§1.74.1τὸν δὲ τελευταῖον γενόμενον τῆς Ῥώμης οἰκισμὸν ἢ κτίσιν ἢ ὅτι δήποτε χρὴ καλεῖν Τίμαιος μὲν ὁ Σικελιώτης οὐκ οἶδʼ ὅτῳ κανόνι χρησάμενος ἅμα Καρχηδόνι κτιζομένῃ γενέσθαι φησὶν ὀγδόῳ καὶ τριακοστῷ πρότερον ἔτει τῆς πρώτης ὀλυμπιάδος.
然而,关于罗马最后一次进行的迁入、或创建、或不论应该称之为什么,西西里的蒂迈欧——我不知道他是使用了什么标准——声称它与迦太基的创建同时发生,即第一届奥林匹亚德之前的第三十八年。
Λεύκιος δὲ Κίγκιος ἀνὴρ τῶν ἐκ τοῦ βουλευτικοῦ συνεδρίου περὶ τὸ τέταρτον ἔτος τῆς δωδεκάτης ὀλυμπιάδος. Κόϊντος δὲ Φάβιος κατὰ τὸ πρῶτον ἔτος τῆς ὀγδόης ὀλυμπιάδος.
而元老院议员卢基乌斯·辛基乌斯认为是在第十二届奥林匹亚德的第四年左右,昆图斯·法比乌斯则认为是在第八届奥林匹亚德的第一年。
§1.74.2Κάτων δὲ Πόρκιος Ἑλληνικὸν μὲν οὐχ ὁρίζει χρόνον, ἐπιμελὴς δὲ γενόμενος, εἰ καί τις ἄλλος, περὶ τὴν συναγωγὴν τῆς ἀρχαιολογουμένης ἱστορίας ἔτεσιν ἀποφαίνει δυσὶ καὶ τριάκοντα καὶ τετρακοσίοις ὑστεροῦσαν τῶν Ἰλιακῶν.
另一方面,波尔基乌斯·加图虽然没有用希腊的年代来规定时间,但他对古代史料的搜集比任何人都更为用心,因而指出它比特洛伊战争晚了四百三十二年。
ὁ δὲ χρόνος οὗτος ἀναμετρηθεὶς ταῖς Ἐρατοσθένους χρονογραφίαις κατὰ τὸ πρῶτον ἔτος πίπτει τῆς ἑβδόμης ὀλυμπιάδος.
如果对照埃拉托斯特尼的年表来重新计算,这一时间正好落在第七届奥林匹亚德的第一年。
ὅτι δέ εἰσιν οἱ κανόνες ὑγιεῖς, οἷς Ἐρατοσθένης κέχρηται, καὶ πῶς ἄν τις ἀπευθύνοι τοὺς Ῥωμαίων χρόνους πρὸς τοὺς Ἑλληνικούς, ἐν ἑτέρῳ δεδήλωταί μοι λόγῳ.
至于埃拉托斯特尼所使用的标准是否准确,以及人们如何能将罗马的年代与希腊的年代相对应,已在我的另一部著作中予以阐明。
§1.74.3οὐ γὰρ ἠξίουν ὡς Πολύβιος ὁ Μεγαλοπολίτης τοσοῦτο μόνον εἰπεῖν, ὅτι κατὰ τὸ δεύτερον ἔτος τῆς ἑβδόμης ὀλυμπιάδος τὴν Ῥώμην ἐκτίσθαι πείθομαι, οὐδʼ ἐπὶ τοῦ παρὰ τοῖς ἀρχιερεῦσι κειμένου πίνακος ἑνὸς καὶ μόνου τὴν πίστιν ἀβασάνιστον καταλιπεῖν, ἀλλὰ τοὺς ἐπιλογισμούς, οἷς αὐτὸς προσεθέμην, εἰς μέσον ὑπευθύνους τοῖς βουληθεῖσιν ἐσομένους ἐξενεγκεῖν.
因为我不像梅加洛波利斯的波利比乌斯那样,认为仅仅说一句“我相信罗马是在第七届奥林匹亚德的第二年创建的”就足够了,也不想只依赖于保存在最高祭司那里的唯一一块木板,而将它的可信度置于不加检验的状态;相反,我认为应当将我自己赞同的推算公诸于世,以便接受那些愿意检验之人的审查。
§1.74.4ἡ μὲν οὖν ἀκρίβεια ἐν ἐκείνῳ δηλοῦται τῷ λόγῳ, λεχθήσεται δὲ καὶ διὰ τῆσδε τῆς πραγματείας αὐτὰ τἀναγκαιότατα. ἔχει δὲ οὕτως·
确切的细节虽然在那部著作中有所展示,但在本篇论述中也将说明其中最必要的要点。
ἡ Κελτῶν ἔφοδος, καθʼ ἣν ἡ Ῥωμαίων πόλις ἑάλω, συμφωνεῖται σχεδὸν ὑπὸ πάντων ἄρχοντος Ἀθήνησι Πυργίωνος γενέσθαι κατὰ τὸ πρῶτον ἔτος τῆς ὀγδόνς καὶ ἐνενηκοστῆς ὀλυμπιάδος.
