§1.39.1ἔστι δὲ τῶν ὑπὲρ τοῦ δαίμονος τοῦδε λεγομένων τὰ μὲν μυθικώτερα, τὰ δʼ ἀληθέστερα.
この神について言われていることには、より神話的なものと、より真実に近いものがある。
ὁ μὲν οὖν μυθικὸς περὶ τῆς παρουσίας αὐτοῦ λόγος ὧδʼ ἔχει·
さて、彼の到来に関する神話的な語りは以下の通りである。
ὡς δὴ κελευσθεὶς ὑπʼ Εὐρυσθέως Ἡρακλῆς σὺν τοῖς ἄλλοις ἄθλοις καὶ τὰς Γηρυόνου βοῦς ἐξ Ἐρυθείας εἰς Ἄργος ἀπελάσαι, τελέσας τὸν ἆθλον καὶ τὴν οἴκαδε πορείαν ποιούμενος ἄλλῃ τε πολλαχῇ τῆς Ἰταλίας ἀφίκετο καὶ τῆς Ἀβοριγίνων γῆς εἰς τὸ προσεχὲς τῷ Παλλαντίῳ χωρίον.
すなわち、エウリュステウスによって他の試練とともに、ゲリュオネスの牛をエリュテイアからアルゴスへと追い立てて持ち帰るように命じられたヘラクレスが、その試練を終えて帰路に着く際、イタリアの他の多くの場所にも到着し、アボリギネスの土地のうち、パランティウムに隣接する場所にもやって来たとのことである。
§1.39.2εὑρὼν δὲ πόαν ἐν αὐτῷ βουκολίδα πολλὴν καὶ καλήν, τὰς μὲν βοῦς· ἀνῆκεν εἰς νομὴν, αὐτὸς δὲ βαρυνόμενος ὑπο κόπου κατακλιθεὶς ἔδωκεν αὑτὸν ὕπνῳ.
そして彼はその場所に、牛の放牧に適した、豊かで美しい草を見出したので、牛たちを放牧へと放ち、彼自身は疲労のために体が重くなり、横になって眠りに身を委ねた。
ἐν δὲ τούτῳ λῃστής τις ἐπιχώριος ὄνομα Κάκος περιτυγχάνει ταῖς βουσὶν ἀφυλάκτοις νεμομέναις καὶ αὐτῶν ἔρωτα ἴσχει.
そうしているうちに、カクスという名の現地の盗賊が、番をされずに草を食んでいる牛たちに偶然出くわし、それらに対する欲望を抱いた。
ως δὲ τὸν Ἡρακλέα κοιμώμενον αὐτοῦ κατέμαθεν, ἁπάσας μὲν οὐκ ἂν ᾤετο δύνασθαι λαθεῖν ἀπελάσας, καὶ ἅμα οὐδὲ ῥᾴδιον ὂν τὸ πρᾶγμα κατεμάνθανεν·
そしてヘラクレスがそこで眠っているのを知ると、すべての牛を追い立てて見つからずに逃げることはできないと考え、また同時にそれが容易なことではないことも理解していた。
ὀλίγας δέ τινας ἐξ αὐτῶν εἰς τὸ ἄντρον, ἐν ᾧ πλησίον ὄντι ἐτύγχανε τὴν δίαιταν ποιούμενος, ἀποκρύπτεται ἔμπαλιν τῆς κατὰ φύσιν τοῖς ζῴοις πορείας ἐπισπώμενος ἑκάστην κατʼ οὐράν.
しかし、それらのうちの何頭かを、彼が近くにあって生活を営んでいた洞窟へと隠したが、動物たちの自然な歩みとは逆向きにそれぞれの尾を引っ張って進ませた。
τοῦτο δὲ αὐτῷ τῶν ἐλέγχων ἀφανισμὸν ἐδύνατο παρασχεῖν ἐναντίας φανησομένης τοῖς ἴχνεσι τῆς ὁδοῦ.
これは彼にとって、証拠を消し去ることを可能にするものであった。 なぜなら、その足跡によって道路とは反対方向に見えるはずだからである。
§1.39.3ἀναστὰς δὲ μετʼ ὀλίγον ὁ Ἡρακλῆς καὶ τὸν ἀριθμὸν ἐπιλεξάμενος τῶν βοῶν, ὡς ἔμαθέ τινας ἐκλειπούσας, τέως μὲν ἠπόρει ποῦ κεχωρήκασι καὶ ὡς πεπλανημένας ἀπὸ τῆς νομῆς ἐμάστευεν ἀνὰ τὸν χῶρον·
少し後に目を覚ましたヘラクレスは、牛の数を確認し、数頭が足りないことに気づくと、しばらくの間はそれらがどこへ行ってしまったのか途方に暮れ、放牧地から迷い出たものとしてその地域を探し回った。
ὡς δʼ οὐχ εὕρισκεν ἐπὶ τὸ σπήλαιον ἀφικνεῖται τοῖς μὲν ἴχνεσι διαρτώμενος, οὐδὲν δὲ ἧττον οἰόμενος δεῖν διερευνήσασθαι τὸν χῶρον.
