§1.68.1ἃ δὲ αὐτός τε ἰδὼν ἐπίσταμαι καὶ δέος οὐδὲν ἀποκωλύει με περὶ αὐτῶν γράφειν τοιάδε ἐστί· νεὼς ἐν Ῥώμῃ δείκνυται τῆς ἀγορᾶς οὐ πρόσω κατὰ τὴν ἐπὶ Καρίνας φέρουσαν ἐπίτομον ὁδὸν ὑπεροχῇ σκοτεινὸς ἱδρυμένος οὐ μέγας.
但我自己亲眼所见而知晓、且没有任何敬畏阻碍我书写的内容如下:在罗马,离广场不远,在通往卡里纳埃的捷径旁的高地上,建有一座不大且昏暗的神庙。
λέγεται δὲ κατὰ τὴν ἐπιχώριον γλῶτταν ὑπʼ Ἐλαίας τὸ χωρίον.
用当地的语言来说,这个地方被称为“埃莱亚之下”。
ἐν δὲ τούτῳ κεῖνται τῶν Τρωικῶν θεῶν εἰκόνες, ἃς ἅπασιν ὁρᾶν θέμις, ἐπιγραφὴν ἔχουσαι δηλοῦσαν τοὺς Πενάτας.
其中安放着特洛伊神明的画像,这些画像是允许所有人观看的,并带有表明它们是佩纳特斯的铭文。
§1.68.2εἰσὶ δὲ νεανίαι δύο καθήμενοι δόρατα διειληφότες, τῆς παλαιᾶς ἔργα τέχνης.
它们是两个坐着的青年,各自手持长矛,是古老艺术的杰作。
πολλὰ δὲ καὶ ἄλλα ἐν ἱεροῖς ἀρχαίοις εἴδωλα τῶν θεῶν τούτων ἐθεασάμεθα, καὶ ἐν ἅπασι νεανίσκοι δύο στρατιωτικὰ σχήματα ἔχοντες φαίνονται.
我们还在其他许多古老的神庙里见过这些神明的雕像,在所有的雕像中,都呈现出两个身着军装的青年。
ὁρᾶν μὲν δὴ ταῦτα ἔξεστιν, ἀκούειν δὲ καὶ γράφειν ὑπὲρ αὐτῶν, ἃ Καλλίστρατός τε ὁ περὶ Σαμοθρᾴκης συνταξάμενος ἱστορεῖ καὶ Σάτυρος ὁ· τοὺς ἀρχαίους μύθους συναγαγὼν καὶ ἄλλοι συχνοί, παλαιότατος δὲ ὧν ἡμεῖς ἴσμεν ποιητὴς Ἀρκτῖνος.
观看这些确实是被允许的,而听闻和书写关于它们的事迹也是被允许的,正如撰写有关萨莫色雷斯历史的卡利斯特拉托斯、收集古代神话的萨蒂罗斯以及其他许多人所叙述的那样,其中我们所知道的最古老的诗人是阿克提努斯。
§1.68.3λέγουσι γοῦν ὧδε· Χρύσην τὴν Πάλλαντος θυγατέρα γημαμένην Δαρδάνῳ φερνὰς ἐπενέγκασθαι δωρεὰς Ἀθηνᾶς τά τε Παλλάδια καὶ τὰ ἱερὰ τῶν μεγάλων θεῶν διδαχθεῖσαν αὐτῶν τὰς τελετάς.
也就是说,他们这样叙述:帕拉斯的女儿克律塞嫁给达尔达诺斯时,带来了雅典娜的礼物作为嫁妆,即帕拉迪翁神像和大神的圣物,并且她已被传授了这些神明的仪式。
ἐπειδὴ δὲ τὴν ἐπομβρίαν φεύγοντες Ἀρκάδες Πελοπόννησον μὲν ἐξέλιπον, ἐν δὲ τῇ Θρᾳκίᾳ νήσῳ τοὺς βίους ἱδρύσαντο, κατασκευάσαι τὸν Δάρδανον ἐνταῦθα τῶν θεῶν τούτων ἱερὸν ἀρρήτους τοῖς ἄλλοις ποιοῦντα τὰς ἰδίους αὐτῶν ὀνομασίας καὶ τὰς τελετὰς αὐτοῖς τὰς καὶ εἰς τόδε χρόνου γινομένας ὑπὸ Σαμοθρᾴκων ἐπιτελεῖν.
当阿卡迪亚人为了逃避洪水而离开伯罗奔尼撒,并在色雷斯的岛屿上定居下来时,达尔达诺斯在那里为这些神明建造了神庙,使它们独特的名字对其他人保密,并为它们创立了直到今天仍由萨莫色雷斯人举行的仪式。
§1.68.4ὡς δὲ μετῆγε τοῦ λεὼ τὴν πλείω μοῖραν εἰς τὴν Ἀσίαν τὰ μὲν ἱερὰ τῶν θεῶν καὶ τὰς τελετὰς τοῖς ὑπομείνασιν ἐν τῇ νήσῳ καταλιπεῖν· τὰ δὲ Παλλάδια καὶ τὰς τῶν θεῶν εἰκόνας κατασκευασάμενον ἀγαγέσθαι μετʼ αὐτοῦ.
而当他把大部分人口迁往亚洲时,他将诸神的圣物和仪式留给了留在岛上的人,但将帕拉迪翁和神像自己备妥并随身带走。
διαμαντευόμενον δὲ περὶ τῆς οἰκήσεως τά τε ἄλλα μαθεῖν καὶ περὶ τῶν ἱερῶν τῆς φυλακῆς τόνδε τὸν χρησμὸν λαβεῖν· "εἰς πόλιν ἣν κτίζῃσθα θεοῖς σέβας ἄφθιτον αἰεὶ θεῖναι, καὶ φυλακαῖς τε σέβειν θυσίαις τε χοροῖς τε.
在为居住地求取神谕时,他不仅得知了其他事情,还得到了关于守护圣物的以下神谕: “在你所建立的城市中,要始终为诸神树立永恒的敬意,并以守卫、祭祀和歌舞来崇敬他们。
ἔστʼ ἂν γὰρ τάδε σεμνὰ καθʼ ὑμετέρην χθόνα μίμνῃ δῶρα Διὸς κούρης ἀλόχῳ σέθεν, ἡ δὲ πόλις σοι ἔσται ἀπόρθητος τὸν ἀεὶ χρόνον ἤματα πάντα.
因为只要这些庄严的、由宙斯之女赠予你妻子的礼物留在你们的土地上,你的城市就将永远不被攻破,历经万世。
"
”