§1.73.1ἔχων δὲ πολλοὺς καὶ ἄλλους τῶν Ἑλληνικῶν παρέχεσθαι συγγραφέων, οἳ διαφόρους ἀποφαίνουσι τοὺς οἰκιστὰς τῆς πόλεως, ἵνα μὴ δόξω μακρηγορεῖν ἐπὶ τοὺς Ῥωμαίων ἐλεύσομαι συγγραφεῖς.
ギリシアの歴史家たちで、この都市の創建者たちを異なって提示している人々を、私は他にも多く挙げることができるが、長話をしていると思われないために、ローマの歴史家たちのことに移ることにしよう。
παλαιὸς μὲν οὖν οὔτε συγγραφεὺς οὔτε λογογράφος ἐστὶ Ῥωμαίων οὐδὲ εἷς·
さて、ローマ人の歴史家も散文作家も、古い者は一人として存在しない。
ἐκ παλαιῶν μέντοι λόγων ἐν ἱεραῖς δέλτοις σωζομένων ἕκαστός τι παραλαβὼν ἀνέγραψεν.
しかしながら、聖なる書板に保存されている古い伝承から、それぞれが何かしらを受け取って記録したのである。
§1.73.2τούτων δέ τινες μὲν Αἰνείου γενέσθαι υἱοὺς λέγουσι Ῥωμύλον τε καὶ Ῥῶμον τοὺς οἰκιστὰς τῆς Ῥώμης, ἕτεροι δὲ θυγατρὸς Αἰνείου παῖδας, ὅτου δὲ πατρὸς οὐκέτι διορίζοντες·
彼らのうち、ある人々はローマの創建者であるロムルスとロモスをアイネイアスの子らであると言い、また別の人々はアイネイアスの娘の子供たちであると言うが、父親が誰であるかはもはや特定していない。
δοθῆναι δʼ αὐτοὺς ὑπʼ Αἰνείου Λατίνῳ τῷ βασιλεῖ τῶν Ἀβοριγίνων ὁμηρεύσοντας, ὅτε καὶ αἱ πίστεις τοῖς ἐπιχωρίοις πρὸς τοὺς ἐπήλυδας ἐγένοντο.
そして、この者たちは、現地の人々と渡来者たちとの間に信義の誓いが交わされたその時に、アイネイアスによってアボリギネス人の王ラティノスに人質となるために与えられたのだという。
ἀσπαζόμενον δὲ αὐτοὺς Λατῖνον τῇ τε ἄλλῃ θεραπείᾳ περιέπειν εὖ καὶ ἐκγόνου ἄρρενος ἄπαιδα τελευτῶντα διαδόχους μέρους τινὸς τῆς ἑαυτοῦ ἀρχῆς καταλιπεῖν.
そしてラティノスは彼らを歓迎して、他のさまざまな世話をもって手厚くもてなし、男子の跡継ぎがないまま死ぬに際して、彼らを自らの支配地の一部の後継者として残したのだという。
§1.73.3ἄλλοι δὲ λέγουσιν Αἰνείου τελευτήσαντος Ἀσκάνιον ἅπασαν τὴν Λατίνων ἀρχὴν παραλαβόντα νείμασθαι πρὸς τοὺς ἀδελφοὺς Ῥωμύλον τε καὶ Ῥῶμον τήν τε χώραν καὶ τὴν δύναμιν τὴν Λατίνων τριχῇ·
また別の人々は、アイネイアスが死去したのち、アスカニオスがラティノス人の支配権すべてを引き継ぎ、その領土とラティノス人の軍事力を兄弟であるロムルスおよびロモスとの間で三等分したと言う。
αὐτὸν μὲν δὴ τήν τε Ἄλβαν κτίσαι καὶ ἄλλʼ ἄττα πολίσματα· Ῥῶμον δὲ Καπύην μὲν ἀπὸ τοῦ προπάππου Κάπυος, Ἀγχίσην δὲ ἀπὸ τοῦ προπάτορος Ἀγχίσου, Αἰνείαν δὲ τὴν ὕστερον κληθεῖσαν Ἰάνικλον ἀπὸ τοῦ πατρός, Ῥώμην δὲ ἀφʼ ἑαυτοῦ, ταύτην δὲ χρόνους τινὰς ἐρημωθεῖσαν ἑτέρας αὖθις ἐλθούσης ἀποικίας, ἣν Ἀλβανοὶ ἔστειλαν ἡγουμένου Ῥωμύλου καὶ Ῥώμου, τὴν ἀρχαίαν κτίσιν ἀπολαβεῖν·
そして、アスカニオス自身はアルバと他のいくつかの小都市を創建し、ロモスは、曽祖父カピュスにちなんでカピュエを、祖先アンキセスにちなんでアンキセを、父にちなんで後にヤニクルムと呼ばれるようになったアイネイアを、そして自分自身にちなんでローマを創建したのだという。 そしてこの都市はしばらくの間荒廃していたが、ロムルスとロモスの指導のもとでアルバ人たちが送り出した別の植民団が再びやって来たことによって、かつての創建の状態を取り戻したのだという。
ὥστε διττὰς εἶναι τῆς Ῥώμης τὰς κτίσεις· τὴν μὲν ὀλίγον ὕστερον τῶν Τρωικῶν γενομένην, τὴν δὲ πεντεκαίδεκα γενεαῖς ὑστεροῦσαν τῆς προτέρας.
