Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.16.1-1.16.5

阿博里金人与西西里人争夺土地的战争

第 16 段,共 962 段 · 希腊语

内容简介

叙述了阿博里金人根据“圣春”习俗送出青年队伍,开始对邻近的西西里人进行劫掠,随后其余的阿博里金人也纷纷进行殖民,最终引发了两个民族之间在意大利前所未有的大战。

§1.16.1τὴν μὲν δὴ πρώτην οἴκησιν οἱ Ἀβοριγῖνες ἐν τούτοις λέγονται ποιήσασθαι τοῖς τόποις, ἐξελάσαντες ἐξ αὐτῶν Ὀμβρικούς.
据说,阿博里金人在将翁布里亚人逐出这些地方后,在此建立了他们最初的定居点。
ἐντεῦθεν δὲ ὁρμώμενοι τοῖς τε ἄλλοις βαρβάροις καὶ πάντων μάλιστα Σικελοῖς ὁμοτέρμοσιν οὖσιν ὑπὲρ τῆς χώρας ἐπολέμουν, τὸ μὲν πρῶτον ἱερά τις ἐξελθοῦσα νεότης, ἄνδρες ὀλίγοι κατὰ βίου ζήτησιν ὑπὸ τῶν γειναμένων ἀποσταλέντες, ἔθος ἐκπληροῦντες ἀρχαῖον, ᾧ πολλοὺς βαρβάρων τε καὶ Ἑλλήνων ἐπίσταμαι χρησαμένους.
以此为基地,他们为了土地而与其他的野蛮人,尤其是与其邻近的西西里人作战。 起初,是一支被称为“圣者”的青年队伍出发,即少数被父母打发出外谋生的男子,履行着一项古老的习俗,我深知许多野蛮人和希腊人都曾采用过这一习俗。
§1.16.2ὁπότε γὰρ εἰς ὄχλου πλῆθος ἐπίδοσιν αἱ πόλεις τισὶ λάβοιεν ὥστε μηκέτι τὰς οἰκείας τροφὰς ἅπασιν εἶναι διαρκεῖς, ἢ κακωθεῖσα ταῖς οὐρανίοις μεταβολαῖς ἡ γῆ σπανίους τοὺς εἰωθότας καρποὺς ἐξενέγκειεν, ἢ τοιόνδε τι πάθος ἄλλο τὰς πόλεις κατασχὸν εἴτε ἄμεινον εἴτε χεῖρον ἀνάγκην ἐπιστήσειε μειώσεως τοῦ πλήθους, θεῶν ὅτῳ δὴ καθιεροῦντες ἀνθρώπων ἐτείους γονὰς ἐξέπεμπον ὅπλοις κοσμήσαντες ἐκ τῆς σφετέρας·
因为,每当城市人口增加,以至于自身的粮食不再够所有人食用时,或者由于气候变化使土地受损,无法长出往常数量的作物时,又或者其他类似的灾祸(无论是好是坏)降临城市并迫使人口减少时,他们就会将那年出生的人口奉献给某位神明,并让他们携带武器,送出自己的国土。
εἰ μὲν ὑπὲρ εὐανδρίας ἢ νίκης ἐκ πολέμου χαριστήρια θεοῖς ἀποδιδοῖεν, προθύοντες ἱερὰ τὰ νομιζόμενα, εὐφήμοις οἰωνοῖς τὰς ἀποικίας προπέμποντες· εἰ δʼ ἐπὶ μηνίμασι δαιμονίοις ἀπαλλαγὰς αἰτούμενοι τῶν κατεχόντων σφᾶς κακῶν τὸ παραπλήσιον δρῷεν, αὐτοί τε ἀχθόμενοι καὶ συγγνώμονας ἀξιοῦντες γενέσθαι τοὺς. ἀπελαυνομένους.
如果是为了人口繁荣或战争胜利向神明表达谢意,他们会先献上惯常的祭品,并在吉祥的鸟占下送走这些移民;但如果是为了消除神明的愤怒,祈求从降临于他们的灾难中解脱而做同样的事,他们则会一边心怀悲伤,一边请求那些被驱逐的人宽恕并送走了他们。
§1.16.3οἱ δὲ ἀπαναστάντες ὡς οὐκέτι τῆς πατρῴας γῆς μεταληψόμενοι, εἰ μὴ κτήσαιντο ἑτέραν, τὴν ὑποδεξαμένην αὐτοὺς εἴτε πρὸς φιλίαν εἴτε ἐν πολέμῳ κρατηθεῖσαν πατρίδα ἐποιοῦντο·
而那些迁离的人,因为意识到如果不夺取其他土地就无法再分享祖先的土地,于是将接纳他们的土地(无论是通过友好方式还是在战争中被征服的土地)当作祖国。
ὅ τε θεὸς, ᾧ κατονομασθεῖεν ἀπελαυνόμενοι, συλλαμβάνειν αὐτοῖς ὡς τὰ πολλὰ ἐδόκει καὶ παρὰ τὴν ἀνθρωπίνην δόξαν κατορθοῦν τὰς ἀποικίας.
而被驱逐时所冠以其名的神明,也大都会向他们伸出援手,并在出乎人类意料之外的情况下使他们的殖民获得成功。
§1.16.4τούτῳ δὴ τῷ νόμῳ χρώμενοι καὶ τότε τῶν Ἀβοριγίνων τινὲς ἀνθούντων ἀνδράσι τῶν χωρίων ʽκτείνειν γὰρ οὐδένα τῶν ἐκγόνων ἠξίουν, ἄγους οὐδενὸς ἔλαττον τοῦτο τιθέμενοἰ, θεῶν ὅτῳ δὴ καθιερώσαντες ἐνιαυσίους γονὰς ἀνδρωθέντας ἀποικίζουσι τοὺς παῖδας ἐκ τῆς σφετέρας, οἳ τοὺς Σικελοὺς ἄγοντές τε καὶ §1.16.5φέροντες διετέλουν, ἐπειδὴ τὴν ἑαυτῶν ἐξέλιπον.
正是遵循这一习俗,当时阿博里金人的一些人在其土地上人口兴旺之时(因为他们认为不应杀死任何后代,将此视为不亚于任何污秽的重罪),将一年的新生儿奉献给某位神明,并在孩子们成年后让他们离开自己的国土去殖民。 这些人不断地对西西里人进行劫掠,并在离开自己的土地后,持续夺取他们的财产。
ὡς δʼ ἅπαξ οὗτοι χωρίων τινῶν τῆς πολεμίας ἐκράτησαν, ἐκ τοῦ ἀσφαλεστέρου ἤδη καὶ οἱ λοιποὶ Ἀβοριγῖνες οἱ δεόμενοι γῆς κατὰ σφᾶς ἕκαστοι ἐπεχείρουν τοῖς ὁμόροις καὶ πόλεις ἔκτισαν ἄλλας τέ τινας καὶ τὰς μέχρι τοῦδε οἰκουμένας, Ἀντεμνάτας καὶ Τελληνεῖς καὶ Φικολνέους τοὺς πρὸς τοῖς καλουμένοις Κορνίκλοις ὄρεσι καὶ Τιβουρτίνους, παρʼ οἷς ἔτι καὶ εἰς τόδε χρόνου μέρος τι τῆς πόλεως ὀνομάζεται Σικελικόν·
而一旦这些人占领了敌国的一些地方,安全有了保障,其余需要土地的阿博里金人也各自开始袭击邻近的居民,并建立起其他一些城市,其中包括一些至今仍有人居住的城市,即安泰姆纳人、泰莱内人、靠近所谓科尔尼库卢姆山的菲库尔内人,以及蒂布尔蒂人(在他们那里,直到今天该城市的一部分仍被称为“西西里区”)。
καὶ ἦσαν ἁπάντων μάλιστα τῶν προσοικούντων λυπηροὶ τοῖς Σικελοῖς.
在所有邻人中,他们对西西里人造成的痛苦最大。
ἀνίσταται δὲ ἐκ τούτων τῶν διαφορῶν τοῖς ἔθνεσιν ὅλοις πόλεμος ὅσος οὐδεὶς τῶν πρότερον γενομένων ἐν Ἰταλίᾳ, καὶ προῆλθεν ἄχρι πολλοῦ χρόνου μηκυνόμενος.
由于这些争端,在整个两个民族之间爆发了一场在意大利前所未有的大规模战争,且这场战争持续了很长时间。

