§1.67.1ἐν δὲ τῇ κτίσει τῆς πόλεως θαῦμα μέγιστον λέγεται γενέσθαι.
新しい都市の創建において、きわめて大きな奇跡が起こったと言われている。
κατασκευασθέντος τοῖς ἕδεσι τῶν θεῶν, οὓς Αἰνείας ἐκ τῆς Τρωάδος ἠνέγκατο καὶ καθίδρυσεν ἐν τῷ Λαουϊνίῳ, ναοῦ χωρίον ἔχοντος ἄβατον καὶ τῶν ἱδρυμάτων ἐκ τοῦ Λαουϊνίου μετακομισθέντων εἰς τοῦτον τὸν μυχόν, ὑπὸ τὴν ἐπιοῦσαν νύκτα κεκλεισμένων τε ὡς μάλιστα τῶν θυρῶν καὶ οὐδὲν παθόντων οὔτε περιβόλων οὔτε ὀροφῶν διαμείψαντα τὰ βρέτη τὴν στάσιν ἐπὶ τῶν §1.67.2ἀρχαίων εὑρεθῆναι κείμενα βάθρων·
アイネイアスがトロイア地方から携えてきてラウィニウムに安置した神々の神像のために、立ち入りを禁じられた聖域を有する神殿が築かれ、その安置物がラウィニウムからこの奥まった内陣へと移された後のこと、翌る夜、扉がこれ以上ないほどしっかりと閉ざされ、囲い壁も屋根も何ら損傷を受けていないのにもかかわらず、神像たちが安置場所を変えて、元の台座の上に置かれているのが見出されたのである。
μετακομισθέντα δὲ αὖθις ἐκ τοῦ Λαουϊνίου σὺν ἱκετείαις καὶ θυσίαις ἀρεστηρίοις εἰς τὸ αὐτὸ χωρίον ὁμοίως ἀνελθεῖν.
そして、祈願と宥めの犠牲を伴って再びラウィニウムから同じ場所へと移されたが、同様に戻ってしまった。
τοὺς δὲ ἀνθρώπους τέως μὲν ἀπορεῖν ὅ τι χρήσονται τοῖς πράγμασιν οὔτε δίχα τῶν πατρῴων θεῶν οἰκεῖν ἀξιοῦντας οὔτε ἐπὶ τὴν ἐκλειφθεῖσαν οἴκησιν αὖθις ἀναστρέφειν, τελευτῶντας δὲ γνώμην εὑρέσθαι, ἣ ἔμελλεν ἀποχρώντως πρὸς ἀμφότερα ἕξειν·
人々はしばらくの間、父祖の神々なしで暮らすこともよしとせず、さりとて見捨てられたかつての住処へ再び戻ることも望まなかったため、事態をどう扱ってよいか途方に暮れていたが、最後には、両方の要求に対して十分にかなう解決策を見出した。
τὰ μὲν ἕδη κατὰ χώραν ἐᾶσαι μένειν, ἄνδρας δὲ τοὺς ἐπιμελησομένους αὐτῶν ἐκ τῆς Ἄλβας εἰς τὸ Λαουΐνιον αὖθις ἐποίκους μεταγαγεῖν.
すなわち、神像は元の場所にそのまま留まらせるが、それらの世話をするための人々を、アルバからラウィニウムへと再び入植者として移住させる、というものである。
καὶ ἐγένοντο οἱ πεμφθέντες ἑξακόσιοι μελεδωνοὶ τῶν ἱερῶν αὐτοῖς μεταναστάντες ἐφεστίοις·
そして、送られた人々は六百名に及び、自らの家財ともども移住して聖物の管理人となった。
ἡγεμὼν δʼ ἐπʼ αὐτοῖς ἐτάχθη Αἴγεστος.
彼らの上に指導者としてアイゲストスが任命された。
§1.67.3τοὺς δὲ θεοὺς τούτους Ῥωμαῖοι μὲν Πενάτας καλοῦσιν·
この神々を、ローマ人はペナーテースと呼んでいる。
οἱ δʼ ἐξερμηνεύοντες εἰς τὴν Ἑλλάδα γλῶσσαν τοὔνομα οἱ μὲν Πατρῴους ἀποφαίνουσιν, οἱ δὲ Γενεθλίους, εἰσὶ δʼ οἳ Κτησίους, ἄλλοι δὲ Μυχίους, οἱ δὲ Ἑρκείους.
その名をギリシア語に翻訳する人々は、ある者は「パトローオイ(父祖の神々)」とし、ある者は「ゲネトリオイ(一族の神々)」、またある者は「クテーシオイ(財産の神々)」、他の者は「ミュキオイ(奥処の神々)」、またある者は「ヘルケイオイ(生垣の神々)」と説明している。
ἔοικε δὲ τούτων ἕκαστος κατά τινος τῶν συμβεβηκότων αὐτοῖς ποιεῖσθαι τὴν ἐπίκλησιν κινδυνεύουσί τε πάντες ἁμως2γέπως τὸ αὐτὸ §1.67.4λέγειν.
彼らのそれぞれは、これら(神々)に付随する何らかの属性に基づいてその呼び名を付けているようであり、彼らは皆、どうにかして同じことを言おうとしているようである。
σχήματος δὲ καὶ μορφῆς αὐτῶν πέρι Τίμαιος μὲν ὁ συγγραφεὺς ὧδε ἀποφαίνεται·
彼らの形状と姿については、歴史家ティマイオスは次のように主張している。
κηρύκια σιδηρᾶ καὶ χαλκᾶ καὶ κέραμον Τρωικὸν εἶναι τὰ ἐν τοῖς ἀδύτοις τοῖς ἐν Λαουϊνίῳ κείμενα ἱερά, πυθέσθαι δὲ αὐτὸς ταῦτα παρὰ τῶν ἐπιχωρίων.
すなわち、ラウィニウムの内陣に置かれている聖なる品々は、鉄製および青銅製の伝令杖と、トロイアの土器であると。 そして、彼自身はこれらのことを地元の人々から聞き知ったのだという。
ἐγὼ δὲ ὅσα μὲν ὁρᾶν ἅπασιν οὐ θέμις οὔτε παρὰ τῶν ὁρώντων ἀκούειν οὔτε ἀναγράφειν οἴομαι δεῖν, νεμεσῶν δὲ καὶ τοῖς ἄλλοις, ὅσοι πλείω τῶν συγχωρουμένων ὑπὸ νόμου ζητεῖν ἢ γινώσκειν ἀξιοῦσιν.
しかし私は、すべての人々が見ることが許されていない事柄について、それを見た者から聞くことも、記録することもすべきではないと考えており、法によって許されている以上のことを探求したり知ろうとしたりする他の人々に対しても憤りを覚える。