§1.18.1σκεδασθέντες δὲ κατὰ τὴν φυγὴν οἱ μὲν εἰς Κρήτην ἀπῆλθον, οἱ δὲ τῶν Κυκλάδων νήσων τινὰς κατέσχον, οἱ δὲ τὴν περὶ τὸν Ὄλυμπόν τε καὶ τὴν Ὄσσαν, καλουμένην δὲ Ἑστιαιῶτιν ᾤκισαν, ἄλλοι δὲ εἴς τε Βοιωτίαν καὶ Φωκίδα καὶ Εὔβοιαν διεκομίσθησαν· οἱ δʼ εἰς τὴν Ἀσίαν περαιωθέντες τῆς περὶ τὸν Ἑλλήσποντον παραλίου πολλὰ χωρία κατέσχον καὶ τῶν παρακειμένων αὐτῇ νήσων ἄλλας τε συχνὰς καὶ τὴν νῦν καλουμένην Λέσβον, ἀναμιχθέντες τοῖς ἐκ τῆς Ἑλλάδος στέλλουσι τὴν πρώτην ἀποικίαν εἰς αὐτὴν ἄγοντος Μάκαρος τοῦ Κριάσου.
在逃亡中他们四处散开,其中一些人去了克里特,一些人占领了基克拉泽斯群岛中的几座岛屿,一些人定居在奥林波斯山和奥萨山周围、被称为赫斯提亚奥提斯的地区,另有一些人被送往波奥提亚、福基斯和优波亚;而那些渡海去往亚洲的人,则占领了赫勒斯滂沿岸的许多地方,并在其邻近的岛屿中占领了许多其他岛屿以及现在被称为莱斯博斯的岛屿,与那些在克里亚索斯之子马卡尔率领下、正从希腊向该岛派遣第一批殖民者的人相融合。
§1.18.2τὸ δὲ πλεῖον αὐτῶν μέρος διὰ τῆς μεσογείου τραπόμενοι πρὸς τοὺς ἐν Δωδώνῃ κατοικοῦντας σφῶν συγγενεῖς, οἷς οὐδεὶς ἠξίου πόλεμον ἐπιφέρειν ὡς ἱεροῖς, χρόνον μέν τινα σύμμετρον αὐτόθι διέτριψαν·
但他们的大部分人经由内陆投奔居住在多多纳的同族,由于那些人被视为神圣,没有人认为应当对他们发动战争。
ἐπεὶ δὲ λυπηροὶ αὐτοῖς ὄντες ᾐσθάνοντο οὐχ ἱκανῆς οὔσης ἅπαντας τρέφειν τῆς γῆς, ἐκλείπουσι τὴν χώραν χρησμῷ πειθόμενοι κελεύοντι πλεῖν εἰς Ἰταλίαν, ἣ τότε Σατορνία ἐλέγετο.
他们在那里停留了一段适当的时间;但当他们察觉到自己成为了同族的负担——因为土地不足以供养所有人时,他们便遵照神谕离开该地,该神谕命令他们驶向当时被称为萨托尼亚的意大利。
§1.18.3κατασκευασάμενοι δὲ ναῦς πολλὰς περαιοῦνται τὸν Ἰόνιον, σπουδὴν μὲν ποιούμενοι τῶν ἔγγιστα τῆς Ἰταλίας ἅψασθαι χωρίων· ὑπὸ δὲ νοτίου πνεύματος καὶ ἀγνοίας τῶν τόπων μετεωρότεροι ἐνεχθέντες καὶ πρὸς ἑνὶ τῶν τοῦ Πάδου στομάτων ὁρμισάμενοι Σπινῆτι καλουμένῳ ναῦς μὲν αὐτοῦ ταύτῃ καταλείπουσι καὶ τὸν ἥκιστα δυνάμενον ταλαιπωρεῖν ὄχλον, φυλακὴν ἐπʼ αὐταῖς καταστήσαντες, ὡς ἔχοιεν εἰ §1.18.4μὴ προχωροίη σφίσι τὰ πράγματα καταφυγήν.
他们建造了许多船只,渡过了伊奥尼亚海,急于抵达意大利最近的土地;但由于南风和对地形的陌生,他们被吹向了更远的公海,并在波河被称为斯皮纳的一个河口停泊。 他们将船只以及最无法忍受艰苦的民众留在了那里,并派人看守船只,以便在事情进展不顺时,他们能有一个退路。
καὶ οἱ μὲν ὑπομείναντες ἐν τούτῳ τῷ χωρίῳ, τεῖχος τῷ στρατοπέδῳ περιβαλόμενοι καὶ ταῖς ναυσὶν εἰσκομίσαντες τὰς εἰς τὸν βίον εὐπορίας, ἐπειδὴ κατὰ γνώμην ἐδόκει χωρεῖν αὐτοῖς τὰ πράγματα, πόλιν ἔκτισαν ὁμώνυμον τῷ στόματι τοῦ ποταμοῦ· εὐτύχησάν τε μάλιστα τῶν περὶ τὸν Ἰόνιον οἰκούντων θαλαττοκρατοῦντες ἄχρι πολλοῦ, καὶ δεκάτας εἰς Δελφοὺς ἀνῆγον τῷ θεῷ τῶν ἀπὸ τῆς θαλάττης ὠφελειῶν, §1.18.5εἴπερ τινὲς καὶ ἄλλοι, λαμπροτάτας.
而那些留在该地的人,在营地周围筑起围墙,并通过船只运来生活所需的物资。 当事情似乎如他们所愿发展时,他们建立了一座与该河口同名的城市;在居住在伊奥尼亚海周围的人中,他们最为繁荣,长期掌握着制海权,并将海上所得收益的十分之一作为供奉献给德尔斐的神明,其辉煌程度,若有其他任何人曾做过,也无出其右。
ὕστερον μέντοι μεγάλῃ χειρὶ τῶν προσοικούντων βαρβάρων ἐπιστρατευσάντων αὐτοῖς ἐξέλιπον τὴν πόλιν· οἱ δὲ βάρβαροι μετὰ χρόνον ἀνέστησαν ὑπὸ Ῥωμαίων.
然而后来,邻近的蛮族以强大的兵力对他们发动了战争,他们便遗弃了这座城市;而这些蛮族在一段时间后被罗马人驱逐。
καὶ τὸ μὲν ἐν τῷ Σπινῆτι καταλειφθὲν γένος τῶν Πελασγῶν οὕτως ἐφθάρη.
留在斯皮纳的伯拉斯吉人这一支系,就这样灭亡了。