词汇与语法注释

  1. 1.16.1τὸ μὲν πρῶτον ἱερά τις ἐξελθοῦσα νεότης, ἄνδρες ὀλίγοι κατὰ βίου ζήτησιν ὑπὸ τῶν γειναμένων ἀποσταλέντες — 针对主句的分词 ὁρμώμενοι 和动词 ἐπολέμουν(均为阳性复数),置入了阴性单数的集合名词 ἱερά τις ἐξελθοῦσα νεότης 作同位语,其后又接阳性复数的 ἄνδρες ὀλίγοι... ἀποσταλέντες 进行补充说明。这是一个复杂的“依意一致”(constructio ad sensum)句式,其语义上的指代(指被派出的特定青年们)优先于语法上性与数的严格一致。
  2. 1.16.2θεῶν ὅτῳ δὴ καθιεροῦντες — 词组 ὅτῳ δή 是不定关系代词 ὅστις 的与格加上语气词 δή,意为“奉献给某位神明”(不具体指出神名)。这表现了古代意大利“圣春”(ver sacrum)习俗中,将人口奉献给特定神明(如马尔斯)的宗教仪式。
  3. 1.16.5ἄγοντές τε καὶ φέροντες — 这是希腊语传统成语 ἄγειν καὶ φέρειν(字面意为“驱赶[牲畜]与运走[财物]”)的分词形式,意为“劫掠、掠夺”。这对应于拉丁语的成语 *ferre et agere*。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.16.1-1.16.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.16.1-1.16.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。