その結果、ローマの創建には二つの段階があることになり、一方はトロイア戦争の少し後に行われたものであり、他方は前者から十五世代後に行われたものである。
§1.73.4εἰ δέ τις ἀπιδεῖν βουλήσεται τὰ προσωτέρω καὶ τρίτη τις ἀρχαιοτέρα τούτων εὑρεθήσεται Ῥώμη γενομένη πρὶν Αἰνείαν καὶ Τρῶας ἐλθεῖν εἰς Ἰταλίαν.
しかし、もし誰かがさらに古い時代に目を向けようとするならば、これらよりも古い第三のローマが、アイネイアスとトロイア人たちがイタリアへやって来る前に存在していたことが見出されるだろう。
ταῦτα δὲ οὐ τῶν ἐπιτυχόντων τις οὐδὲ νέων συγγραφεὺς ἱστόρηκεν, ἀλλʼ Ἀντίοχος ὁ Συρακούσιος, οὑ καὶ πρότερον ἐμνήσθην.
そしてこのことを記録しているのは、並みの歴史家でもなければ最近の歴史家でもなく、私が以前にも言及したシラクサのアンティオコスである。
φησὶ δὲ Μόργητος ἐν Ἰταλίᾳ βασιλεύοντος (ἦν δὲ τότε Ἰταλία ἡ ἀπὸ Τάραντος ἄχρι Ποσειδωνίας παράλιος) ἐλθεῖν ὡς αὐτὸν ἄνδρα φυγάδα ἐκ Ῥώμης.
彼は、モルゲスがイタリアを支配していたとき(当時のイタリアとは、タレントゥムからポセイドニアに至る沿岸地方のことであった)、ローマからの亡命者が彼のところへやって来たと述べている。
λέγει δὲ ὧδε·
そして、彼は次のように述べている。
ʽἐπεὶ δὲ Ἰταλὸς κατεγήρα, Μόργης ἐβασίλευσεν.
「イタロスが老いたとき、モルゲスが王となった。
ἐπὶ τούτου δὲ ἀνὴρ ἀφίκετο ἐκ Ῥώμης φυγάς·
この者の時代に、一人の男がローマから亡命者としてやって来た。
Σικελὸς ὄνομα αὐτῷ. ʼ
彼の名はシケロスであった。
§1.73.5κατὰ μὲν δὴ τὸν Συρακούσιον συγγραφέα παλαιά τις εὑρίσκεται καὶ προτεροῦσα τῶν Τρωικῶν πότερον δὲ περὶ τοὺς αὐτοὺς ἦν τόπους, ἐν οἷς ἡ νῦν οἰκουμένη πόλις ἐστίν, ἢ χωρίον ἕτερον ἐτύγχανεν οὕτως ὀνομαζόμενον ἀσαφὲς ἐκείνου καταλιπόντος οὐδʼ ἐγὼ δύναμαι συμβαλεῖν.
」このように、シラクサの歴史家によれば、トロイア戦争に先立つ古いローマが存在したことが見出される。 しかし、それが現在人々が住んでいる都市があるのと同じ場所の周りにあったのか、それともたまたまそのように呼ばれていた別の場所であったのかについては、彼が曖昧なままにしているため、私自身も推測することができない。
περὶ μὲν οὖν τῶν παλαιῶν κτίσεων ἱκανὰ ἡγοῦμαι τὰ προειρημένα.
それゆえ、古い創建に関しては、これまでに述べたことで十分であると考える。