Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §1.16.1-1.16.5

アボリギネスとシケロイの土地を巡る戦争

16 / 962 箇所 · ギリシア語

要旨

アボリギネスが「聖なる春」の慣習に従って送り出した若者たちが隣接するシケロイの土地を略奪し、それに続いて他のアボリギネスたちも入植を進めたことで、両民族の間にイタリア史上未曾有の大戦争が勃発したことが語られる。

§1.16.1τὴν μὲν δὴ πρώτην οἴκησιν οἱ Ἀβοριγῖνες ἐν τούτοις λέγονται ποιήσασθαι τοῖς τόποις, ἐξελάσαντες ἐξ αὐτῶν Ὀμβρικούς.
アボリギネスは、これらの地方からオンブリコイを追い出して、そこに最初の居住地を定めたと言われている。
ἐντεῦθεν δὲ ὁρμώμενοι τοῖς τε ἄλλοις βαρβάροις καὶ πάντων μάλιστα Σικελοῖς ὁμοτέρμοσιν οὖσιν ὑπὲρ τῆς χώρας ἐπολέμουν, τὸ μὲν πρῶτον ἱερά τις ἐξελθοῦσα νεότης, ἄνδρες ὀλίγοι κατὰ βίου ζήτησιν ὑπὸ τῶν γειναμένων ἀποσταλέντες, ἔθος ἐκπληροῦντες ἀρχαῖον, ᾧ πολλοὺς βαρβάρων τε καὶ Ἑλλήνων ἐπίσταμαι χρησαμένους.
そこから出撃して、彼らは他のバルバロイや、とりわけ隣接していたシケロイに対して、土地をめぐって戦争を行った。 最初は、「聖なる若者たち」として出発した少数の男たちが、親たちによって生計を求めて送り出され、バルバロイやギリシア人の多くが用いてきたと私が知っている古い慣習を果たしながら(戦争を行った)。
§1.16.2ὁπότε γὰρ εἰς ὄχλου πλῆθος ἐπίδοσιν αἱ πόλεις τισὶ λάβοιεν ὥστε μηκέτι τὰς οἰκείας τροφὰς ἅπασιν εἶναι διαρκεῖς, ἢ κακωθεῖσα ταῖς οὐρανίοις μεταβολαῖς ἡ γῆ σπανίους τοὺς εἰωθότας καρποὺς ἐξενέγκειεν, ἢ τοιόνδε τι πάθος ἄλλο τὰς πόλεις κατασχὸν εἴτε ἄμεινον εἴτε χεῖρον ἀνάγκην ἐπιστήσειε μειώσεως τοῦ πλήθους, θεῶν ὅτῳ δὴ καθιεροῦντες ἀνθρώπων ἐτείους γονὰς ἐξέπεμπον ὅπλοις κοσμήσαντες ἐκ τῆς σφετέρας·
というのも、都市の人口が増加して、もはや地元の食糧だけでは全員を養うのに十分でなくなったときや、天候の変化によって土地が損なわれ、いつもの収穫がほとんど得られなくなったとき、あるいは、そのような他の出来事(それが良いものであれ悪いものであれ)が都市を襲い、人口削減の必要性を課したときには、彼らは神々のうちの誰かに人間のその年の生まれを捧げ、武器を帯びさせて自国から送り出したからである。
εἰ μὲν ὑπὲρ εὐανδρίας ἢ νίκης ἐκ πολέμου χαριστήρια θεοῖς ἀποδιδοῖεν, προθύοντες ἱερὰ τὰ νομιζόμενα, εὐφήμοις οἰωνοῖς τὰς ἀποικίας προπέμποντες· εἰ δʼ ἐπὶ μηνίμασι δαιμονίοις ἀπαλλαγὰς αἰτούμενοι τῶν κατεχόντων σφᾶς κακῶν τὸ παραπλήσιον δρῷεν, αὐτοί τε ἀχθόμενοι καὶ συγγνώμονας ἀξιοῦντες γενέσθαι τοὺς. ἀπελαυνομένους.
もし彼らが、人口の繁栄や戦争の勝利に対する感謝の印を神々に捧げるのであれば、あらかじめ慣習の生贄を捧げ、吉兆の鳥占いをもって植民を送り出し、もし神々の怒りに対して、自分たちに降りかかっている災いからの免れを求めて同じことを行うのであれば、自らも悲しみつつ、追い出される者たちに許しを求めながら送り出した。
§1.16.3οἱ δὲ ἀπαναστάντες ὡς οὐκέτι τῆς πατρῴας γῆς μεταληψόμενοι, εἰ μὴ κτήσαιντο ἑτέραν, τὴν ὑποδεξαμένην αὐτοὺς εἴτε πρὸς φιλίαν εἴτε ἐν πολέμῳ κρατηθεῖσαν πατρίδα ἐποιοῦντο·
立ち退いた者たちは、もし他の土地を手に入れなければ、もはや祖国の土地を分かち合うことはないと考えて、彼らを受け入れた土地を、それが友好によるものであれ戦争で征服されたものであれ、祖国とした。
ὅ τε θεὸς, ᾧ κατονομασθεῖεν ἀπελαυνόμενοι, συλλαμβάνειν αὐτοῖς ὡς τὰ πολλὰ ἐδόκει καὶ παρὰ τὴν ἀνθρωπίνην δόξαν κατορθοῦν τὰς ἀποικίας.
また、追い出される際にその名を指定された神も、大抵は彼らを援助し、人間の予想に反してその植民を成功させるように見えた。
§1.16.4τούτῳ δὴ τῷ νόμῳ χρώμενοι καὶ τότε τῶν Ἀβοριγίνων τινὲς ἀνθούντων ἀνδράσι τῶν χωρίων ʽκτείνειν γὰρ οὐδένα τῶν ἐκγόνων ἠξίουν, ἄγους οὐδενὸς ἔλαττον τοῦτο τιθέμενοἰ, θεῶν ὅτῳ δὴ καθιερώσαντες ἐνιαυσίους γονὰς ἀνδρωθέντας ἀποικίζουσι τοὺς παῖδας ἐκ τῆς σφετέρας, οἳ τοὺς Σικελοὺς ἄγοντές τε καὶ
この慣習に従って、当時アボリギネスの一部の人々も、その地が男たちで溢れていたため(というのも、彼らは子孫の誰も殺そうとせず、それをいかなる不浄にも劣らぬ大罪と考えていたからである)、神々のうちの誰かに1年間の生まれを捧げ、その子供たちが成人したときに自国から移住させた。
§1.16.5φέροντες διετέλουν, ἐπειδὴ τὴν ἑαυτῶν ἐξέλιπον.
彼らはシケロイを略奪し、奪い去り続けた、自らの土地を離れてから。
ὡς δʼ ἅπαξ οὗτοι χωρίων τινῶν τῆς πολεμίας ἐκράτησαν, ἐκ τοῦ ἀσφαλεστέρου ἤδη καὶ οἱ λοιποὶ Ἀβοριγῖνες οἱ δεόμενοι γῆς κατὰ σφᾶς ἕκαστοι ἐπεχείρουν τοῖς ὁμόροις καὶ πόλεις ἔκτισαν ἄλλας τέ τινας καὶ τὰς μέχρι τοῦδε οἰκουμένας, Ἀντεμνάτας καὶ Τελληνεῖς καὶ Φικολνέους τοὺς πρὸς τοῖς καλουμένοις Κορνίκλοις ὄρεσι καὶ Τιβουρτίνους, παρʼ οἷς ἔτι καὶ εἰς τόδε χρόνου μέρος τι τῆς πόλεως ὀνομάζεται Σικελικόν·
しかし、一度彼らが敵国のいくつかの地を制圧すると、もはや安全になったため、土地を必要としていた他の残りのアボリギネスたちも、それぞれ隣人に攻撃を仕掛け、その他の都市や、今日まで人が住んでいるいくつかの都市、すなわちアンテムナテス、テッレネイス、いわゆるコルニクルムの山の近くのピコルネウス、そしてティブルティノスを建設した。 ティブルティノスにおいては、今日でもなお、その都市の一部分が「シケリコン」と呼ばれている。
καὶ ἦσαν ἁπάντων μάλιστα τῶν προσοικούντων λυπηροὶ τοῖς Σικελοῖς.
そして彼らは、近隣に住むすべての人々の中で最もシケロイにとって厄介な存在であった。
ἀνίσταται δὲ ἐκ τούτων τῶν διαφορῶν τοῖς ἔθνεσιν ὅλοις πόλεμος ὅσος οὐδεὶς τῶν πρότερον γενομένων ἐν Ἰταλίᾳ, καὶ προῆλθεν ἄχρι πολλοῦ χρόνου μηκυνόμενος.
これらの紛争から、両民族全体の間で、それまでイタリアで起こったことのないほどの大規模な戦争が勃発し、それは長期にわたって長引いた。

