Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §1.22.1-1.22.5

シケロイ人のシチリア移住と諸史家の説

22 / 962 箇所 · ギリシア語

要旨

ペラスゴイ人とアボリギネス人に敗れたシケロイ人がイタリアからシチリア島へ渡る経緯と、その島の名称変更の歴史、およびその移住の時期や民族的系統についてヘラニコス、ピリストス、アンティオコス、トゥキュディデスの諸説を整理している。

§1.22.1οἱ δὲ Σικελοὶ ʽοὐ γὰρ ἔτι ἀντέχειν οἷοί τε ἦσαν ὑπό τε Πελασγῶν καὶ Ἀβοριγίνων πολεμούμενοἰ τέκνα καὶ γυναῖκας καὶ τῶν χρημάτων ὅσα χρυσὸς ἢ ἄργυρος ἦν ἀνασκευασάμενοι μεθίενται αὐτοῖς ἁπάσης τῆς γῆς.
シケロイ人は(というのも、彼らはペラスゴイ人とアボリギネス人によって攻撃されて、もはや持ちこたえることができなかったからである)、子供や妻たち、また財産のうち金や銀であるものすべてをまとめて、彼らに全土を譲り渡した。
τραπόμενοι δὲ διὰ τῆς ὀρεινῆς ἐπὶ τὰ νότια καὶ διεξελθόντες ἅπασαν Ἰταλίαν τὴν κάτω, ἐπειδὴ πανταχόθεν ἀπηλαύνοντο, σὺν χρόνῳ κατασκευασάμενοι σχεδίας ἐπὶ τῷ πορθμῷ καὶ φυλάξαντες κατιόντα τὸν ῥοῦν ἀπὸ τῆς Ἰταλίας διέβησαν ἐπὶ τὴν ἔγγιστα
そして彼らは、山岳地帯を通って南へと向かい、南イタリア全土を通り抜け、あらゆる場所から追い払われると、やがて海峡のところで筏を作り、流れが引くのを見計らって、イタリアから最も近い島へと渡った。
§1.22.2νῆσον. κατεῖχον δʼ αὐτὴν Σικανοὶ, γένος Ἰβηρικόν, οὐ πολλῷ πρότερον ἐνοικισάμενοι Λίγυας φεύγοντες, καὶ παρεσκεύασαν ἀφʼ ἑαυτῶν Σικανίαν κληθῆναι τὴν νῆσον, Τρινακρίαν πρότερον ὀνομαζομένην ἐπὶ τοῦ τριγώνου σχήματος.
シカノイ人、すなわちリギュエス人から逃れて少し前にそこに移り住んだイベリア系の民族が、それを領有しており、彼らは自分たちにちなんでその島をシカニアと呼ぶようにさせた。 その島は以前、その三角形の形状からトリナクリアと呼ばれていた。
ἦσαν δὲ οὐ πολλοὶ ἐν μεγάλῃ αὐτῇ οἰκήτορες, ἀλλʼ ἡ πλείων τῆς χώρας ἔτι ἦν ἔρημος.
しかし、その大きな島には住民は多くなく、土地の大部分はまだ無人であった。
καταχθέντες οὖν εἰς αὐτὴν Σικελοὶ τὸ μὲν πρῶτον ἐν τοῖς ἑσπερίοις μέρεσιν ᾤκησαν, ἔπειτα καὶ ἄλλῃ πολλαχῇ, καὶ τοὔνομα ἡ νῆσος ἐπὶ §1.22.3τούτων ἤρξατο Σικελία καλεῖσθαι.
そこでシケロイ人はそこへ上陸すると、最初は西部に、その後は他の多くの場所にも住み着き、その島は彼らにちなんでシケリアと呼ばれるようになった。
τὸ μὲν δὴ Σικελικὸν γένος οὕτως ἐξέλιπεν Ἰταλίαν, ὡς μὲν Ἑλλάνικος ὁ Λέσβιός φησι, τρίτῃ γενεᾷ πρότερον τῶν Τρωικῶν Ἀλκυόνης ἱερωμένης ἐν Ἄργει κατὰ τὸ ἕκτον καὶ εἰκοστὸν ἔτος.
このようにシケロイの民族はイタリアを去ったが、レスボスのヘラニコスが言うには、それはトロイア戦争の3世代前、アルゴスでアルキュオネが女祭司を務めていた第26 年のことであった。
δύο δὲ ποιεῖ στόλους Ἰταλικοὺς διαβάντας εἰς Σικελίαν·
そして彼はイタリアからシチリアへ渡った二つの遠征隊を想定している。
τὸν μὲν πρότερον Ἐλύμων, οὕς φησιν ὑπʼ Οἰνώτρων ἐξαναστῆναι, τὸν δὲ μετὰ τοῦτον ἔτει πέμπτῳ γενόμενον Αὐσόνων Ἰάπυγας φευγόντων·
一つ目はエリュモイ人のものであり、彼らはオイノトロイア人によって追い払われたと彼は言い、二つ目はその5年後に生じたアウソネス人のもので、彼らはイアピュゲス人から逃れていた。
βασιλέα δὲ τούτων ἀποφαίνει Σικελὸν, ἀφʼ οὗ τοὔνομα τοῖς τε ἀνθρώποις καὶ τῇ νήσῳ τεθῆναι.
そして彼らの王をシケロスであるとし、この王にちなんで人々と島に名前が付けられたとしている。
§1.22.4ὡς δὲ Φίλιστος ὁ Συρακούσιος ἔγραψε, χρόνος μὲν τῆς διαβάσεως ἦν ἔτος ὀγδοηκοστὸν πρὸ τοῦ Τρωικοῦ πολέμου, ἔθνος δὲ τὸ διακομισθὲν ἐξ Ἰταλίας οὔτε Σικελῶν οὔτε Αὐσόνων οὔτʼ Ἐλύμων, ἀλλὰ Λιγύων, ἄγοντος αὐτοὺς Σικελοῦ·
また、シュラクサイのピリストスが書いているところでは、渡航の時期はトロイア戦争の80年前であり、イタリアから渡った民族はシケロイ人でもアウソネス人でもエリュモイ人でもなく、リギュエス人であり、シケロスが彼らを率いていた。
τοῦτον δʼ εἶναί φησιν υἱὸν Ἰταλοῦ, καὶ τοὺς ἀνθρώπους ἐπὶ τούτου δυναστεύοντος ὀνομασθῆναι Σικελούς·
このシケロスはイタロスの息子であり、彼が支配していた時に人々はシケロイ人と名付けられたと彼は言う。
§1.22.5ἐξαναστῆναι δʼ ἐκ τῆς ἑαυτῶν τοὺς Λίγυας ὑπό τε Ὀμβρικῶν καὶ Πελασγῶν.
そしてリギュエス人は、オンブリコイ人とペラスゴイ人によって自国から追い払われたのだという。
Ἀντίοχος δὲ ὁ Συρακούσιος χρόνον μὲν οὐ δηλοῖ τῆς διαβάσεως, Σικελοὺς δὲ τοὺς μεταναστάντας ἀποφαίνει βιασθέντας ὑπό τε Οἰνώτρων καὶ Ὀπικῶν, Στράτωνα δʼ ἡγεμόνα τῆς ἀποικίας ποιησαμένους.
シュラクサイのアンティオコスは、渡航の時期を明らかにしないが、移住したのはシケロイ人であり、彼らはオイノトロイア人とオペコイ人によって強制され、ストラトンを植民の指導者とした、としている。
Θουκυδίδης δὲ Σικελοὺς μὲν εἶναι γράφει τοὺς μεταναστάντας, Ὀπικοὺς δὲ τοὺς ἐκβαλόντας, τὸν δὲ χρόνον πολλοῖς ἔτεσι τῶν Τρωικῶν ὕστερον.
トゥキュディデスは、移住したのはシケロイ人であり、彼らを追い出したのはオピコイ人であって、時期はトロイア戦争の何年も後であったと書いている。
τὰ μὲν δὴ περὶ Σικελῶν λεγόμενα τῶν ἐξ Ἰταλίας μετενεγκαμένων τὴν οἴκησιν εἰς Σικελίαν ὑπὸ τῶν λόγου ἀξίων τοιάδε ἐστίν.
イタリアからシチリアへ居住地を移したシケロイ人に関して、信頼に値する人々によって語られていることは以上の通りである。

