Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.38.1-1.38.4

赫拉克勒斯废除人祭与阿耳戈人祭仪的起源

第 38 段,共 962 段 · 希腊语

内容简介

本文阐述了古代意大利被视为克洛诺斯(萨图尔努斯)圣地的缘由,并叙述了赫拉克勒斯如何废除古老的人祭习俗,改立将人形塑像(阿耳戈人)投入台伯河的仪式,这一传统一直延续到作者本人的时代。

§1.38.1οὐδὲν δὴ θαυμαστὸν ἦν τοὺς παλαιοὺς ἱερὰν ὑπολαβεῖν τοῦ Κρόνου τὴν χώραν ταύτην, τὸν μὲν δαίμονα τοῦτον οἰομένους εἶναι πάσης εὐδαιμονίας δοτῆρα καὶ πληρωτὴν ἀνθρώποις, εἴτε Κρόνον αὐτὸν δεῖ καλεῖν, ὡς Ἕλληνες ἀξιοῦσιν, εἴτε Σάτουρνον, ὡς Ῥωμαῖοι, πᾶσαν δὲ περιειληφότα τὴν τοῦ κόσμου φύσιν, ὁποτέρως ἄν τις ὀνομάσῃ· τὴν δὲ χώραν ταύτην ὁρῶντας ἔκπλεω πάσης εὐπορίας καὶ χάριτος, ἧς τὸ θνητὸν ἐφίεται γένος, ἀξιοῦντας δὲ καὶ θείῳ καὶ θνητῷ γένει τὸ πρόσφορον εἶναι πάντων χωρίων ἁρμοδιώτατον, ὄρη μὲν καὶ νάπας Πανί, λειμῶνας δὲ καὶ τεθηλότα χωρία νύμφαις, ἀκτὰς δὲ καὶ νήσους πελαγίοις δαίμοσι, τῶν δʼ ἄλλων, ὡς ἑκάστῳ §1.38.2τι θεῷ καὶ δαίμονι οἰκεῖον.
因此,古人认为这片土地是献给克洛诺斯(萨图尔努斯)的神圣之地,确实不足为奇。 因为他们认为这位神明是人类一切幸福的赐予者和圆满者——无论应该像希腊人那样称他为克洛诺斯,还是像罗马人那样称他为萨图尔努斯,无论人们如何称呼他,他都包容了宇宙的全部本性——并且因为他们看到这片土地充满了凡人所渴望的一切富足和恩泽,并认为在所有地方中,这里最适合神明和凡人获得各自相称的事物;也就是说,将山峦和山谷归于潘,将草地和茂盛之地归于宁芙,将海岸和岛屿归于海洋神灵,而其余的地方,则根据每个神明和精灵的性质归其所有。
λέγουσι δὲ καὶ τὰς θυσίας ἐπιτελεῖν τῷ Κρόνῳ τοὺς παλαιοὺς, ὥσπερ ἐν Καρχηδόνι τέως ἡ πόλις διέμεινε καὶ παρὰ Κελτοῖς εἰς τόδε χρόνου γίνεται καὶ ἐν ἄλλοις τισὶ τῶν ἑσπερίων ἐθνῶν ἀνδροφόνους, Ἡρακλέα δὲ παῦσαι τὸν νόμον τῆς θυσίας βουληθέντα τόν τε βωμὸν ἱδρύσασθαι τὸν ἐπὶ τῷ Σατουρνίῳ καὶ κατάρξασθαι θυμάτων ἁγνῶν ἐπὶ καθαρῷ πυρὶ ἁγιζομένων, ἵνα δὲ μηδὲν εἴη τοῖς ἀνθρώποις ἐνθύμιον, ὡς πατρίων ἠλογηκόσι θυσιῶν, διδάξαι τοὺς ἐπιχωρίους ἀπομειλιττομένους τὴν τοῦ θεοῦ μῆνιν ἀντὶ τῶν ἀνθρώπων, οὓς συμποδίζοντες καὶ τῶν χειρῶν ἀκρατεῖς ποιοῦντες ἐρρίπτουν εἰς τὸ τοῦ Τεβέριος ῥεῖθρον, εἴδωλα ποιοῦντας ἀνδρείκελα κεκοσμημένα τὸν αὐτὸν ἐκείνοις τρόπον ἐμβαλεῖν εἰς τὸν ποταμόν, ἵνα δὴ τὸ τῆς ὀττείας ὅ τι δή ποτε ἦν ἐν ταῖς ἁπάντων ψυχαῖς παραμένον ἐξαιρεθῇ τῶν εἰκόνων τοῦ παλαιοῦ πάθους ἔτι σωζομένων.
