Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §1.38.1-1.38.4

ヘラクレスによる人身御供の廃止とアルゲイの儀式

38 / 962 箇所 · ギリシア語

要旨

古代イタリアがクロノス(サトゥルヌス)の聖地とされた由緒を語り、ヘラクレスが従来の人身御供の悪習を改め、代わりに人形を川に流す「アルゲイ」の儀式を定めた起源と、それが著者自身の時代まで受け継がれていることを記述する。

§1.38.1οὐδὲν δὴ θαυμαστὸν ἦν τοὺς παλαιοὺς ἱερὰν ὑπολαβεῖν τοῦ Κρόνου τὴν χώραν ταύτην, τὸν μὲν δαίμονα τοῦτον οἰομένους εἶναι πάσης εὐδαιμονίας δοτῆρα καὶ πληρωτὴν ἀνθρώποις, εἴτε Κρόνον αὐτὸν δεῖ καλεῖν, ὡς Ἕλληνες ἀξιοῦσιν, εἴτε Σάτουρνον, ὡς Ῥωμαῖοι, πᾶσαν δὲ περιειληφότα τὴν τοῦ κόσμου φύσιν, ὁποτέρως ἄν τις ὀνομάσῃ·
したがって、古代の人々がこの地をクロノス(サトゥルヌス)の聖地と考えたことは、実に不思議なことではなかった。 彼らは、この神が人間にあらゆる幸福を与える者であり、またそれを満たす者であると考えていたからであり、――ギリシア人が主張するように彼をクロノスと呼ぶべきであれ、あるいはローマ人が呼ぶようにサトゥルヌスと呼ぶべきであれ、いずれの名前で呼ぶにせよ、彼が宇宙のすべての自然を内包していると考えていたからである。
τὴν δὲ χώραν ταύτην ὁρῶντας ἔκπλεω πάσης εὐπορίας καὶ χάριτος, ἧς τὸ θνητὸν ἐφίεται γένος, ἀξιοῦντας δὲ καὶ θείῳ καὶ θνητῷ γένει τὸ πρόσφορον εἶναι πάντων χωρίων ἁρμοδιώτατον, ὄρη μὲν καὶ νάπας Πανί, λειμῶνας δὲ καὶ τεθηλότα χωρία νύμφαις, ἀκτὰς δὲ καὶ νήσους πελαγίοις δαίμοσι, τῶν δʼ ἄλλων, ὡς ἑκάστῳ §1.38.2τι θεῷ καὶ δαίμονι οἰκεῖον.
また、この地が、死すべき人類が憧れるあらゆる豊かさと恵みに満ちているのを見ており、かつ、すべての土地の中でこれが神なる一族にとっても死すべき一族にとっても、それぞれにふさわしいものが最も適していると判断していたからである。 すなわち、山々や谷間はパンに、草原や草木の生い茂る場所はニンフに、海岸や島々は海の神々に、その他の場所はそれぞれの神や精霊にふさわしいものとして割り当てたのである。
λέγουσι δὲ καὶ τὰς θυσίας ἐπιτελεῖν τῷ Κρόνῳ τοὺς παλαιοὺς, ὥσπερ ἐν Καρχηδόνι τέως ἡ πόλις διέμεινε καὶ παρὰ Κελτοῖς εἰς τόδε χρόνου γίνεται καὶ ἐν ἄλλοις τισὶ τῶν ἑσπερίων ἐθνῶν ἀνδροφόνους, Ἡρακλέα δὲ παῦσαι τὸν νόμον τῆς θυσίας βουληθέντα τόν τε βωμὸν ἱδρύσασθαι τὸν ἐπὶ τῷ Σατουρνίῳ καὶ κατάρξασθαι θυμάτων ἁγνῶν ἐπὶ καθαρῷ πυρὶ ἁγιζομένων, ἵνα δὲ μηδὲν εἴη τοῖς ἀνθρώποις ἐνθύμιον, ὡς πατρίων ἠλογηκόσι θυσιῶν, διδάξαι τοὺς ἐπιχωρίους ἀπομειλιττομένους τὴν τοῦ θεοῦ μῆνιν ἀντὶ τῶν ἀνθρώπων, οὓς συμποδίζοντες καὶ τῶν χειρῶν ἀκρατεῖς ποιοῦντες ἐρρίπτουν εἰς τὸ τοῦ Τεβέριος ῥεῖθρον, εἴδωλα ποιοῦντας ἀνδρείκελα κεκοσμημένα τὸν αὐτὸν ἐκείνοις τρόπον ἐμβαλεῖν εἰς τὸν ποταμόν, ἵνα δὴ τὸ τῆς ὀττείας ὅ τι δή ποτε ἦν ἐν ταῖς ἁπάντων ψυχαῖς παραμένον ἐξαιρεθῇ τῶν εἰκόνων τοῦ παλαιοῦ πάθους ἔτι σωζομένων.
また、古代の人々はクロノスに対して、かつてカルタゴにおいて市が存続していた間に行われ、またケルト人の間では今日まで行われており、西方の他のいくつかの民族の間でも行われているような、人間を殺す犠牲(人身御供)を捧げていたとも言われている。 しかしヘラクレスが、この犠牲の慣習を廃止することを望んで、サトゥルヌスの丘の上に祭壇を築き、清らかな火の上で清められる汚れのない犠牲を自ら捧げ始めた。 そして、祖先伝来の犠牲を無視したとして、人々の心に何の良心の呵責も残らないようにするために、神の怒りをなだめるにあたり、人間――かつて彼らが足を縛り、手を使えなくしてテベリス川の流れに投げ落としていた人間――の代わりに、それらと同じように装飾を施した人型の像を作り、それを川に投げ入れるように地元の住民に教えた。 それは、かつての受難の像がなお保存されつつも、人々の魂の中に残っていた兆し(迷信的な恐れ)がいかなるものであれ取り除かれるためであった。
§1.38.3τοῦτο δὲ καὶ μέχρις ἐμοῦ ἔτι διετέλουν Ῥωμαῖοι δρῶντες μικρὸν ὕστερον ἐαρινῆς ἰσημερίας ἐν μηνὶ Μαΐῳ ταῖς καλουμέναις εἰδοῖς, διχομηνίδα βουλόμενοι ταύτην εἶναι τὴν ἡμέραν, ἐν ᾗ προθύσαντες ἱερὰ τὰ κατὰ τοὺς νόμους οἱ καλούμενοι Ποντίφικες, ἱερέων οἱ διαφανέστατοι, καὶ σὺν αὐτοῖς αἱ τὸ ἀθάνατον πῦρ διαφυλάττουσαι παρθένοι στρατηγοί τε καὶ τῶν ἄλλων πολιτῶν οὓς παρεῖναι ταῖς ἱερουργίαις θέμις εἴδωλα μορφαῖς ἀνθρώπων εἰκασμένα, τριάκοντα τὸν ἀριθμὸν ἀπὸ τῆς ἱερᾶς γεφύρας βάλλουσιν εἰς τὸ ῥεῦμα τοῦ Τεβέριος, Ἀργείους §1.38.4αὐτὰ καλοῦντες.
そしてローマ人たちはこのことを、私の時代に至るまで、春分の少し後、5月の、いわゆるイードゥス(15日)に今なお行い続けている。 彼らはこの日を満月の日であると考えており、その日、いわゆるポンティフェクス(神官の中で最も著名な人々)が、法律に従ってあらかじめ聖なる供え物を捧げ、彼らとともに、不滅の火を守る乙女たち、ならびに執政官たち、そしてその神聖な儀式に立ち会うことが許されている他の市民たちが、人間の姿に模した人形で、その数が30にのぼるものを、神聖な橋からテベリス川の流れに投げ込み、それらをアルゲイと呼んでいる。
ἀλλὰ γὰρ περὶ μὲν τῶν θυσιῶν καὶ τῶν ἄλλων ἱερουργιῶν, ἃς ἡ Ῥωμαίων πόλις συντελεῖ κατά τε τὸν Ἑλληνικὸν καὶ τὸν ἐπιχώριον τρόπον ἐν ἑτέρῳ λόγῳ δηλώσομεν, ἀπαιτεῖν δὲ ὁ παρὼν καιρὸς ἔοικε καὶ περὶ τῆς Ἡρακλέους ἀφίξεως εἰς Ἰταλίαν μετʼ ἐπιστάσεως πλείονος διελθεῖν καὶ εἴ τι λόγου ἄξιον ἔδρασεν αὐτόθι μὴ παραλιπεῖν.
しかし、ローマの市がギリシアの方式および地元の方式に従って執り行う犠牲やその他の神聖な儀式については、別の箇所で明らかにする予定である。 一方、現在の状況は、ヘラクレスのイタリア到来についてより詳細に論じ、彼がそこで行った注目に値する事柄を何一つ省略しないことを求めているようである。

