§1.23.1οἱ δὲ Πελασγοὶ πολλῆς καὶ ἀγαθῆς χώρας κρατήσαντες, πόλεις τε πολλὰς μὲν παραλαβόντες, ἄλλας δʼ αὐτοὶ κατασκευάσαντες, μεγάλην καὶ ταχεῖαν ἐπίδοσιν ἔλαβον εἰς εὐανδρίαν καὶ πλοῦτον καὶ τὴν ἄλλην εὐτυχίαν, ἧς οὐ πολὺν ὤναντο χρόνον·
ペラスゴイ人は、多くの肥沃な土地を手に入れ、多くの都市を譲り受け、また他の都市を自分たちで建設し、人口、富、そしてその他の幸福において多大かつ急速な発展を遂げたが、その幸福を長い間享受することはできなかった。
ἀλλʼ ἡνίκα μάλιστα τοῖς σύμπασιν ἀνθεῖν ἐδόκουν, δαιμονίοις τισὶ χόλοις ἐλαστρηθέντες οἱ μὲν ὑπὸ τῶν θείων συμφορῶν, οἱ δὲ ὑπὸ τῶν προσοικούντων βαρβάρων ἐξεφθάρησαν, τὸ δὲ πλεῖστον αὐτῶν μέρος εἰς τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον αὖθις ἐσκεδάσθη ʽπερὶ ὧν πολὺς ἂν εἴη λόγος, εἰ βουλοίμην τὴν ἀκρίβειαν γράφεινʼ, ὀλίγον δὲ κατέμεινεν ἐν Ἰταλίᾳ τῶν Ἀβοριγίνων προνοίᾳ.
彼らがあらゆる点で最も栄えているように思われたまさにその時、ある神々の怒りによって駆り立てられ、ある者たちは神罰によって、またある者たちは近隣のバルバロイによって滅ぼされ、彼らの大部分は再びギリシアやバルバロイの土地へと離散した(彼らについては、もし私が詳細を正確に書こうとするなら、長い話になるだろうが)。 そして、わずかな人々だけがアボリギネス人の配慮によってイタリアにとどまった。
§1.23.2πρῶτον μὲν οὖν τῆς οἰκοφθορίας ταῖς πόλεσιν ἐδόκει αὐχμῷ ἡ γῆ κακωθεῖσα ἄρξαι, ἡνίκα οὔτʼ ἐπὶ τοῖς δένδρεσι καρπὸς οὐδεὶς ὡραῖος γενέσθαι διέμεινεν, ἀλλʼ ὠμοὶ κατέρρεον, οὔθʼ ὁπόσα σπερμάτων ἀνέντα βλαστοὺς ἀνθήσειεν ἕως στάχυος ἀκμῆς τοὺς κατὰ νόμον ἐξεπλήρου χρόνους, οὔτε πόα κτήνεσιν ἐφύετο διαρκής, τῶν τε ναμάτων τὰ μὲν οὐκέτι πίνεσθαι σπουδαῖα ἦν, τὰ δʼ ὑπελίμπανε θέρους, §1.23.3τὰ δʼ εἰς τέλος ἀπεσβέννυτο.
さて、都市における荒廃の始まりは、干ばつによって土地が痛めつけられたことにあるように思われた。 その時、樹木にはいかなる果実も実るまで残らず、未熟なまま落ちてしまい、また芽を出して花を咲かせた作物も、穂が実る時期に達するまで通常の期間を満たすことができず、家畜のための十分な草も生えなかった。 また泉や川の水も、あるものはもはや飲むに耐えず、あるものは夏に枯れかけ、あるものは完全にかれてしまった。
ἀδελφὰ δὲ τούτοις ἐγίνετο περί τε προβάτων καὶ γυναικῶν γονάς·
これと同様のことが、羊や女たちの出産に関しても生じた。
ἢ γὰρ ἐξημβλοῦτο τὰ ἔμβρυα, ἢ κατὰ τοὺς τόκους διεφθείρετο ἔστιν ἃ καὶ τὰς φερούσας συνδιαλυμηνάμενα.
