Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.6.1-1.6.5

早期史家的不足与撰写准确罗马史的动机

第 6 段,共 962 段 · 希腊语

内容简介

作者指出以往论及罗马早期历史的希腊与罗马历史学家的不足,并阐述了自己亲自撰写一部准确的罗马史的动机,以及由此带来的伦理与个人意义。

§1.6.1πρώτου μὲν, ὅσα κἀμὲ εἰδέναι, τὴν Ῥωμαϊκὴν ἀρχαιολογίαν ἐπιδραμόντος Ἱερωνόμου τοῦ Καρδιανοῦ συγγραφέως ἐν τῇ περὶ τῶν ἐπιγόνων πραγματείᾳ· ἔπειτα Τιμαίου τοῦ Σικελιώτου τὰ μὲν ἀρχαῖα τῶν ἱστοριῶν ἐν ταῖς κοιναῖς ἱστορίαις ἀφηγησαμένου, τοὺς δὲ πρὸς Πύρρον τὸν Ἠπειρώτην πολέμους εἰς ἰδίαν καταχωρίσαντος πραγματείαν· ἅμα δὲ τούτοις Ἀντιγόνου τε καὶ Πολυβίου καὶ Σιληνοῦ καὶ μυρίων ἄλλων τοῖς αὐτοῖς πράγμασιν οὐχ ὁμοίως ἐπιβαλόντων, ὧν ἕκαστος ὀλίγα καὶ οὐδὲ ἀκριβῶς αὐτῷ διεσπουδασμένα, ἀλλʼ ἐκ τῶν ἐπιτυχόντων ἀκουσμάτων συνθεὶς ἀνέγραψεν.
就我所知,首先是卡尔迪亚的历史学家希罗尼穆斯在其关于继承者的著作中略微涉及了罗马的古史;其次是西西里的提迈乌斯,他在通史中叙述了古代的历史,并将与伊庇鲁斯国王皮洛士的战争归入专著之中;与他们同时,安提柯、波利比乌斯、西勒努斯以及无数其他人也不同程度地致力于相同的事迹,他们每个人都只记录了很少的事情,而且并非由自己精确考证,而是根据偶然听闻的传言编纂而成。
§1.6.2ὁμοίας δὲ τούτοις καὶ οὐδὲν διαφόρους ἐξέδωκαν ἱστορίας καὶ Ῥωμαίων ὅσοι τὰ παλαιὰ ἔργα τῆς πόλεως Ἑλληνικῇ διαλέκτῳ συνέγραψαν, ὧν εἰσι πρεσβύτατοι Κόιντός τε Φάβιος καὶ Λεύκιος Κίγκιος, ἀμφότεροι κατὰ τοὺς Φοινικικοὺς ἀκμάσαντες πολέμους.
与这些相似且毫无二致的历史,也被那些用希腊语撰写该城古代业绩的罗马人所发表,其中最古老的是昆图斯·法比乌斯和卢基乌斯·辛基乌斯,两人都在布匿战争时期达到鼎盛。
τούτων δὲ τῶν ἀνδρῶν ἑκάτερος, οἷς μὲν αὐτὸς ἔργοις παρεγένετο, διὰ τὴν ἐμπειρίαν ἀκριβῶς ἀνέγραψε, τὰ δὲ ἀρχαῖα τὰ μετὰ τὴν κτίσιν τῆς πόλεως γενόμενα κεφαλαιωδῶς ἐπέδραμεν.
这两位人物中,每个人都凭借自己的经验,精确地记录了自己亲身参与的业绩,而对于建城后发生的古代事迹,则仅作了概要式的略述。
§1.6.3διὰ ταύτας μὲν δὴ τὰς αἰτίας ἔδοξέ μοι μὴ παρελθεῖν καλὴν ἱστορίαν ἐγκαταλειφθεῖσαν ὑπὸ τῶν πρεσβυτέρων ἀμνημόνευτον, ἐξ ἧς ἀκριβῶς γραφείσης συμβήσεται τὰ κράτιστα καὶ δικαιότατα τῶν ἔργων·
正是因为这些原因,我认为不应放任一部被前辈遗忘而未被记载的优美历史付诸阙如。
τοῖς μὲν ἐκπεπληρωκόσι τὴν ἑαυτῶν μοῖραν ἀνδράσιν ἀγαθοῖς δόξης αἰωνίου τυχεῖν καὶ πρὸς τῶν ἐπιγιγνομένων ἐπαινεῖσθαι, ἅ ποιεῖ τὴν θνητὴν φύσιν ὁμοιοῦσθαι τῇ θείᾳ καὶ μὴ συναποθνήσκειν τὰ ἔργα τοῖς σώμασι· §1.6.4τοῖς δὲ ἀπʼ ἐκείνων τῶν ἰσοθέων ἀνδρῶν νῦν τε οἶσι καὶ ὕστερον ἐσομένοις μὴ τὸν ἥδιστόν τε καὶ ῥᾷστον αἱρεῖσθαι τῶν βίων, ἀλλὰ τὸν εὐγενέστατον καὶ φιλοτιμότατον, ἐνθυμουμένους ὅτι τοὺς εἰληφότας καλὰς τὰς πρώτας ἐκ τοῦ γένους ἀφορμὰς μέγα ἐφʼ ἑαυτοῖς προσήκει φρονεῖν καὶ μηδὲν ἀνάξιον ἐπιτηδεύειν τῶν προγόνων· §1.6.5ἐμοὶ δὲ, ὃς οὐχὶ κολακείας χάριν ἐπὶ ταύτην ἀπέκλινα τὴν πραγματείαν, ἀλλὰ τῆς ἀληθείας καὶ τοῦ δικαίου προνοούμενος, ὧν δεῖ στοχάζεσθαι πᾶσαν ἱστορίαν, πρῶτον μὲν ἐπιδείξασθαι τὴν ἐμαυτοῦ διάνοιαν, ὅτι χρηστὴ πρὸς ἅπαντας ἐστὶ τοὺς ἀγαθοὺς καὶ φιλοθεώρους τῶν καλῶν ἔργων καὶ μεγάλων· ἔπειτα χαριστηρίους ἀμοιβάς, ἃς ἐμοὶ δύναμις ἦν, ἀποδοῦναι τῇ πόλει, παιδείας τε μεμνημένῳ καὶ τῶν ἄλλων ἀγαθῶν ὅσων ἀπέλαυσα διατρίψας ἐν αὐτῇ.
如果这部历史被精确地撰写,将会产生以下结果:对于那些已经完成了自己命运的善人来说,获得永恒的名望并受到后世的称赞,这使终有一死的人性得以与神性相似,并使他们的业绩不至于与肉体一同消亡;对于那些神一般的人物的后代中现存及后世的人来说,不选择最愉快、最轻松的生活,而选择最高贵、最追求荣誉的生活,他们应当牢记,对于从家族中继承了良好起点的人来说,理应自重,且绝不做出任何有辱祖先的行为;而对于我(我转向这部著作并非为了阿谀奉承,而是出于对真理和正义的关照,这正是所有历史所必须追求的目标)来说,首先是展示我自己的心志,即对于所有善人以及高贵伟大业绩的赞赏者而言,它是善意的;其次是尽我所能,向这座城邦献上感恩的回报,因我始终铭记在这里生活期间所享受到的教育及其他一切恩泽。

