由で要求されていることに不満を抱いているのか、またあなたがたを説得してどうさせるつもりなのか、私は彼らから喜んで尋ねたいものです。
πότερα μηδεμίαν ποιεῖσθαι ζήτησιν, ἀλλʼ ὑπεριδεῖν ἔργον οὕτω μέγα καὶ μιαρὸν ἐπὶ τῷ δήμῳ συνιστάμενον;
いかなる調査も行わず、むしろ民衆に対して企てられているこのような重大で不浄な悪行を見過ごせというのでしょうか。
καὶ τίς ἂν τοὺς ταῦτα λέγοντας ὑγιαίνειν φήσειεν, ἀλλʼ οὐχὶ συνδιεφθάρθαι καὶ κοινωνεῖν τῆς συνωμοσίας, ἔπειτα ὑπὲρ αὑτῶν δεδιότας, ἵνα μὴ γένωνται καταφανεῖς, ἀποσπεύδειν τὴν τῆς ἀληθείας ἐξέτασιν;
そして、そのようなことを言う者たちが正気であると誰が言えるでしょうか。 むしろ、彼らはともに堕落しており、陰謀に加担しており、さらに自らの身を恐れて、自らが露見しないように真実の究明を妨げようとしているのだと言わぬ者がいるでしょうか。
οἷς οὐκ ἂν δικαίως προσέχοιτε δήπου τὸν νοῦν.
そのような者たちに、あなたがたが耳を貸すべきではありません。
§10.11.4ἢ τῆς διαγνώσεως τῶν μηνυομένων οὐχ ἡμᾶς εἶναι κυρίους ἀξιώσουσιν, ἀλλὰ τὴν βουλὴν καὶ τοὺς ὑπάτους;
あるいは彼らは、密告された事柄の判定について、我々ではなく、元老院と執政官たちが権限を持つべきだと主張するのでしょうか。
τί οὖν τὸ κωλύον ἔσται τὸ αὐτὸ τοῦτο καὶ τοὺς προεστηκότας τοῦ δήμου λέγειν, ἐάν τινες ἐκ τῶν δημοτικῶν ἐπὶ τοῖς ὑπάτοις καὶ τῇ βουλῇ συστάντες πράττωσι τὴν τοῦ συνεδρίου κατάλυσιν, ὅτι τὴν περὶ τῶν δημοτῶν ἐξέτασιν αὐτοὺς δίκαιόν ἐστι ποιεῖσθαι τοὺς ἀνειληφότας τὴν τοῦ δήμου φυλακήν;
では、もし平民の一部が執政官や元老院に対して結託し、この評議会の解体を画策した場合に、民衆の指導者たちもこれと全く同じことを言って、平民に関する調査は民衆の保護を引き受けている彼ら自身が行うのが正当である、と主張することを、何が妨げることになるでしょうか。
τί οὖν ἐκ τούτου συμβήσεται;
では、その結果として何が起こるでしょうか。
μηδεμίαν πώποτε γενέσθαι ζήτησιν περὶ μηθενὸς πράγματος ἀπορρήτου.
いかなる秘密の事柄についても、決して調査が行われなくなるということです。
§10.11.5ἀλλʼ οὔθʼ ἡμεῖς ἂν ταῦτʼ ἀξιώσαιμεν·
しかし、我々もそのような要求をすることはないでしょう。
ὕποπτος γὰρ ἡ φιλοτιμία·
そのような特権争いは疑念を招くからです。
ὑμεῖς τʼ οὐκ ἂν ὀρθῶς ποιοῖτε τοῖς τὰ ὅμοια ἀξιοῦσι καθʼ ἡμῶν προσέχοντες τὸν νοῦν, ἀλλὰ κοινοὺς ἡγούμενοι τῆς πόλεως ἐχθρούς.
またあなたがたも、我々に対して同様の要求をする者たちに耳を傾けるなら正しくない行動をとることになります。 むしろ彼らを国家の共通の敵とみなすべきです。
οὐδενὸς μέντοιγε, ὦ βουλή, τοῖς πράγμασιν ὡς τάχους δεῖ.
しかしながら、元老院よ、現在の事態にとって、迅速さほど必要なものはありません。
ὁ γὰρ κίνδυνος ὀξύς, καὶ ἡ μέλλησις τῆς ἀσφαλείας ἄωρος ἐν οὐ μέλλουσι δεινοῖς.
危険は急を要しており、猶予のない危難のなかで安全のために引き延ばすことは時機を失しています。
ὥστʼ ἀφέντες τὸ φιλονεικεῖν καὶ λόγους διεξιέναι μακροὺς ψηφίσασθε ὅ τι ἂν δοκῇ κοινῇ συμφέρειν ἤδη.
したがって、張り合ったり長々と議論したりするのをやめて、共同の利益になると今思われることを直ちに決議してください。