Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §1.7.1-1.7.4

著者の調査準備と本書が扱う対象範囲

7 / 962 箇所 · ギリシア語

要旨

著者はローマで過ごした22年の歳月、ラテン語の習得、博学な人々や主要なローマ人歴史家たちの資料に依拠した執筆の準備過程を明かした上で、今後叙述する歴史の対象範囲と構成について予告を始める。

§1.7.1ἀποδεδωκὼς δὲ τὸν ὑπὲρ τῆς προαιρέσεως λόγον ἔτι βούλομαι καὶ περὶ τῶν ἀφορμῶν εἰπεῖν, αἷς ἐχρησάμην ὅτʼ ἔμελλον ἐπιχειρεῖν τῇ γραφῇ·
自らの意図についての説明を終えたので、私はさらに、執筆に取りかかろうとしたときに利用した情報源について語りたいと思う。
ἴσως γὰρ οἱ προανεγνωκότες Ἱερώνυμον ἢ Τίμαιον ἢ Πολύβιον ἢ τῶν ἄλλων τινὰ συγγραφέων, ὑπὲρ ὧν ἐποιησάμην λόγον ὀλίγῳ πρότερον ὡς ἐπισεσυρκότων τὴν γραφήν, πολλὰ τῶν ὑπʼ ἐμοῦ γραφομένων οὐχ εὑρηκότες παρʼ ἐκείνοις κείμενα σχεδιάζειν υπολήψονταί με καὶ πόθεν ἡ τούτων γνῶσις εἰς ἐμὲ παραγέγονεν ἀξιώσουσι μαθεῖν.
というのも、ヒエロニュモスやティマイオス、ポリュビオス、あるいは、私が少し前にぞんざいな執筆をしたとして言及した他の歴史家たちの著作をあらかじめ読んだことのある人々は、私が書いたことの多くが彼らのうちに見いだされないのを見て、私がでっち上げをしていると思い込み、また、これらの知識がどこから私のもとにもたらされたのかを知りたがるであろうからだ。
ἵνα δὴ μὴ τοιαύτη δόξα παραστῇ τισι περὶ ἐμοῦ, βέλτιον ἀφʼ ὧν ὡρμήθην λόγων τε καὶ §1.7.2ὑπομνηματισμῶν προειπεῖν.
そこで、私についてそのような疑念が生じないように、私がどのような資料や覚書から出発したのかを予め述べておくのがよい。
ἐγὼ καταπλεύσας εἰς Ἰταλίαν ἅμα τῷ καταλυθῆναι τὸν ἐμφύλιον πόλεμον ὑπὸ τοῦ Σεβαστοῦ Καίσαρος ἑβδόμης καὶ ὀγδοηκοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος μεσούσης, καὶ τὸν ἐξ ἐκείνου χρόνον ἐτῶν δύο καὶ εἴκοσι μέχρι τοῦ παρόντος γενόμενον ἐν Ῥώμῃ διατρίψας, διάλεκτόν τε τὴν Ῥωμαϊκὴν ἐκμαθὼν καὶ γραμμάτων τῶν ἐπιχωρίων λαβὼν ἐπιστήμην, ἐν παντὶ τούτῳ τῷ χρόνῳ τὰ συντείνοντα πρὸς τὴν ὑπόθεσιν ταύτην διετέλουν πραγματευόμενος.
私は、アウグストゥス・カエサルによって内乱が終結したとき、第187オリンピア期の中頃にイタリアに渡り、それ以来、現在に至るまでの二十二年の歳月をローマで過ごし、ローマの言葉を習得し、現地の文献の知識を身につけ、この全期間を通じて、このテーマに関連する事柄を一貫して探究し続けてきた。
§1.7.3καὶ τὰ μὲν παρὰ τῶν λογιωτάτων ἀνδρῶν, οἷς εἰς ὁμιλίαν ἦλθον, διδαχῇ παραλαβὼν, τὰ δʼ ἐκ τῶν ἱστοριῶν ἀναλεξάμενος, ἃς οἱ πρὸς αὐτῶν ἐπαινούμενοι Ῥωμαίων συνέγραψαν Πόρκιός τε Κάτων καὶ Φάβιος Μάξιμος καὶ Οὐαλέριος ὁ Ἀντιεὺς καὶ Λικίνιος Μάκερ Αἴλιοί τε καὶ Γέλλιοι καὶ Καλπούρνιοι καὶ ἕτεροι συχνοὶ πρὸς τούτοις ἄνδρες οὐκ ἀφανεῖς, ἀπʼ ἐκείνων ὁρμώμενος τῶν πραγματειῶν ʽεἰσὶ δὲ ταῖς Ἑλληνικαῖς χρονογραφίαις ἐοικυῖαἰ, τότε ἐπεχείρησα τῇ γραφῇ.
そして、私が交際した最も博学な人々から教授によって受け取った事柄、また他方では、ローマ人自身によって称賛されている、ポルキウス・カト、ファビウス・マクシムス、ウァレリウス・アンティアス、リキニウス・マケル、アエリウス一族、ゲッリウス一族、カルプルニウス一族、さらにこれらに加えて名高き他の多くの人々が記述した歴史から集めた事柄、それらの著作(それらはギリシアの年代記に似ているが)を出発点として、そのとき執筆に着手した。
§1.7.4ταῦτα μὲν οὖν ὑπὲρ ἐμαυτοῦ διείλεγμαι.
私自身についてはこれらを語った。
λοιπὸν ἔτι δέ μοι καὶ περὶ τῆς ἱστορίας αὐτῆς προειπεῖν, τίσι τε αὐτὴν περιλαμβάνω χρόνοις καὶ περὶ τίνων ποιοῦμαι πραγμάτων τὴν διήγησιν καὶ ποταπὸν ἀποδίδωμι τὸ σχῆμα τῇ πραγματείᾳ.
残されているのは、歴史そのものについて予め述べることである。 どのような期間をそれに含めるのか、いかなる出来事について語るのか、そして著作にどのような構成を与えるのかについて。