他们还说,古人曾对克洛诺斯进行杀人祭祀,正如迦太基城曾有一段时间一直保持这种做法,且凯尔特人至今仍在使用,在其他一些西方民族中也是如此。 但赫拉克勒斯期望废除这种祭祀的习俗,于是在萨图尔努斯山上建立起祭坛,并开始在纯净的火上供奉圣洁的祭品。 为了不让人们因忽视了祖先的祭祀而在心中留下任何不安,他教导当地居民在抚平神明愤怒时,用制作的人形塑像来代替那些过去他们绑住手脚扔进台伯河水流中的人,并像那些人一样装饰这些塑像,然后投入河中,以便清除所有人心中残留的任何凶兆之恐,同时仍能保留过去受难的影像。
§1.38.3τοῦτο δὲ καὶ μέχρις ἐμοῦ ἔτι διετέλουν Ῥωμαῖοι δρῶντες μικρὸν ὕστερον ἐαρινῆς ἰσημερίας ἐν μηνὶ Μαΐῳ ταῖς καλουμέναις εἰδοῖς, διχομηνίδα βουλόμενοι ταύτην εἶναι τὴν ἡμέραν, ἐν ᾗ προθύσαντες ἱερὰ τὰ κατὰ τοὺς νόμους οἱ καλούμενοι Ποντίφικες, ἱερέων οἱ διαφανέστατοι, καὶ σὺν αὐτοῖς αἱ τὸ ἀθάνατον πῦρ διαφυλάττουσαι παρθένοι στρατηγοί τε καὶ τῶν ἄλλων πολιτῶν οὓς παρεῖναι ταῖς ἱερουργίαις θέμις εἴδωλα μορφαῖς ἀνθρώπων εἰκασμένα, τριάκοντα τὸν ἀριθμὸν ἀπὸ τῆς ἱερᾶς γεφύρας βάλλουσιν εἰς τὸ ῥεῦμα τοῦ Τεβέριος, Ἀργείους §1.38.4αὐτὰ καλοῦντες.
罗马人直到我的时代仍然保持着这种做法,在春分后不久的五月的所谓“伊底斯”(15日),他们希望这一天是满月之日。 在这一天,被称为“祭司长”(即最杰出的祭司们)的人首先按照法律进行预备祭祀,与他们一起的还有守护不灭之火的贞女们、执政官们以及依法允许参加神圣仪式的其他市民,他们将三十个模拟人形的塑像从神圣之桥上扔进台伯河的水流中,并将它们称为 “阿耳戈人”。
ἀλλὰ γὰρ περὶ μὲν τῶν θυσιῶν καὶ τῶν ἄλλων ἱερουργιῶν, ἃς ἡ Ῥωμαίων πόλις συντελεῖ κατά τε τὸν Ἑλληνικὸν καὶ τὸν ἐπιχώριον τρόπον ἐν ἑτέρῳ λόγῳ δηλώσομεν, ἀπαιτεῖν δὲ ὁ παρὼν καιρὸς ἔοικε καὶ περὶ τῆς Ἡρακλέους ἀφίξεως εἰς Ἰταλίαν μετʼ ἐπιστάσεως πλείονος διελθεῖν καὶ εἴ τι λόγου ἄξιον ἔδρασεν αὐτόθι μὴ παραλιπεῖν.
然而,关于罗马城按照希腊和本地方式所举行祭祀和其他神圣仪式,我们将在另一篇著作中予以阐明;但眼下的时机似乎要求我们更加详细地叙述赫拉克勒斯抵达意大利的事迹,并且不漏掉他在那里所做的任何值得一提的事情。

词汇与语法注释

  1. 95οἰομένους ... ὁρῶντας ... ἀξιοῦντας — 这三个宾格复数现在分词与对格不定式句的主语 τοὺς παλαιοὺς 一致,并列表示古人为何认为这片土地是献给克洛诺斯的原因。
  2. p.v.1p.60ὡς πατρίων ἠλογηκόσι θυσιῶν — ἠλογηκόσι 是与格复数阳性完成分词,与前方的 τοῖς ἀνθρώποις 一致。πατρίων θυσιῶν 用属格,作为动词 ἀλογέω(忽视)的宾语。ὡς 表示主观原因。
  3. p.v.1p.60τῶν εἰκόνων τοῦ παλαιοῦ πάθους ἔτι σωζομένων — 独立属格结构,在目的从句 ἵνα ... ἐξαιρεθῇ 中表示让步或附带状况(虽然过去受难的影像仍得以保留)。
  4. 97διχομηνίδα βουλόμενοι ταύτην εἶναι τὴν ἡμέραν — 作为 βουλόμενοι 宾语的对格不定式句。ταύτην τὴν ἡμέραν 为主语,διχομηνίδα(满月)为表语,意指罗马人将伊底斯视为满月之日。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.38.1-1.38.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.38.1-1.38.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。