§1.18.1σκεδασθέντες δὲ κατὰ τὴν φυγὴν οἱ μὲν εἰς Κρήτην ἀπῆλθον, οἱ δὲ τῶν Κυκλάδων νήσων τινὰς κατέσχον, οἱ δὲ τὴν περὶ τὸν Ὄλυμπόν τε καὶ τὴν Ὄσσαν, καλουμένην δὲ Ἑστιαιῶτιν ᾤκισαν, ἄλλοι δὲ εἴς τε Βοιωτίαν καὶ Φωκίδα καὶ Εὔβοιαν διεκομίσθησαν·
逃走の途中で散り散りになり、彼らのうちある者はクレータ島へ去り、ある者はキュクラデス諸島のうちいくつかの島を占領し、ある者はオリンポス山とオッサ山の周辺、すなわちエスティアイオティスと呼ばれる地に入植し、また別の者たちはボイオティア、フォーキス、エウボイアへと移送された。
οἱ δʼ εἰς τὴν Ἀσίαν περαιωθέντες τῆς περὶ τὸν Ἑλλήσποντον παραλίου πολλὰ χωρία κατέσχον καὶ τῶν παρακειμένων αὐτῇ νήσων ἄλλας τε συχνὰς καὶ τὴν νῦν καλουμένην Λέσβον, ἀναμιχθέντες τοῖς ἐκ τῆς Ἑλλάδος στέλλουσι τὴν πρώτην ἀποικίαν εἰς αὐτὴν ἄγοντος Μάκαρος τοῦ Κριάσου.
また、アジアへと渡った者たちは、ヘレスポントス周辺の沿岸地域の多くの場所を占領し、それに隣接する島々のうち、他の多くの島々や、現在レスボスと呼ばれている島を占領した。 彼らは、クリアソスの息子マカルの先導のもと、その島へ最初の植民団を送り出そうとしていたギリシアからの人々と混じり合ったのである。
§1.18.2τὸ δὲ πλεῖον αὐτῶν μέρος διὰ τῆς μεσογείου τραπόμενοι πρὸς τοὺς ἐν Δωδώνῃ κατοικοῦντας σφῶν συγγενεῖς, οἷς οὐδεὶς ἠξίου πόλεμον ἐπιφέρειν ὡς ἱεροῖς, χρόνον μέν τινα σύμμετρον αὐτόθι διέτριψαν·
しかし、彼らの大部分は、内陸を通ってドドナに住む同族のもとへと向かった。 彼らは神聖な人々であるとされていたため、誰も彼らに戦争を仕掛けるのを正しいとは思わなかった。 彼らはしばらくの間、そこに程よい期間留まった。
ἐπεὶ δὲ λυπηροὶ αὐτοῖς ὄντες ᾐσθάνοντο οὐχ ἱκανῆς οὔσης ἅπαντας τρέφειν τῆς γῆς, ἐκλείπουσι τὴν χώραν χρησμῷ πειθόμενοι κελεύοντι πλεῖν εἰς Ἰταλίαν, ἣ τότε Σατορνία ἐλέγετο.
しかし、土地が全員を養うのに十分でなかったため、自分たちが彼らににとって重荷になっていることに気づくと、彼らは神託に従ってその地を去った。 神託は、当時はサトルニアと呼ばれていたイタリアへと航海することを命じていた。
§1.18.3κατασκευασάμενοι δὲ ναῦς πολλὰς περαιοῦνται τὸν Ἰόνιον, σπουδὴν μὲν ποιούμενοι τῶν ἔγγιστα τῆς Ἰταλίας ἅψασθαι χωρίων· ὑπὸ δὲ νοτίου πνεύματος καὶ ἀγνοίας τῶν τόπων μετεωρότεροι ἐνεχθέντες καὶ πρὸς ἑνὶ τῶν τοῦ Πάδου στομάτων ὁρμισάμενοι Σπινῆτι καλουμένῳ ναῦς μὲν αὐτοῦ ταύτῃ καταλείπουσι καὶ τὸν ἥκιστα δυνάμενον ταλαιπωρεῖν ὄχλον, φυλακὴν ἐπʼ αὐταῖς καταστήσαντες, ὡς ἔχοιεν εἰ §1.18.4μὴ προχωροίη σφίσι τὰ πράγματα καταφυγήν.
彼らは多くの船を建造してイオニア海を渡った。 彼らはイタリアの最も近い場所に上陸しようと急いだが、南風と不案内な土地のために、より沖合へと運ばれ、スピナと呼ばれるパドス川の河口の一つに停泊した。 そこで彼らは船と、困難に最も耐えられない人々をその場に残し、もし事態が彼らにとってうまく進まなかった場合の避難所を彼らが持てるようにするためであった。
καὶ οἱ μὲν ὑπομείναντες ἐν τούτῳ τῷ χωρίῳ, τεῖχος τῷ στρατοπέδῳ περιβαλόμενοι καὶ ταῖς ναυσὶν εἰσκομίσαντες τὰς εἰς τὸν βίον εὐπορίας, ἐπειδὴ κατὰ γνώμην ἐδόκει χωρεῖν αὐτοῖς τὰ πράγματα, πόλιν ἔκτισαν ὁμώνυμον τῷ στόματι τοῦ ποταμοῦ·
そして、この場所にとどまった人々は、陣営の周囲に壁を巡らし、船で生活のための物資を運び込んだ。 事態が彼らの思い通りに進むように見えたとき、彼らは川の河口と同じ名を持つ都市を創建した。
εὐτύχησάν τε μάλιστα τῶν περὶ τὸν Ἰόνιον οἰκούντων θαλαττοκρατοῦντες ἄχρι πολλοῦ, καὶ δεκάτας εἰς Δελφοὺς ἀνῆγον τῷ θεῷ τῶν ἀπὸ τῆς θαλάττης ὠφελειῶν, §1.18.5εἴπερ τινὲς καὶ ἄλλοι, λαμπροτάτας.
そして彼らは、イオニア海の周辺に住む人々の中で最も繁栄し、長期にわたって制海権を握り、海からの収益の十分の一をデルポイの神に奉納した、他のいかなる人々にも増して極めて輝かしいものとして。
ὕστερον μέντοι μεγάλῃ χειρὶ τῶν προσοικούντων βαρβάρων ἐπιστρατευσάντων αὐτοῖς ἐξέλιπον τὴν πόλιν·
しかし後になって、近隣のバルバロイが総力を挙げて彼らを攻撃したため、彼らは都市を去った。
οἱ δὲ βάρβαροι μετὰ χρόνον ἀνέστησαν ὑπὸ Ῥωμαίων.
そしてそのバルバロイも、のちにローマ人によって追放された。
καὶ τὸ μὲν ἐν τῷ Σπινῆτι καταλειφθὲν γένος τῶν Πελασγῶν οὕτως ἐφθάρη.
このようにして、スピナに残されたペラスゴイの一族は滅亡した。