§1.68.1ἃ δὲ αὐτός τε ἰδὼν ἐπίσταμαι καὶ δέος οὐδὲν ἀποκωλύει με περὶ αὐτῶν γράφειν τοιάδε ἐστί·
私自身が目にして知っており、それらについて書くことをいかなる畏怖も妨げない事柄は、次の通りである。
νεὼς ἐν Ῥώμῃ δείκνυται τῆς ἀγορᾶς οὐ πρόσω κατὰ τὴν ἐπὶ Καρίνας φέρουσαν ἐπίτομον ὁδὸν ὑπεροχῇ σκοτεινὸς ἱδρυμένος οὐ μέγας.
ローマにおいて、広場から遠くない、カリーナイへと通じる近道沿いの高台に、薄暗く建てられた、大きくはない神殿が示されている。
λέγεται δὲ κατὰ τὴν ἐπιχώριον γλῶτταν ὑπʼ Ἐλαίας τὸ χωρίον.
その場所は、現地の言葉で『エライアの下に』と呼ばれている。
ἐν δὲ τούτῳ κεῖνται τῶν Τρωικῶν θεῶν εἰκόνες, ἃς ἅπασιν ὁρᾶν θέμις, ἐπιγραφὴν ἔχουσαι δηλοῦσαν τοὺς Πενάτας.
そして、この神殿の中に、すべての人が見ることが許されているトロイアの神々の像が置かれており、それらはペナーテースであることを示す碑文を帯びている。
§1.68.2εἰσὶ δὲ νεανίαι δύο καθήμενοι δόρατα διειληφότες, τῆς παλαιᾶς ἔργα τέχνης.
それらは座った二人の若者であり、それぞれ槍を手にしており、古の技法による作品である。
πολλὰ δὲ καὶ ἄλλα ἐν ἱεροῖς ἀρχαίοις εἴδωλα τῶν θεῶν τούτων ἐθεασάμεθα, καὶ ἐν ἅπασι νεανίσκοι δύο στρατιωτικὰ σχήματα ἔχοντες φαίνονται.
我々は他の多くの古い神殿でも、これら神々の像を目にしたが、そのすべてにおいて、武人の姿をした二人の若者が表されている。
ὁρᾶν μὲν δὴ ταῦτα ἔξεστιν, ἀκούειν δὲ καὶ γράφειν ὑπὲρ αὐτῶν, ἃ Καλλίστρατός τε ὁ περὶ Σαμοθρᾴκης συνταξάμενος ἱστορεῖ καὶ Σάτυρος ὁ· τοὺς ἀρχαίους μύθους συναγαγὼν καὶ ἄλλοι συχνοί, παλαιότατος δὲ ὧν ἡμεῖς ἴσμεν ποιητὴς Ἀρκτῖνος.
これらを見ることは確かに許されているが、それらについて、サモトラケについて著述したカリストラトスや、古代の神話を集めたサテュロス、その他多くの人々が、そして我々の知る中で最も古い詩人であるアルクティノスが語っていることを、聞き、また書くことも許されている。
§1.68.3λέγουσι γοῦν ὧδε·
すなわち彼らは次のように語っている。
Χρύσην τὴν Πάλλαντος θυγατέρα γημαμένην Δαρδάνῳ φερνὰς ἐπενέγκασθαι δωρεὰς Ἀθηνᾶς τά τε Παλλάδια καὶ τὰ ἱερὰ τῶν μεγάλων θεῶν διδαχθεῖσαν αὐτῶν τὰς τελετάς.
パラスの娘クリュセーは、ダルダノスに嫁いだ際、アテナからの贈り物として、パラディオンと、大いなる神々の聖物を、それらの儀礼の伝授とともに、持参金として携えてきた。
ἐπειδὴ δὲ τὴν ἐπομβρίαν φεύγοντες Ἀρκάδες Πελοπόννησον μὲν ἐξέλιπον, ἐν δὲ τῇ Θρᾳκίᾳ νήσῳ τοὺς βίους ἱδρύσαντο, κατασκευάσαι τὸν Δάρδανον ἐνταῦθα τῶν θεῶν τούτων ἱερὸν ἀρρήτους τοῖς ἄλλοις ποιοῦντα τὰς ἰδίους αὐτῶν ὀνομασίας καὶ τὰς τελετὰς αὐτοῖς τὰς καὶ εἰς τόδε χρόνου γινομένας ὑπὸ Σαμοθρᾴκων ἐπιτελεῖν.
そして、大洪水を避けてアルカディア人たちがペロポネソスを去り、トラキアの島に生活の拠点を定めたとき、ダルダノスはそこにこれら神々の神殿を築き、その固有の名を他の人々に対して口外を禁じたものとし、今日に至るまでサモトラケ人によって執り行われている彼らのための儀礼を創始した、と。
§1.68.4ὡς δὲ μετῆγε τοῦ λεὼ τὴν πλείω μοῖραν εἰς τὴν Ἀσίαν τὰ μὲν ἱερὰ τῶν θεῶν καὶ τὰς τελετὰς τοῖς ὑπομείνασιν ἐν τῇ νήσῳ καταλιπεῖν· τὰ δὲ Παλλάδια καὶ τὰς τῶν θεῶν εἰκόνας κατασκευασάμενον ἀγαγέσθαι μετʼ αὐτοῦ.
そして、彼が民の大部分をアジアへと移住させた際、神々の聖物と儀礼は島に残留した人々のもとに残したが、パラディオンと神々の像は自ら準備して自らに伴わせた。
διαμαντευόμενον δὲ περὶ τῆς οἰκήσεως τά τε ἄλλα μαθεῖν καὶ περὶ τῶν ἱερῶν τῆς φυλακῆς τόνδε τὸν χρησμὸν λαβεῖν·
そして、住処について神託を求めた際、種々のことを知るとともに、聖物の守護に関して次の神託を受け取った、と。
"εἰς πόλιν ἣν κτίζῃσθα θεοῖς σέβας ἄφθιτον αἰεὶ θεῖναι, καὶ φυλακαῖς τε σέβειν θυσίαις τε χοροῖς τε.
「汝が建てる都市において、神々のために常に朽ちぬ敬意を捧げよ。 そして見張りによって、また犠牲と舞踊によってこれらを崇めよ。
ἔστʼ ἂν γὰρ τάδε σεμνὰ καθʼ ὑμετέρην χθόνα μίμνῃ δῶρα Διὸς κούρης ἀλόχῳ σέθεν, ἡ δὲ πόλις σοι ἔσται ἀπόρθητος τὸν ἀεὶ χρόνον ἤματα πάντα.
汝の妻に与えられたゼウスの娘の尊きこれら贈り物が、汝らの地に留まる限りは、汝の都市は常にとこしえに、いかなる日々も、攻略されることはないであろう。
"
」