§1.19.1οἱ δὲ διὰ τῆς μεσογείου τραπόμενοι, τὴν ὀρεινὴν τῆς Ἰταλίας ὑπερβαλόντες, εἰς τὴν Ὀμβρικῶν ἀφικνοῦνται χώραν τῶν ὁμορούντων Ἀβοριγῖσι.
一方、内陸へと進んだ者たちは、イタリアの山岳地帯を越えて、アボリギネスと隣接するウンブリア人の土地に到着した。
πολλὰ δὲ καὶ ἄλλα χωρία τῆς Ἰταλίας ᾤκουν Ὀμβρικοί, καὶ ἦν τοῦτο τὸ ἔθνος ἐν τοῖς πάνυ μέγα τε καὶ ἀρχαῖον.
ウンブリア人はイタリアの他の多くの地域にも住んでおり、この部族は極めて強大かつ古くからのものであった。
τὸ μὲν οὖν κατʼ ἀρχὰς ἐκράτουν οἱ Πελασγοὶ τῶν χωρίων ἔνθα τὸ πρῶτον ἱδρύσαντο καὶ πολισμάτια τῶν Ὀμβρικῶν κατελάβοντό τινα·
そこで初めのうちは、ペラスゴイ人は彼らが最初に定住した土地を支配し、ウンブリア人の小都市をいくつか占領した。
συνελθόντος δʼ ἐπʼ αὐτοὺς μεγάλου στρατοῦ δείσαντες τῶν πολεμίων τὸ πλῆθος εἰς τὴν Ἀβοριγίνων ἀπιόντες τρέπονται.
しかし、彼らに対して大軍が集まると、敵の多さに恐れをなして、アボリギネスの地へと退き去っていった。
§1.19.2καὶ οἱ μὲν Ἀβοριγῖνες ἅτε πολεμίοις ἐδικαίουν αὐτοῖς προσφέρεσθαι καὶ συνῄεσαν ἐκ τῶν ἔγγιστα χωρίων διὰ τάχους ὡς ἐξαναστήσοντες αὐτούς.
そしてアボリギネスは、彼らを敵として遇するのが当然であると考え、彼らを追い払おうと、近くの土地から急速に集まってきた。
οἱ δὲ Πελασγοί ʽτυγχάνουσι γὰρ ἐν τούτῳ τῷ χρόνῳ κατὰ δαίμονα περὶ Κοτυλίαν πόλιν Ἀβοριγίνων αὐλισάμενοι πλησίον τῆς ἱερᾶς λίμνησʼ ὡς δὲ τήν τε νησῖδα τὴν ἐν αὐτῇ περιδινουμένην κατέμαθον καὶ παρὰ τῶν αἰχμαλώτων, οὓς ἐκ τῶν ἀγρῶν ἔλαβον, ἤκουσαν τὸ τῶν ἐπιχωρίων ὄνομα τέλος ἔχειν σφίσι τὸ θεοπρόπιον ὑπέλαβον.
しかしペラスゴイ人は(というのも、彼らはこのとき神の導きによって、聖なる湖の近くにあるアボリギネスの都市コテュリアの周辺にたまたま陣を張っていたからである)、その湖の中で回転しながら漂う小島を目にし、また、野原から捕らえた捕虜たちからその土地の住民の名を聞いたとき、自分たちに与えられた神託がついに成就したのだとみなした。
§1.19.3ὁ γὰρ ἐν Δωδώνῃ γενόμενος αὐτοῖς χρησμός, ὅν φησι Λεύκιος Μάλλιος ἀνὴρ οὐκ ἄσημος αὐτὸς ἰδεῖν ἐπί τινος τῶν ἐν τῷ τεμένει τοῦ Διὸς κειμένων τριπόδων γράμμασιν ἀρχαίοις ἐγκεχαραγμένον, ὡδὶ εἶχε·
というのも、ドドナで彼らに下された神託は(名高い人物であるレウキオス・マッリウスが、ゼウスの聖域に置かれている三脚釜の一つに古い文字で刻まれているのを自ら見たと語っているものであるが)、次の通りであった。
"στείχετε μαιόμενοι Σικελῶν Σατόρνιον αἶαν ἠδʼ Ἀβοριγινέων Κοτύλην, οὗ νᾶσος ὀχεῖται·
「シケロイ人のサトルニアの地と、島が浮かぶアボリギネスのコテュレを求めて進め。
οἷς ἀναμιχθέντες δεκάτην ἐκπέμψατε Φοίβῳ καὶ κεφαλὰς Κρονίδῃ καὶ τῷ πατρὶ πέμπετε φῶτα.
彼らと混じり合い、十分の一をポイボスに送り、クロノスの子に頭を、そして父に人を送れ。
"
」