词汇与语法注释

  1. 17ὅσα κἀμὲ εἰδέναι — 动词不定式的限制性绝对用法,意为“就我所知”。其中的 κἀμέ 是 καὶ ἐμέ 的合音(crasis),在此起强调作用。
  2. 18ὧν ἕκαστος ... ἀνέγραψεν — 由关系代词 ὧν 引导的从句,接在一连属格独立分词结构(ἐπιδραμόντος Ἱερωνόμου, ἀφηγησαμένου ... Τιμαίου, ἐπιβαλόντων ... Ἀντιγόνου 等)之后。在语法上它作为一个独立的成分(动词 ἀνέγραψεν 为直陈式过去时)发挥作用,概括性地说明了前述历史学家研究的不充分。
  3. 19συμβήσεται — 主句的无人称动词 συμβήσεται(“将产生……的结果”)支配了三个与格对象(τοῖς μὲν ... ἀνδράσιν, τοῖς δὲ ... ἐσομένοις, 以及 ἐμοὶ δὲ)及其各自对应的动词不定式(τυχεῖν καὶ ἐπαινεῖσθαι, αἱρεῖσθαι, 以及 ἐπιδείξασθαι ... ἀποδοῦναι),这些不定式在语法上充当 συμβήσεται 的实质主语。
  4. 1.6.4ἐνθυμουμένους — 宾格、复数、阳性的现在分词。其逻辑主语虽为与格的 τοῖς δὲ ... ἐσομένοις(“对于现存及后世的人们”),但受其修饰的动词不定式 αἱρεῖσθαι 的逻辑主语(宾格)的影响,发生了宾格吸引(attraction)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.6.1-1.6.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.6.1-1.6.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。