§1.69.1Δάρδανον μὲν ἐν τῇ κτισθείσῃ τε ὑφʼ ἑαυτοῦ καὶ ὀνομασίας ὁμοίας τυχούσῃ πόλει τὰ ἕδη καταλιπεῖν, Ἰλίου δʼ ἐν ὑστέρῳ χρόνῳ συνοικισθέντος ἐκεῖσε μετενεχθῆναι πρὸς τῶν ἐγγόνων αὐτοῦ τὰ ἱερά.
ダルダノスは、自らによって建てられ、かつ同様の名を得た都市にそれらの像を残したが、後世にイリオンが創建された際、彼の子孫たちによって聖物がそこへと移された、と。
ποιήσασθαι δὲ τοὺς Ἰλιεῖς νεών τε καὶ ἄδυτον αὐτοῖς ἐπὶ τῆς ἄκρας καὶ φυλάττειν διʼ ἐπιμελείας ὅσης ἐδύναντο πλείστης θεόπεμπτά τε ἡγουμένους εἶναι καὶ σωτηρίας κύρια τῇ πόλει.
そしてイリオンの人々は、砦の上に彼らのために神殿と至聖所を造り、それらが天から送られたものであり、都市の守護を司るものであると考えて、できる限り最大の注意を払って守護した、と。
§1.69.2ἁλισκομένης δὲ τῆς κάτω πόλεως τὸν Αἰνείαν καρτερὸν τῆς ἄκρας γενόμενον, ἄραντα ἐκ τῶν ἀδύτων τά τε ἱερὰ τῶν μεγάλων θεῶν καὶ ὅπερ ἔτι περιῆν Παλλάδιον ʽθάτερον γὰρ Ὀδυσσέα καὶ Διομήδην νυκτός φασιν εἰς Ἴλιον ἀφικομένους κλοπῇ λαβεῖνʼ οἴχεσθαί τε κομίσαντα ἐκ τῆς πόλεως καὶ ἐλθεῖν ἄγοντα εἰς Ἰταλίαν.
そして、下の町が占領されつつあるとき、アイネイアスは砦を掌握し、至聖所から、大いなる神々の聖物と、まだ残っていた方のパラディオンを取り出すと(というのも、もう一方はオデュッセウスとディオメデスが夜にイリオンに来て盗み取ったと言われているからである)、都市から運び去り、イタリアへと携えて去っていった、と。
§1.69.3Ἀρκτῖνος δέ φησιν ὑπὸ Διὸς δοθῆναι Δαρδάνῳ Παλλάδιον ἓν καὶ εἶναι τοῦτο ἐν Ἰλίῳ τέως ἡ πόλις ἡλίσκετο κεκρυμμένον ἐν ἀβάτῳ·
しかし、アルクティノスは、ゼウスからダルダノスに1つのパラディオンが与えられ、これは、都市が占領されるまでずっと、イリオンの立ち入りを禁じられた場所に隠されていた、と言っている。
εἰκόνα δʼ ἐκείνου κατεσκευασμένην ὡς μηδὲν τῆς ἀρχετύπου διαφέρειν ἀπάτης τῶν ἐπιβουλευόντων ἕνεκεν ἐν φανερῷ τεθῆναι καὶ αὐτὴν Ἀχαιοὺς ἐπιβουλεύσαντας λαβεῖν.
そして、それに対する企みを持つ者を欺くために、その原型とまったく違わないように作られた複製が人目に触れる場所に置かれており、アカイア人たちが策を講じて奪い取ったのはまさにこの複製であった、と。
§1.69.4τὰ μὲν οὖν εἰς Ἰταλίαν ὑπʼ Αἰνείου κομισθέντα ἱερὰ τοῖς εἰρημένοις ἀνδράσι πειθόμενος γράφω τῶν τε μεγάλων θεῶν εἰκόνας εἶναι, οὓς Σαμοθρᾷκες Ἑλλήνων μάλιστα ὀργιάζουσι, καὶ τὸ μυθευόμενον Παλλάδιον, ὅ φασι τὰς ἱερὰς φυλάττειν παρθένους ἐν ναῷ κείμενον Ἑστίας, ἔνθα καὶ τὸ ἀθάνατον διασώζεται πῦρ·
それゆえ、アイネイアスによってイタリアに運ばれた聖物について、私は先述の人々の説を信じて、それらは大いなる神々の像(これらはギリシア人の中でもサモトラケ人が最も熱心に祀っているものであるが)であり、また伝説のパラディオン(これについては、聖なる乙女たちがヘスティアの神殿の中に安置して守護していると人々は言っているが、そこには不死の火も保存されている)である、と記すのである。
ὑπὲρ ὧν ἐν ὑστέρῳ λεχθήσεται λόγῳ.
これらについては後の書において語られるであろう。
εἴη δʼ ἂν καὶ παρὰ ταῦτα τοῖς βεβήλοις ἡμῖν ἄδηλα ἕτερα.
また、これら以外にも、秘儀に参入していない我々には明らかでない他の事柄もあるかもしれない。
καὶ περὶ μὲν τῶν Τρωικῶν ἱερῶν τοσαῦτα εἰρήσθω.
トロイアの聖物については、これくらいにしておこう。