しかし見つからなかったので、足跡によって惑わされつつも、それでもなおその場所をくまなく捜索すべきだと考え、洞窟へとたどり着いた。
τοῦ δὲ Κάκου πρὸ τῆς θύρας ἑστῶτος καὶ οὔτʼ ἰδεῖν τὰς βοῦς φάσκοντος ἐρομένῳ οὔτʼ ἐρευνᾶσθαι ἐπιτρέποντος αἰτουμένῳ τούς τε πλησίον ὡς δεινὰ πάσχοι ὑπὸ τοῦ ξένου ἐπιβοῶντος, ἀμηχανῶν ὁ Ἡρακλῆς ὅ τι χρήσεται τῷ πράγματι εἰς νοῦν βάλλεται προσελάσαι τῷ σπηλαίῳ τὰς ἄλλας βοῦς.
カクスが入り口の前に立っており、尋ねられても牛たちを見ていないと言い張り、捜索の許可を求められてもそれを許さず、また自分がよそ者からひどい仕打ちを受けていると叫んで近所の人々を呼び集めていたので、ヘラクレスはどう対処すべきか途方に暮れ、残りの牛たちを洞窟の近くへと追い立てることを思いついた。
ὡς δὲ ἄρα τῆς συννόμου φωνῆς τε καὶ ὀσμῆς αἱ ἔντοσθεν ᾔσθοντο, ἀντεμυκῶντο ταῖς ἔκτοσθεν καὶ ἐγεγόνει ἡ φωνὴ §1.39.4αὐτῶν κατήγορος τῆς κλοπῆς.
すると、中にいた牛たちが、仲間たちの鳴き声と匂いに気づき、外の牛たちに鳴き返し、その声が彼女たちの盗みを告発することになった。
ὁ μὲν οὖν Κάκος, ἐπειδὴ περιφανὴς ἐγένετο κακουργῶν, τρέπεται πρὸς ἀλκὴν καὶ τοὺς εἰωθότας αὐτῷ συναγραυλεῖν ἀνεκάλει·
そこでカクスは、自らの悪行が露見すると、力に訴えることとし、普段から一緒に野宿をしていた者たちを呼び集めた。
Ἡρακλῆς δὲ ἀλοιῶν αὐτὸν τῷ ῥοπάλῳ κτείνει, καὶ τὰς βοῦς ἐξαγαγών, ἐπειδὴ κακούργων ὑποδοχαῖς εὔθετον ἑώρα τὸ χωρίον, ἐπικατασκάπτει τῇ καλαύροπι τὸ σπήλαιον.
しかしヘラクレスは、棍棒で彼を叩きのめして殺し、牛たちを連れ出すと、その場所が悪党たちの隠れ家に適しているのを見て、羊飼いの杖でその洞窟を崩し落とした。
ἁγνίσας δὲ τῷ ποταμῷ τὸν φόνον ἱδρύεται πλησίον τοῦ τόπου Διὸς Εὑρεσίου βωμόν, ὅς ἐστι τῆς Ῥώμης παρὰ τῇ Τριδύμῳ πύλῃ, καὶ θύει τῷ θεῷ δάμαλιν ἕνα τῆς εὑρέσεως τῶν βοῶν χαριστήριον.
そして川で殺人の汚れを清めると、その場所の近くに「発見のゼウス」の祭壇を築いた。 これはローマのトリゲミナ門の傍らにある。 そして、牛の発見に対する感謝のしるしとして、神に1頭の若い雄牛を犠牲として捧げた。
ταύτην ἔτι καὶ εἰς ἐμὲ τὴν θυσίαν ἡ Ῥωμαίων πόλις συνετέλει, νομίμοις Ἑλληνικοῖς ἅπασιν ἐν αὐτῇ χρωμένη, καθάπερ ἐκεῖνος κατεστήσατο.
この犠牲式を、ローマの市は今なお私の時代に至るまで執り行っており、その中ではヘラクレスが定めた通り、すべてギリシアの儀礼を用いていた。