語釈・文法注

  1. 1.16.1τὸ μὲν πρῶτον ἱερά τις ἐξελθοῦσα νεότης, ἄνδρες ὀλίγοι κατὰ βίου ζήτησιν ὑπὸ τῶν γειναμένων ἀποσταλέντες — 主文の分詞 ὁρμώμενοι および動詞 ἐπολέμουν(ともに男性複数)に対して、女性単数の集合名詞である ἱερά τις ἐξελθοῦσα νεότης が同格のように置かれ、さらに男性複数の ἄνδρες ὀλίγοι... ἀποσταλέντες がこれを説明する形で続いている。文法的な性・数の一致よりも、意味上の指示対象(アボリギネスから分かれ出た特定の若者たち)を優先した「意味的一致」(constructio ad sensum)の複雑な構文である。
  2. 1.16.2θεῶν ὅτῳ δὴ καθιεροῦντες — ὅτῳ δή は不定関係代名詞 ὅστις に小辞 δή が付いた形(与格)で、「神々のうちの誰かしら特定の(ただし具体名は指定しない)神」を指す。これは古代イタリアの「聖なる春」(ver sacrum)の慣習において、人身を特定の神(マールスなど)に捧げる宗教的儀礼を表現している。
  3. 1.16.5ἄγοντές τε καὶ φέροντες — ギリシア語の伝統的な慣用表現である ἄγειν καὶ φέρειν(家畜などを「引き連れ」、財産などを「持ち去る」)の分詞形で、「略奪する、略奪を働く」というイディオムである。ラテン語の *ferre et agere* に対応する。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §1.16.1-1.16.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.16.1-1.16.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。