§1.18.1σκεδασθέντες δὲ κατὰ τὴν φυγὴν οἱ μὲν εἰς Κρήτην ἀπῆλθον, οἱ δὲ τῶν Κυκλάδων νήσων τινὰς κατέσχον, οἱ δὲ τὴν περὶ τὸν Ὄλυμπόν τε καὶ τὴν Ὄσσαν, καλουμένην δὲ Ἑστιαιῶτιν ᾤκισαν, ἄλλοι δὲ εἴς τε Βοιωτίαν καὶ Φωκίδα καὶ Εὔβοιαν διεκομίσθησαν· οἱ δʼ εἰς τὴν Ἀσίαν περαιωθέντες τῆς περὶ τὸν Ἑλλήσποντον παραλίου πολλὰ χωρία κατέσχον καὶ τῶν παρακειμένων αὐτῇ νήσων ἄλλας τε συχνὰς καὶ τὴν νῦν καλουμένην Λέσβον, ἀναμιχθέντες τοῖς ἐκ τῆς Ἑλλάδος στέλλουσι τὴν πρώτην ἀποικίαν εἰς αὐτὴν ἄγοντος Μάκαρος τοῦ Κριάσου.
Having been scattered during their flight, some departed to Crete, others occupied some of the Cyclades islands, others settled the region around Olympus and Ossa, called Hestiaeotis, and others were conveyed to Boeotia, Phocis, and Euboea; while those who crossed over into Asia occupied many places along the coastland around the Hellespont, and of the adjacent islands many others and especially that now called Lesbos, mixing with those from Greece who were sending out their first colony to it under the leadership of Macar, the son of Criasus.
§1.18.2τὸ δὲ πλεῖον αὐτῶν μέρος διὰ τῆς μεσογείου τραπόμενοι πρὸς τοὺς ἐν Δωδώνῃ κατοικοῦντας σφῶν συγγενεῖς, οἷς οὐδεὶς ἠξίου πόλεμον ἐπιφέρειν ὡς ἱεροῖς, χρόνον μέν τινα σύμμετρον αὐτόθι διέτριψαν· ἐπεὶ δὲ λυπηροὶ αὐτοῖς ὄντες ᾐσθάνοντο οὐχ ἱκανῆς οὔσης ἅπαντας τρέφειν τῆς γῆς, ἐκλείπουσι τὴν χώραν χρησμῷ πειθόμενοι κελεύοντι πλεῖν εἰς Ἰταλίαν, ἣ τότε Σατορνία ἐλέγετο.
But the greater part of them, having turned through the inland country toward their kinsmen dwelling in Dodona—whom no one deemed it right to make war upon, since they were sacred—remained there for a moderate time; but when they perceived that they were burdensome to them, as the land was not sufficient to feed them all, they left the country, obeying an oracle commanding them to sail to Italy, which was then called Saturnia.
§1.18.3κατασκευασάμενοι δὲ ναῦς πολλὰς περαιοῦνται τὸν Ἰόνιον, σπουδὴν μὲν ποιούμενοι τῶν ἔγγιστα τῆς Ἰταλίας ἅψασθαι χωρίων· ὑπὸ δὲ νοτίου πνεύματος καὶ ἀγνοίας τῶν τόπων μετεωρότεροι ἐνεχθέντες καὶ πρὸς ἑνὶ τῶν τοῦ Πάδου στομάτων ὁρμισάμενοι Σπινῆτι καλουμένῳ ναῦς μὲν αὐτοῦ ταύτῃ καταλείπουσι καὶ τὸν ἥκιστα δυνάμενον ταλαιπωρεῖν ὄχλον, φυλακὴν ἐπʼ αὐταῖς καταστήσαντες, ὡς ἔχοιεν εἰ
And having prepared many ships, they crossed the Ionian Sea, making haste to touch the nearest parts of Italy; but being carried further out to sea by a south wind and their ignorance of the places, and coming to anchor at one of the mouths of the Po called Spina, they left their ships there on the spot, and also the crowd least able to endure hardship, having placed a guard over them, so that they might have a refuge if things should not succeed for them.
§1.18.4μὴ προχωροίη σφίσι τὰ πράγματα καταφυγήν. καὶ οἱ μὲν ὑπομείναντες ἐν τούτῳ τῷ χωρίῳ, τεῖχος τῷ στρατοπέδῳ περιβαλόμενοι καὶ ταῖς ναυσὶν εἰσκομίσαντες τὰς εἰς τὸν βίον εὐπορίας, ἐπειδὴ κατὰ γνώμην ἐδόκει χωρεῖν αὐτοῖς τὰ πράγματα, πόλιν ἔκτισαν ὁμώνυμον τῷ στόματι τοῦ ποταμοῦ· εὐτύχησάν τε μάλιστα τῶν περὶ τὸν Ἰόνιον οἰκούντων θαλαττοκρατοῦντες ἄχρι πολλοῦ, καὶ δεκάτας εἰς Δελφοὺς ἀνῆγον τῷ θεῷ τῶν ἀπὸ τῆς θαλάττης ὠφελειῶν, §1.18.5εἴπερ τινὲς καὶ ἄλλοι, λαμπροτάτας.
And those who remained in this place, having thrown a wall around the camp and brought in by means of their ships resources for their livelihood, when their affairs seemed to proceed according to their mind, founded a city homonymous with the mouth of the river; and they became the most prosperous of those living around the Ionian Sea, holding the dominion of the sea for a long time, and they dedicated to the god at Delphi the tithes of their gains from the sea, the most magnificent, if indeed any others did.
ὕστερον μέντοι μεγάλῃ χειρὶ τῶν προσοικούντων βαρβάρων ἐπιστρατευσάντων αὐτοῖς ἐξέλιπον τὴν πόλιν· οἱ δὲ βάρβαροι μετὰ χρόνον ἀνέστησαν ὑπὸ Ῥωμαίων.
Later, however, when the neighboring barbarians marched against them with a great force, they abandoned the city; and the barbarians after a time were driven out by the Romans.
καὶ τὸ μὲν ἐν τῷ Σπινῆτι καταλειφθὲν γένος τῶν Πελασγῶν οὕτως ἐφθάρη.
And thus the race of the Pelasgians left behind at Spina was destroyed.