§1.23.1οἱ δὲ Πελασγοὶ πολλῆς καὶ ἀγαθῆς χώρας κρατήσαντες, πόλεις τε πολλὰς μὲν παραλαβόντες, ἄλλας δʼ αὐτοὶ κατασκευάσαντες, μεγάλην καὶ ταχεῖαν ἐπίδοσιν ἔλαβον εἰς εὐανδρίαν καὶ πλοῦτον καὶ τὴν ἄλλην εὐτυχίαν, ἧς οὐ πολὺν ὤναντο χρόνον·
伯拉斯吉人占领了许多肥沃的土地,接收了许多城市,并自己建造了其他城市,在人口、财富和其它幸福方面取得了巨大而迅速的进展,但他们并未长期享有这一幸福。
ἀλλʼ ἡνίκα μάλιστα τοῖς σύμπασιν ἀνθεῖν ἐδόκουν, δαιμονίοις τισὶ χόλοις ἐλαστρηθέντες οἱ μὲν ὑπὸ τῶν θείων συμφορῶν, οἱ δὲ ὑπὸ τῶν προσοικούντων βαρβάρων ἐξεφθάρησαν, τὸ δὲ πλεῖστον αὐτῶν μέρος εἰς τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον αὖθις ἐσκεδάσθη ʽπερὶ ὧν πολὺς ἂν εἴη λόγος, εἰ βουλοίμην τὴν ἀκρίβειαν γράφεινʼ, ὀλίγον δὲ κατέμεινεν ἐν Ἰταλίᾳ τῶν Ἀβοριγίνων προνοίᾳ.
然而,正当他们似乎在一切方面都最繁荣的时候,受神明之怒的驱使,一部分人被天灾摧毁,另一部分人则被邻近的蛮族灭绝,他们的大部分人再次流散到希腊和蛮族土地(关于他们,如果我想精确地写下来,那将是极长的话题),只有少部分人在阿博里金人的关照下留在了意大利。
§1.23.2πρῶτον μὲν οὖν τῆς οἰκοφθορίας ταῖς πόλεσιν ἐδόκει αὐχμῷ ἡ γῆ κακωθεῖσα ἄρξαι, ἡνίκα οὔτʼ ἐπὶ τοῖς δένδρεσι καρπὸς οὐδεὶς ὡραῖος γενέσθαι διέμεινεν, ἀλλʼ ὠμοὶ κατέρρεον, οὔθʼ ὁπόσα σπερμάτων ἀνέντα βλαστοὺς ἀνθήσειεν ἕως στάχυος ἀκμῆς τοὺς κατὰ νόμον ἐξεπλήρου χρόνους, οὔτε πόα κτήνεσιν ἐφύετο διαρκής, τῶν τε ναμάτων τὰ μὲν οὐκέτι πίνεσθαι σπουδαῖα ἦν, τὰ δʼ ὑπελίμπανε θέρους, §1.23.3τὰ δʼ εἰς τέλος ἀπεσβέννυτο.
首先,干旱使土地受损,似乎成为了城市荒废的开端,当时树上没有任何果实能保留到成熟,而是未熟便纷纷坠落,那些长出嫩芽并开花的种子,也无法在收获期满前走完正常的周期,没有充足的草料生长供牲畜食用,水源中有的已不再适合饮用,有的在夏天干涸,有的则最终彻底断流。
ἀδελφὰ δὲ τούτοις ἐγίνετο περί τε προβάτων καὶ γυναικῶν γονάς· ἢ γὰρ ἐξημβλοῦτο τὰ ἔμβρυα, ἢ κατὰ τοὺς τόκους διεφθείρετο ἔστιν ἃ καὶ τὰς φερούσας συνδιαλυμηνάμενα.
与此相似的事情也发生在家畜和妇女的生育上;因为胚胎要么流产,要么在生产时夭折,有的甚至连同母体一起毁灭。
εἰ δέ τι διαφύγοι τὸν ἐκ τῶν ὠδίνων κίνδυνον ἔμπηρον ἢ ἀτελὲς ἢ διʼ ἄλλην τινὰ τύχην βλαφθὲν τρέφεσθαι χρηστὸν οὐκ ἦν·
即使有能够逃过分娩之险的,也因为残疾、不健全或因其他不幸受损而无法抚养。
ἔπειτα καὶ τὸ ἄλλο πλῆθος τὸ ἐν ἀκμῇ μάλιστα ἐκακοῦτο νόσοις καὶ θανάτοις παρὰ τὰ εἰκότα συχνοῖς.
此外,其他大部分人,尤其是正值壮年的人,也因异常频发的疾病和死亡而遭受折磨。
§1.23.4μαντευομένοις δʼ αὐτοῖς τίνα θεῶν ἢ δαιμόνων παραβάντες τάδε πάσχουσι καὶ τί ποιήσασιν αὐτοῖς λωφῆσαι τὰ δεινὰ ἐλπίς, ὁ θεὸς ἀνεῖλεν ὅτι τυχόντες ὧν ἐβούλοντο οὐκ ἀπέδοσαν ἃ εὔξαντο, ἀλλὰ προσοφείλουσι τὰ πλείστου ἄξια.
当他们祈求神示,询问自己违背了哪位神明或神灵才遭受这些惩罚,以及他们做些什么才有希望缓解这些灾难时,神明启示说,他们虽然得到了他们想要的东西,却未偿还他们的誓愿,反而依然拖欠着最有价值的东西。
§1.23.5οἱ γὰρ Πελασγοὶ ἀφορίας αὐτοῖς γενομένης ἐν τῇ γῇ πάντων χρημάτων εὔξαντο τῷ τε Διὶ καὶ τῷ Ἀπόλλωνι καὶ τοῖς Καβείροις καταθύσειν δεκάτας τῶν προσγενησομένων ἁπάντων, τελεσθείσης δὲ τῆς εὐχῆς ἐξελόμενοι καρπῶν τε καὶ βοσκημάτων ἁπάντων τὸ λάχος ἀπέθυσαν τοῖς θεοῖς, ὡς δὴ κατὰ τούτων μόνων εὐξάμενοι.
因为伯拉斯吉人在他们的土地上面临一切物产欠收时,曾向宙斯、阿波罗和卡贝里神起誓,将奉献未来所得一切的十分一;但当誓愿实现后,他们从所有的果实和牲畜中挑选出份额献给神明,仿佛他们只针对这些东西起过誓一般。
ταῦτα δὴ Μυρσίλος ὁ Λέσβιος ἱστόρηκεν ὀλίγου δεῖν τοῖς αὐτοῖς ὀνόμασι γράφων οἷς ἐγὼ νῦν, πλὴν ὅσον οὐ Πελασγοὺς καλεῖ τοὺς ἀνθρώπους, ἀλλὰ Τυρρηνούς· τὴν δʼ αἰτίαν ὀλίγον ὕστερον ἐρῶ.
莱斯博斯的缪尔西罗斯记录了这些事情,他所写的文字与我现在的几乎完全相同,除了他没有称这些人守伯拉斯吉人,而是称他们为泰勒尼人;关于这一原因,我稍后会予以说明。