すなわち、胎児が流産するか、出産時に死ぬかであり、なかには胎児を宿している母親をも道連れにして滅ぼすものもあった。
εἰ δέ τι διαφύγοι τὸν ἐκ τῶν ὠδίνων κίνδυνον ἔμπηρον ἢ ἀτελὲς ἢ διʼ ἄλλην τινὰ τύχην βλαφθὲν τρέφεσθαι χρηστὸν οὐκ ἦν·
もし陣痛の危険を免れたものがいたとしても、障害を負っていたり不完全であったり、あるいは他の何らかの不運によって損なわれていて、育てるに値しなかった。
ἔπειτα καὶ τὸ ἄλλο πλῆθος τὸ ἐν ἀκμῇ μάλιστα ἐκακοῦτο νόσοις καὶ θανάτοις παρὰ τὰ εἰκότα συχνοῖς.
その上、それ以外の、特に働き盛りの多くの人々も、異常に頻発する病気や死によって苦しめられた。
§1.23.4μαντευομένοις δʼ αὐτοῖς τίνα θεῶν ἢ δαιμόνων παραβάντες τάδε πάσχουσι καὶ τί ποιήσασιν αὐτοῖς λωφῆσαι τὰ δεινὰ ἐλπίς, ὁ θεὸς ἀνεῖλεν ὅτι τυχόντες ὧν ἐβούλοντο οὐκ ἀπέδοσαν ἃ εὔξαντο, ἀλλὰ προσοφείλουσι τὰ πλείστου ἄξια.
自分たちがどの神や精霊に対して不敬を働いてこれらの苦しみを受けているのか、また何をすれば恐ろしい災いが和らぐ見込みがあるのかを彼らが神託に尋ねたところ、神は、彼らが望むものを得たにもかかわらず誓ったものを返さず、最も価値あるものを依然として負っている、と神託を下した。
§1.23.5οἱ γὰρ Πελασγοὶ ἀφορίας αὐτοῖς γενομένης ἐν τῇ γῇ πάντων χρημάτων εὔξαντο τῷ τε Διὶ καὶ τῷ Ἀπόλλωνι καὶ τοῖς Καβείροις καταθύσειν δεκάτας τῶν προσγενησομένων ἁπάντων, τελεσθείσης δὲ τῆς εὐχῆς ἐξελόμενοι καρπῶν τε καὶ βοσκημάτων ἁπάντων τὸ λάχος ἀπέθυσαν τοῖς θεοῖς, ὡς δὴ κατὰ τούτων μόνων εὐξάμενοι.
というのも、ペラスゴイ人は土地のすべての産物が不作となった時に、ゼウス、アポロン、そしてカベイロイに対して、将来生まれるすべてのものの十分の一を捧げると誓ったのであるが、その誓いが果たされると、彼らはすべての農作物と家畜の中から取り分を選び出して神々に捧げ、あたかもこれらだけについて誓いを立てたかのように振る舞ったからである。
ταῦτα δὴ Μυρσίλος ὁ Λέσβιος ἱστόρηκεν ὀλίγου δεῖν τοῖς αὐτοῖς ὀνόμασι γράφων οἷς ἐγὼ νῦν, πλὴν ὅσον οὐ Πελασγοὺς καλεῖ τοὺς ἀνθρώπους, ἀλλὰ Τυρρηνούς·
これらのことをレスボスのミュルシロスが歴史に記録しており、彼が用いている言葉は私が今書いているものとほとんど同じであるが、ただ、彼はこの人々をペラスゴイ人とは呼ばずにテュレニア人と呼んでいる点だけが異なっている。
τὴν δʼ αἰτίαν ὀλίγον ὕστερον ἐρῶ.
その理由については少し後で述べることにする。