語釈・文法注

  1. 1.22.1μεθίενται αὐτοῖς ἁπάσης τῆς γῆς — μεθίενται(μεθίημι の中道態現在)は「引き渡す」「譲る」を意味し、与格(αὐτοῖς「彼らに」)と属格(ἁπάσης τῆς γῆς「全土を」)を伴う。中道態は自らの意志で放棄して引き渡すニュアンスを含む。
  2. 1.22.1κατιόντα τὸν ῥοῦν — κατιόντα は κάτειμι(下る、引く)の現在分詞。ここでは「引いていく潮流」または「(イタリアから南下する)順流」を指す。対格名詞 τὸν ῥοῦν とともに φυλάξαντες(「〜を待って」「〜を見極めて」)の目的語となっている。
  3. 1.22.3δύο δὲ ποιεῖ στόλους Ἰταλικοὺς διαβάντας — ποιεῖ の主語は前文の Ἑλλάνικος。ここでの ποιεῖ は「(記述や歴史叙述において)〜と想定する」「〜とする」の意。δύο στόλους を対格、分詞 διαβάντας を補語とする構成で、「二つのイタリアの遠征隊が渡航した、と想定している」という意味を表す。
  4. 1.22.5ἐξαναστῆναι δʼ ἐκ τῆς ἑαυτῶν τοὺς Λίγυας ὑπό τε Ὀμβρικῶν καὶ Πελασγῶν — ピリストス(Φίλιστος)の学説を紹介する間接話法(対格不定詞構文)の一部。不定詞 ἐξαναστῆναι の意味上の主語は τοὺς Λίγυας で、行為主体は ὑπό と与格/属格(ここでは属格)によって示される。ἑαυτῶν は「彼ら自身の(国)」という名詞用法。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §1.22.1-1.22.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.22.1-1.22.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。