語釈・文法注

  1. 1.7.1ἀφʼ ὧν ὡρμήθην λόγων τε καὶ ὑπομνηματισμῶν — 関係代名詞 ὧν の先行詞である λόγων τε καὶ ὑπομνηματισμῶν が関係節の内部に引き込まれている構文(先行詞の繰り込み)。本来の構造は προειπεῖν τοὺς λόγους τε καὶ ὑπομνηματισμοὺς ἀφʼ ὧν ὡρμήθην である。また βέλτιον の後には非人称の系動詞 ἐστί が省略されており、「〜をあらかじめ述べておくのがよい」となる。
  2. 1.7.2ἅμα τῷ καταλυθῆναι τὸν ἐμφύλιον πόλεμον — 前置詞 ἅμα(〜と同時に)が与格をとる性質に基づき、冠詞付き不定詞の与格形 τῷ καταλυθῆναι(受動態)を伴っている。不定詞の意味上の主語は対格 τὸν ἐμφύλιον πόλεμον で表され、「内乱が終結させられたのと同時に」という意味になる。
  3. 1.7.2ἐγὼ καταπλεύσας ... διετέλουν πραγματευόμενος — 主語 ἐγὼ から始まり、文末の主動詞 διετέλουν(διατελέω の未完了過去)に達するまでの長大な主節の骨格。διατελέω は補足分詞(πραγματευόμενος)を伴って「終始〜し続ける」という継続のニュアンスを表す。その間に καταπλεύσας, διατρίψας, ἐκμαθὼν, λαβὼν という4つの従属的な分詞(主格)が挿入され、筆者の経歴と準備の過程を修飾している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §1.7.1-1.7.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.7.1-1.7.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。