Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §1.75.1-1.75.4

王たちの在位年数とローマ創建年代の算定

75 / 962 箇所 · ギリシア語

要旨

ロムルスから始まる王政期の歴代王の在位年数を提示し、これに基づいてローマ創建が第七回オリンピアードの第一年であることを算出する。

§1.75.1καὶ μὴν ἀπό γε τῆς ἐκβολῆς τῶν βασιλέων ἐπὶ τὸν πρῶτον ἄρξαντα τῆς πόλεως Ῥωμύλον ἀναβιβασθεὶς ὁ χρόνος ἔτη τέτταρα πρὸς τοῖς τετταράκοντα καὶ διακοσίοις ἀποτελεῖ.
さらに、王たちの追放から、この都市を最初に統治したロムルスまで遡って算定された時間は、二百四十四年になる。
γνωρίζεται δὲ τοῦτο ταῖς διαδοχαῖς τῶν βασιλέων καὶ τοῖς ἔτεσιν, οἷς ἕκαστοι κατέσχον τὴν ἀρχήν.
このことは、王たちの王位継承と、それぞれが支配を維持した年数によって確認される。
Ῥωμύλος μὲν γὰρ ὁ κτίσας τὴν πόλιν ἑπτὰ καὶ τριάκοντα ἔτη λέγεται κατασχεῖν τὴν δυναστείαν· μετὰ δὲ τὸν Ῥωμύλου θάνατον ἀβασίλευτος ἡ πόλις γενέσθαι χρόνον ἐνιαύσιον.
というのも、都市を創建したロムルスは三十七年間支配権を保持したと言われており、ロムロスの死後、都市は一年間、王のいない状態になったからである。
§1.75.2ἔπειτα Νόμας Πομπίλιος αἱρεθεὶς ὑπὸ τοῦ δήμου τρία καὶ τετταράκοντα ἔτη βασιλεῦσαι.
その後、民衆によって選出されたヌマ・ポンピリウスが四十三年間統治した。
Τύλλος δὲ Ὁστίλιος μετὰ Νόμαν δύο καὶ τριάκοντα.
ヌマの後のトゥッルス・ホスティリウスは三十二年間。
ὁ δʼ ἐπὶ τούτῳ βασιλεύσας Ἄγκος Μάρκιος τέτταρα πρὸς τοῖς εἴκοσι.
彼の次に統治したアンクス・マルキウスは二十四年間。
μετὰ δὲ Μάρκιον Λεύκιος Ταρκύνιος ὁ κληθεὶς Πρίσκος ὀκτὼ καὶ τριάκοντα.
マルキウスの後の、プリスクスと呼ばれたルキウス・タルクィニウスは三十八年間。
τοῦτον δὲ διαδεξάμενος Σερούϊος Τύλλιος τετταράκοντα καὶ τέτταρα.
これを受け継いだセルウィウス・トゥッリウスは四十四年間。
ὁ Σερούϊον δὲ ἀνελὼν Λεύκιος Ταρκύνιος ὁ τυραννικὸς καὶ διὰ τὴν τοῦ δικαίου ὑπεροψίαν κληθεὶς Σούπερβος ἕως εἰκοστοῦ καὶ πέμπτου προαγαγεῖν τὴν ἀρχήν.
そしてセルウィウスを殺害した、僭主的で、かつ正義を軽んじたためにスペルブスと呼ばれたルキウス・タルクィニウスは、その支配を二十五年まで進めた。
§1.75.3τεττάρων δὲ καὶ τετταράκοντα καὶ διακοσίων ἀναπληρουμένων ἐτῶν, ἃ κατέσχον οἱ βασιλεῖς, ὀλυμπιάδων δὲ μιᾶς καὶ ἑξήκοντα πᾶσα ἀνάγκη τὸν πρῶτον ἄρξαντα τῆς πόλεως Ῥωμύλον ἔτει πρώτῳ τῆς ἑβδόμης ὀλυμπιάδος παρειληφέναι τὴν βασιλείαν ἄρχοντος Ἀθήνησι τῆς δεκαετίας Χάροπας ἔτος πρῶτον.
王たちが支配した二百四十四年、すなわち六十一回のオリンピアードが満了すると、この都市を最初に統治したロムルスが、第七回オリンピアードの第一年に、アテナイにおいて十年の任期制のアルコンであるカロプスの最初の年に王権を引き継いだことは、絶対的な必然である。
τοῦτο γὰρ ὁ λογισμὸς τῶν ἐτῶν ἀπαιτεῖ.
なぜなら、この年数の計算がそれを要求するからである。
ὅτι δὲ τοσαῦτα ἕκαστος τῶν βασιλέων ἦρξεν ἔτη διʼ ἐκείνου δηλοῦταί μοι τοῦ λόγου.
王たちのそれぞれがこれだけの年数統治したことについては、私のあの著作において明らかにされている。
§1.75.4τὰ μὲν δὴ περὶ τοῦ χρόνου καθʼ ὃν ἡ νῦν δυναστεύουσα πόλις ᾠκίσθη τοῖς τε πρὸ ἐμοῦ γενομένοις εἰρημένα κἀμοὶ δοκοῦντα τοιάδʼ ἐστιν.
現在支配的である都市が創建された年代に関して、私の先人たちによって述べられ、私自身もそのように考える事柄は、以上の通りである。
οἰκισταὶ δʼ αὐτῆς οἵτινες ἦσαν καὶ τίσι τύχαις χρησάμενοι τὴν ἀποικίαν ἔστειλαν ὅσα τε ἄλλα περὶ τὴν κτίσιν ταύτην ἱστόρηται πολλοῖς μὲν εἴρηται καὶ διαφόρως τὰ πλεῖστα ἐνίοις, λεχθήσεται δὲ κἀμοὶ τὰ πιθανώτατα τῶν μνημονευομένων.
そして、その創建者たちが誰であったか、どのような運命に出会って植民を送り出したか、その他この創建に関して探究されている事柄は、多くの人々によって、また多くの部分は人によって様々に語られているが、私自身によっても、伝えられていることのうち最も説得力のあるものが述べられるだろう。
ἔχει δὲ ὧδε·
それは次の通りである。

