§1.5.1ταύτας δὴ τὰς πεπλανημένας, ὥσπερ ἔφην, ὑπολήψεις ἐξελέσθαι τῆς διανοίας τῶν πολλῶν προαιρούμενος καὶ ἀντικατασκευάσαι τὰς ἀληθεῖς, περὶ μὲν τῶν οἰκισάντων τὴν πόλιν, οἵτινες ἦσαν καὶ κατὰ τίνας ἕκαστοι καιροὺς συνῆλθον καὶ τίσι τύχαις χρησάμενοι τὰς πατρίους οἰκήσεις ἐξέλιπον, ἐν ταύτῃ δηλώσω τῇ γραφῇ, διʼ ἧς Ἕλληνάς τε αὐτοὺς ὄντας ἐπιδείξειν ὑπισχνοῦμαι καὶ οὐκ ἐκ τῶν ἐλαχίστων ἢ §1.5.2φαυλοτάτων ἐθνῶν συνεληλυθότας.
先に述べたように、これら誤った思い込みを多くの人々の心から取り除き、その代わりに真実の認識を打ち立てたいと私は望んでいる。 都市の建国者たちについて、彼らが誰であり、それぞれがいかなる時期に集い、どのような運命に見舞われて祖国の住処を後にしたのかについては、本書において明らかにしよう。 本書を通じて、彼らがギリシア人であり、決して最も小さくも卑しくもない諸民族から集まった者たちであることを私は示すと約束する。
περὶ δὲ τῶν πράξεων, ἃς μετὰ τὸν οἰκισμὸν εὐθέως ἀπεδείξαντο, καὶ περὶ τῶν ἐπιτηδευμάτων, ἐξ ὧν εἰς τοσαύτην ἡγεμονίαν προῆλθον οἱ μετʼ αὐτοὺς, ἀπὸ τῆς μετὰ ταύτην ἀρξάμενος ἀναγραφῆς ἀφηγήσομαι, παραλιπὼν οὐδὲν ὅση μοι δύναμις τῶν ἀξίων ἱστορίας, ἵνα τοῖς γε μαθοῦσι τὴν ἀλήθειαν ἃ προσήκει περὶ τῆς πόλεως τῆσδε παραστῇ φρονεῖν, εἰ μὴ παντάπασιν ἀγρίως καὶ δυσμενῶς διάκεινται πρὸς αὐτήν, καὶ μήτε ἄχθεσθαι τῇ ὑποτάξει κατὰ τὸ εἰκὸς γενομένῃ ʽφύσεως γὰρ δὴ νόμος ἅπασι κοινός, ὃν οὐδεὶς καταλύσει χρόνος, ἄρχειν ἀεὶ τῶν ἡττόνων τοὺς κρείττονασʼ μήτε κατηγορεῖν τῆς τύχης, ὡς οὐκ ἐπιτηδείῳ πόλει τηλικαύτην ἡγεμονίαν καὶ τοσοῦτον ἤδη χρόνον προῖκα δωρησαμένης·
彼らが建国の直後に示した業績と、彼らの末裔がそれによってこれほど大きな覇権へと進むことになった慣習については、この次の記述から始めて語ることにする。 歴史に値する事柄を、私の及ぶ限りの力で何一つ漏らすことなく語るつもりである。 それは、真実を学んだ人々が、この都市について抱くべき考えを持つようになるためである ―― もし彼らがこの都市に対して完全に荒々しく、敵意に満ちた態度をとっていないのであれば。 そして、当然の結果として生じた服従に対して不満を抱くこともなく(なぜなら「強者が常に弱者を支配することは、いかなる時間も覆すことのできない、すべての人に共通する自然の掟である」からだ)、また、ふさわしくない都市に対してこれほど大きな覇権を、しかもすでにこれほど長い期間にわたって、ただで与えてしまったとして運命を非難することもないようにするためである。
§1.5.3μαθοῦσί γε δὴ παρὰ τῆς ἱστορίας, ὅτι μυρίας ἤνεγκεν ἀνδρῶν ἀρετὰς εὐθὺς ἐξ ἀρχῆς μετὰ τὸν οἰκισμὸν, ὧν οὔτʼ εὐσεβεστέρους οὔτε δικαιοτέρους οὔτε σωφροσύνῃ πλείονι παρὰ πάντα τὸν βίον χρησαμένους οὐδέ γε τὰ πολέμια κρείττους ἀγωνιστὰς οὐδεμία πόλις ἤνεγκεν οὔτε Ἑλλὰς οὔτε βάρβαρος, εἰ δὴ ἀπέσται τοῦ λόγου τὸ ἐπίφθονον·
彼らが歴史から、建国の直後、最初からこの都市が数限りない人々の徳を生み出してきたことを学ぶならば ―― その人々よりも敬虔な者も、より正しい者も、生涯を通じてより大きな節制を保った者も、また戦争においてより優れた戦士をも、ギリシアであれ野蛮国であれ、いかなる都市も生み出したことはないのだが ―― もし私の言明から不快感が遠ざけられるならばの話である。
ἔχει γάρ τι καὶ τοιοῦτον ἡ τῶν παραδόξων καὶ θαυμαστῶν ὑπόσχεσις.
なぜなら、予想外で驚くべき事柄を約束することは、そうした性質(反感を招くこと)を幾分か帯びるものだからである。
§1.5.4οἱ δὲ σύμπαντες οἱ τοσοῦτο περιθέντες αὐτῇ δυναστείας μέγεθος ἀγνοοῦνται πρὸς Ἑλλήνων, οὐ τυχόντες ἀξιολόγου συγγραφέως·
しかし、ローマにこれほど大きな支配の規模をもたらした人々は皆、優れた歴史家に恵まれなかったために、ギリシア人には知られていない。
οὐδεμία γὰρ ἀκριβὴς ἐξελήλυθε περὶ αὐτῶν Ἑλληνὶς ἱστορία μέχρι τῶν καθʼ ἡμᾶς χρόνων, ὅτι μὴ κεφαλαιώδεις ἐπιτομαὶ πάνυ βραχεῖαι,
なぜなら、私たちの時代に至るまで、極めて短い要約を除いては、彼らに関する正確なギリシア語の歴史書は一つも世に出ていないからである。