§1.6.1πρώτου μὲν, ὅσα κἀμὲ εἰδέναι, τὴν Ῥωμαϊκὴν ἀρχαιολογίαν ἐπιδραμόντος Ἱερωνόμου τοῦ Καρδιανοῦ συγγραφέως ἐν τῇ περὶ τῶν ἐπιγόνων πραγματείᾳ·
私の知る限りでは、カルディアの歴史家ヒエロニュモスが『後継者伝』の中でローマの古代史を真っ先に素描したのが最初である。
ἔπειτα Τιμαίου τοῦ Σικελιώτου τὰ μὲν ἀρχαῖα τῶν ἱστοριῶν ἐν ταῖς κοιναῖς ἱστορίαις ἀφηγησαμένου, τοὺς δὲ πρὸς Πύρρον τὸν Ἠπειρώτην πολέμους εἰς ἰδίαν καταχωρίσαντος πραγματείαν·
次に、シケリアのティマイオスが、古代の出来事をその通史において語り、エペイロス王ピュロスとの戦争を独自の著作に分類した。
ἅμα δὲ τούτοις Ἀντιγόνου τε καὶ Πολυβίου καὶ Σιληνοῦ καὶ μυρίων ἄλλων τοῖς αὐτοῖς πράγμασιν οὐχ ὁμοίως ἐπιβαλόντων, ὧν ἕκαστος ὀλίγα καὶ οὐδὲ ἀκριβῶς αὐτῷ διεσπουδασμένα, ἀλλʼ ἐκ τῶν ἐπιτυχόντων ἀκουσμάτων συνθεὶς ἀνέγραψεν.
そして、これらと同時にアンティゴノス、ポリュビオス、シレノス、その他無数の人々が同じ事柄に等しくない仕方で取り組んだが、彼らはそれぞれわずかな事柄を、それも自ら正確に精査することなく、たまたま耳にした噂から編集して記録したにすぎない。
§1.6.2ὁμοίας δὲ τούτοις καὶ οὐδὲν διαφόρους ἐξέδωκαν ἱστορίας καὶ Ῥωμαίων ὅσοι τὰ παλαιὰ ἔργα τῆς πόλεως Ἑλληνικῇ διαλέκτῳ συνέγραψαν, ὧν εἰσι πρεσβύτατοι Κόιντός τε Φάβιος καὶ Λεύκιος Κίγκιος, ἀμφότεροι κατὰ τοὺς Φοινικικοὺς ἀκμάσαντες πολέμους.
これらと同様で何ら異ならない歴史を、ローマ人のうちでこの都市の古代の業績をギリシア語で記述した者たちも公表した。 彼らのうちで最古の者はクイントゥス・ファビウスとルキウス・キンキウスであり、両者ともポエニ戦争の期に全盛期を迎えた。
τούτων δὲ τῶν ἀνδρῶν ἑκάτερος, οἷς μὲν αὐτὸς ἔργοις παρεγένετο, διὰ τὴν ἐμπειρίαν ἀκριβῶς ἀνέγραψε, τὰ δὲ ἀρχαῖα τὰ μετὰ τὴν κτίσιν τῆς πόλεως γενόμενα κεφαλαιωδῶς ἐπέδραμεν.
これら二人の人物は、それぞれ自分が直接立ち会った業績については経験に基づいて正確に記述したが、都市の建国後に起こった古代の事柄については、要約的に素描するにとどまった。
§1.6.3διὰ ταύτας μὲν δὴ τὰς αἰτίας ἔδοξέ μοι μὴ παρελθεῖν καλὴν ἱστορίαν ἐγκαταλειφθεῖσαν ὑπὸ τῶν πρεσβυτέρων ἀμνημόνευτον, ἐξ ἧς ἀκριβῶς γραφείσης συμβήσεται τὰ κράτιστα καὶ δικαιότατα τῶν ἔργων·
まさにこれらのような理由から、私は、先人たちによって見捨てられ記憶されないままに放置されていた美しい歴史を、そのまま見過ごしてはならないと考えた。 その歴史が正確に記述されるならば、最も優れ最も正義に適った業績に次のような結果をもたらすことになるだろう。
τοῖς μὲν ἐκπεπληρωκόσι τὴν ἑαυτῶν μοῖραν ἀνδράσιν ἀγαθοῖς δόξης αἰωνίου τυχεῖν καὶ πρὸς τῶν ἐπιγιγνομένων ἐπαινεῖσθαι, ἅ ποιεῖ τὴν θνητὴν φύσιν ὁμοιοῦσθαι τῇ θείᾳ καὶ μὴ συναποθνήσκειν τὰ ἔργα τοῖς σώμασι·
すなわち、自らの運命を満たした善き男たちにとっては、永遠の栄光を得て、後世の人々から称賛されること。 それが朽ちるべき人間の性質を神の性質に似せ、その業績が肉体とともに死に果てないようにするのである。
§1.6.4τοῖς δὲ ἀπʼ ἐκείνων τῶν ἰσοθέων ἀνδρῶν νῦν τε οἶσι καὶ ὕστερον ἐσομένοις μὴ τὸν ἥδιστόν τε καὶ ῥᾷστον αἱρεῖσθαι τῶν βίων, ἀλλὰ τὸν εὐγενέστατον καὶ φιλοτιμότατον, ἐνθυμουμένους ὅτι τοὺς εἰληφότας καλὰς τὰς πρώτας ἐκ τοῦ γένους ἀφορμὰς μέγα ἐφʼ ἑαυτοῖς προσήκει φρονεῖν καὶ μηδὲν ἀνάξιον ἐπιτηδεύειν τῶν προγόνων·
また、それら神のごとき人々の子孫であり、今生きている人々および将来生まれるであろう人々にとっては、最も快く最も容易な生を選ぶのではなく、最も気高く最も名誉を重んじる生を選ぶこと。 彼らは、自らの家系から美しい最初の拠り所を受け取った者には、自分自身を大いに誇りとし、祖先に不当な行為を一切行わないことがふさわしいということを心に留めつつ。
§1.6.5ἐμοὶ δὲ, ὃς οὐχὶ κολακείας χάριν ἐπὶ ταύτην ἀπέκλινα τὴν πραγματείαν, ἀλλὰ τῆς ἀληθείας καὶ τοῦ δικαίου προνοούμενος, ὧν δεῖ στοχάζεσθαι πᾶσαν ἱστορίαν, πρῶτον μὲν ἐπιδείξασθαι τὴν ἐμαυτοῦ διάνοιαν, ὅτι χρηστὴ πρὸς ἅπαντας ἐστὶ τοὺς ἀγαθοὺς καὶ φιλοθεώρους τῶν καλῶν ἔργων καὶ μεγάλων· ἔπειτα χαριστηρίους ἀμοιβάς, ἃς ἐμοὶ δύναμις ἦν, ἀποδοῦναι τῇ πόλει, παιδείας τε μεμνημένῳ καὶ τῶν ἄλλων ἀγαθῶν ὅσων ἀπέλαυσα διατρίψας ἐν αὐτῇ.
アンド私自身(この著作に傾倒したのは、お世辞のためではなく、あらゆる歴史が目指すべき真実と正義を顧みてのことであるが)にとっては、第一に、私の意図がすべての善き人々や美しい偉大な業績を愛好する人々に対して好意的なものであることを示すこと、第二に、教育やその他この都市で過ごす中で享受したあらゆる恩恵を心に留め、私が持ちうる限りの感謝の報いをこの都市に捧げること。