語釈・文法注

  1. 1.75.1Ῥωμύλος μὲν γὰρ ὁ κτίσας τὴν πόλιν ἑπτὰ καὶ τριάκοντα ἔτη λέγεται κατασχεῖν τὴν δυναστείαν· μετὰ δὲ τὸν Ῥωμύλου θάνατον ἀβασίλευτος ἡ πόλις γενέσθαι χρόνον ἐνιαύσιον. — Ῥωμύλος(ロムルス)は動詞 λέγεται の主語として主格を取る(主格不定詞構文)が、後半の μετὰ δὲ... では対格不定詞構文へ移行しており、ἡ πόλις(都市)が対格、γενέσθαι(なること)が不定詞となり、全体として λέγεται の支配下にある。このような人称構文から非人称構文(または不定詞節の並列)への滑らかな移行は古典ギリシア語でしばしば見られる。
  2. 1.75.2ἕως εἰκοστοῦ καὶ πέμπτου προαγαγεῖν τὴν ἀρχήν — 動詞 προάγω(進める、引き延ばす)を、支配(τὴν ἀρχήν)の年数に対して用いることで、「支配を二十五年(の時点)まで引き延ばした」、すなわち「二十五年間統治した」という意味を表している。一見すると「二十五年(間)統治を推し進めた」とも読めるが、文脈上、在位期間の限界点を指している。
  3. 1.75.3ἄρχοντος Ἀθήνησι τῆς δεκαετίας Χάροπας — 属格独立(absolute genitive)の構文。「アテナイにおいて十年の任期制の(アルコンである)カロプスが統治しているときに」の意。'τῆς δεκαετίας'(十年の期間の)は、アテナイのアルコン職が終身制から十年任期制に移行した歴史的状況を指す属格。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §1.75.1-1.75.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.75.1-1.75.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。