情况是这样的:罗马人的城市在其中沦陷的凯尔特人入侵,几乎所有人都一致认为发生在皮尔吉翁在雅典担任执政官时,即第九十八届奥林匹亚德的第一年。
ὁ δὲ πρὸ τῆς καταλήψεως χρόνος ἀναγόμενος εἰς Λεύκιον Ἰούνιον Βροῦτον καὶ Λεύκιον Ταρκύνιον Κολλατῖνον τοὺς πρώτους ὑπατεύσαντας ἐν Ῥώμῃ μετὰ τὴν κατάλυσιν τῶν βασιλέων ἔτη περιείληφεν εἴκοσι πρὸς τοῖς ἑκατόν.
而沦陷之前的时间,如果追溯到废除王政后在罗马担任首任执政官的卢基乌斯·尤尼乌斯·布鲁图斯和卢基乌斯·塔克文·科拉汀,则包含了百二十年。
§1.74.5δηλοῦται δὲ ἐξ ἄλλων τε πολλῶν καὶ τῶν καλουμένων τιμητικῶν ὑπομνημάτων, ἃ διαδέχεται παῖς παρὰ πατρὸς καὶ περὶ πολλοῦ ποιεῖται τοῖς μεθʼ ἑαυτὸν ἐσομένοις ὥσπερ ἱερὰ πατρῷα παραδιδόναι·
这一点不仅可以从许多其他事物中看出来,也可以从所谓的“监察官记录”中看出来,儿子从父亲那里继承这些记录,并极其重视将它们像祖传的神圣物品一样传给后代。
πολλοὶ δʼ εἰσὶν ἀπὸ τῶν τιμητικῶν οἴκων ἄνδρες ἐπιφανεῖς οἱ διαφυλάττοντες αὐτά·
来自监察官家庭的许多显赫人物都保存着这些记录。
ἐν οἷς εὑρίσκω δευτέρῳ πρότερον ἔτει τῆς ἁλώσεως τίμησιν τοῦ Ῥωμαίων δήμου γενομένην, ᾗ παραγέγραπται καθάπερ καὶ ταῖς ἄλλαις χρόνος οὗτος· ʽὑπατεύοντος Λευκίου Οὐαλερίου Ποτίτου καὶ Τίτου Μαλλίου Καπιτωλίνου μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων ἑνὸς δέοντι εἰκοστῷ καὶ ἑκατοστῷ ἔτει. ʼ
在这些记录中,我发现,在沦陷的前二年举行了一次罗马人民的财产申报,与其他的记录一样,上面附加了这样的日期:“在卢基乌斯·瓦莱里乌斯·波提图斯和提图斯·曼利乌斯·卡皮托林担任执政官期间,即在驱逐国王后的第一百二十年缺一年。
§1.74.6ὥστε τὴν Κελτικὴν ἔφοδον, ἣν τῷ δευτέρῳ μετὰ τὴν τίμησιν ἔτει γενομένην εὑρίσκομεν, ἐκπεπληρωμένων τῶν εἴκοσι καὶ ἑκατὸν ἐτῶν γενέσθαι.
” 因此,我们发现发生在申报二年后的凯尔特人入侵,是在整整一百二十年届满时发生的。
εἰ δὲ τοῦτο τὸ διάστημα τοῦ χρόνου τριάκοντα ὀλυμπιάδων εὑρίσκεται γενόμενον, ἀνάγκη τοὺς πρώτους ἀποδειχθέντας ὑπάτους ὁμολογεῖν ἄρχοντος Ἀθήνησιν Ἰσαγόρου παρειληφέναι τὴν ἀρχὴν κατὰ τὸ πρῶτον ἔτος τῆς ὀγδόης καὶ ἑξηκοστῆς ὀλυμπιάδος.
如果这段时间跨度被发现正好是三十届奥林匹亚德,那么就不得不承认,首批任命的执政官是在伊萨戈拉斯在雅典担任执政官时,即在第六十八届奥林匹亚德的第一年,接掌了政权。