語釈・文法注

  1. 95οἰομένους ... ὁρῶντας ... ἀξιοῦντας — これら3つの現在分詞対格複数は、対格不定詞句の主語である τοὺς παλαιοὺς に一致し、古代人がなぜこの地をクロノスの聖地と考えたのかという「理由」を並列して表している。
  2. p.v.1p.60ὡς πατρίων ἠλογηκόσι θυσιῶν — ἠλογηκόσι は与格複数男性完了分詞で、直前の τοῖς ἀνθρώποις に一致する。πατρίων θυσιῶν は ἀλογέω(軽んじる)の目的格として属格をとっている。ὡς は主観的な理由を表す。
  3. p.v.1p.60τῶν εἰκόνων τοῦ παλαιοῦ πάθους ἔτι σωζομένων — 独立属格構文であり、目的を表す副詞節 ἵνα ... ἐξαιρεθῇ の中で、譲歩または付帯状況(かつての受難の像がなお保存されている一方で)を表している。
  4. 97διχομηνίδα βουλόμενοι ταύτην εἶναι τὴν ἡμέραν — βουλόμενοι の目的語となる対格不定詞句。ταύτην τὴν ἡμέραν が主語で、διχομηνίδα(満月)が述語。ローマ人がイードゥス(15日)を満月の日とみなしていたことを示す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §1.38.1-1.38.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.38.1-1.38.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。