§1.74.1τὸν δὲ τελευταῖον γενόμενον τῆς Ῥώμης οἰκισμὸν ἢ κτίσιν ἢ ὅτι δήποτε χρὴ καλεῖν Τίμαιος μὲν ὁ Σικελιώτης οὐκ οἶδʼ ὅτῳ κανόνι χρησάμενος ἅμα Καρχηδόνι κτιζομένῃ γενέσθαι φησὶν ὀγδόῳ καὶ τριακοστῷ πρότερον ἔτει τῆς πρώτης ὀλυμπιάδος.
しかし、ローマの最後に行われた入植、あるいは創建、あるいは何と呼ぶべきであれ、それについてシケリアのティマイオスは、いかなる基準を用いたのか私は知らないが、カルタゴの創建と同時に、第一回オリンピアードの三十八年前に生じたと述べている。
Λεύκιος δὲ Κίγκιος ἀνὴρ τῶν ἐκ τοῦ βουλευτικοῦ συνεδρίου περὶ τὸ τέταρτον ἔτος τῆς δωδεκάτης ὀλυμπιάδος. Κόϊντος δὲ Φάβιος κατὰ τὸ πρῶτον ἔτος τῆς ὀγδόης ὀλυμπιάδος.
また元老院議員であるルキウス・キンキウスは、第十二回オリンピアードの第四年頃であるとし、クイントゥス・ファビウスは、第八回オリンピアードの第一年としている。
§1.74.2Κάτων δὲ Πόρκιος Ἑλληνικὸν μὲν οὐχ ὁρίζει χρόνον, ἐπιμελὴς δὲ γενόμενος, εἰ καί τις ἄλλος, περὶ τὴν συναγωγὴν τῆς ἀρχαιολογουμένης ἱστορίας ἔτεσιν ἀποφαίνει δυσὶ καὶ τριάκοντα καὶ τετρακοσίοις ὑστεροῦσαν τῶν Ἰλιακῶν.
他方、ポルキウス・カトは、ギリシアの年代による規定はしていないが、古代史の収集に関して他の誰にも劣らず入念であったので、トロイア戦争から四百三十二年遅れてそれが生じたと示している。
ὁ δὲ χρόνος οὗτος ἀναμετρηθεὶς ταῖς Ἐρατοσθένους χρονογραφίαις κατὰ τὸ πρῶτον ἔτος πίπτει τῆς ἑβδόμης ὀλυμπιάδος.
そして、この時間をエラトステネスの年代表に照らして算定すると、第七回オリンピアードの第一年に合致する。
ὅτι δέ εἰσιν οἱ κανόνες ὑγιεῖς, οἷς Ἐρατοσθένης κέχρηται, καὶ πῶς ἄν τις ἀπευθύνοι τοὺς Ῥωμαίων χρόνους πρὸς τοὺς Ἑλληνικούς, ἐν ἑτέρῳ δεδήλωταί μοι λόγῳ.
エラトステネスが用いた基準が正確であること、実のところどのようにすればローマの年代をギリシアの年代へと適合させることができるかについては、私の別の著作において明らかにされている。
§1.74.3οὐ γὰρ ἠξίουν ὡς Πολύβιος ὁ Μεγαλοπολίτης τοσοῦτο μόνον εἰπεῖν, ὅτι κατὰ τὸ δεύτερον ἔτος τῆς ἑβδόμης ὀλυμπιάδος τὴν Ῥώμην ἐκτίσθαι πείθομαι, οὐδʼ ἐπὶ τοῦ παρὰ τοῖς ἀρχιερεῦσι κειμένου πίνακος ἑνὸς καὶ μόνου τὴν πίστιν ἀβασάνιστον καταλιπεῖν, ἀλλὰ τοὺς ἐπιλογισμούς, οἷς αὐτὸς προσεθέμην, εἰς μέσον ὑπευθύνους τοῖς βουληθεῖσιν ἐσομένους ἐξενεγκεῖν.
というのも、私はメガロポリスのポリュビオスのように、ただ単に「私は、ローマが第七回オリンピアードの第二年に創建されたと確信している」とだけ言うことをよしとしなかったし、また最高神祇官たちのもとに置かれている唯一の板に依拠して、その信頼性を吟味しないままにしておくこともよしとせず、むしろ私自身が採用した推算を、望む人々による検証に付されるものとして公に提示すべきだと考えたからである。
§1.74.4ἡ μὲν οὖν ἀκρίβεια ἐν ἐκείνῳ δηλοῦται τῷ λόγῳ, λεχθήσεται δὲ καὶ διὰ τῆσδε τῆς πραγματείας αὐτὰ τἀναγκαιότατα.
正確な詳細はあの著作に示されているが、本編を通じてもその最も必要な要点そのものは述べられるだろう。
ἔχει δὲ οὕτως·
それは次のようである。
ἡ Κελτῶν ἔφοδος, καθʼ ἣν ἡ Ῥωμαίων πόλις ἑάλω, συμφωνεῖται σχεδὸν ὑπὸ πάντων ἄρχοντος Ἀθήνησι Πυργίωνος γενέσθαι κατὰ τὸ πρῶτον ἔτος τῆς ὀγδόνς καὶ ἐνενηκοστῆς ὀλυμπιάδος.
ローマ人の都市が占領されることになったケルト人の襲撃は、アテナイにおいてピュルギオンがアルコンであったとき、すなわち第九十八回オリンピアードの第一年に生じたという点で、ほぼすべての人々の意見が一致している。
ὁ δὲ πρὸ τῆς καταλήψεως χρόνος ἀναγόμενος εἰς Λεύκιον Ἰούνιον Βροῦτον καὶ Λεύκιον Ταρκύνιον Κολλατῖνον τοὺς πρώτους ὑπατεύσαντας ἐν Ῥώμῃ μετὰ τὴν κατάλυσιν τῶν βασιλέων ἔτη περιείληφεν εἴκοσι πρὸς τοῖς ἑκατόν.
そして、占領より前の時間を、王政の廃止後にローマで最初の執政官となったルキウス・ユニウス・ブルトゥスとルキウス・タルクィニウス・コッラティヌスまで遡ると、百二十年を含んでいる。
§1.74.5δηλοῦται δὲ ἐξ ἄλλων τε πολλῶν καὶ τῶν καλουμένων τιμητικῶν ὑπομνημάτων, ἃ διαδέχεται παῖς παρὰ πατρὸς καὶ περὶ πολλοῦ ποιεῖται τοῖς μεθʼ ἑαυτὸν ἐσομένοις ὥσπερ ἱερὰ πατρῷα παραδιδόναι·
このことは、他の多くのことからも、また、子が父親から受け継ぎ、自らの後に続く人々へと先祖代々の聖なるもののように伝えることを非常に重んじている、いわゆる「ケンソル(査定官)の記録」からも明らかである。
πολλοὶ δʼ εἰσὶν ἀπὸ τῶν τιμητικῶν οἴκων ἄνδρες ἐπιφανεῖς οἱ διαφυλάττοντες αὐτά·
そして、ケンソルを輩出した家系出身の多くの著名な人々がそれらを保管している。
ἐν οἷς εὑρίσκω δευτέρῳ πρότερον ἔτει τῆς ἁλώσεως τίμησιν τοῦ Ῥωμαίων δήμου γενομένην, ᾗ παραγέγραπται καθάπερ καὶ ταῖς ἄλλαις χρόνος οὗτος·
その中に、私は占領の二年前にローマ市民の査定が行われたことを見出しているが、そこには、他の記録と同様に、次のような年代が書き添えられている。
ʽὑπατεύοντος Λευκίου Οὐαλερίου Ποτίτου καὶ Τίτου Μαλλίου Καπιτωλίνου μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων ἑνὸς δέοντι εἰκοστῷ καὶ ἑκατοστῷ ἔτει.
「ルキウス・ウァレリウス・ポティトゥスとティトゥス・マンリウス・カピトリヌスが執政官であったとき、王たちの追放から百二十年から一年を欠いた年に。
ʼ §1.74.6ὥστε τὴν Κελτικὴν ἔφοδον, ἣν τῷ δευτέρῳ μετὰ τὴν τίμησιν ἔτει γενομένην εὑρίσκομεν, ἐκπεπληρωμένων τῶν εἴκοσι καὶ ἑκατὸν ἐτῶν γενέσθαι.
」その結果、査定の二年後に生じたと我々が見出しているケルト人の襲撃は、百二十年が満了したときに生じたことになる。
εἰ δὲ τοῦτο τὸ διάστημα τοῦ χρόνου τριάκοντα ὀλυμπιάδων εὑρίσκεται γενόμενον, ἀνάγκη τοὺς πρώτους ἀποδειχθέντας ὑπάτους ὁμολογεῖν ἄρχοντος Ἀθήνησιν Ἰσαγόρου παρειληφέναι τὴν ἀρχὴν κατὰ τὸ πρῶτον ἔτος τῆς ὀγδόης καὶ ἑξηκοστῆς ὀλυμπιάδος.
そして、もしこの時間の幅が三十回分のオリンピアードに相当することが見出されるならば、最初に任命された執政官たちが、アテナイにおいてイサゴラスがアルコンであったとき、すなわち第六十八回オリンピアードの第一年に職務を引き継いだことを認めざるを得ない。