§1.15.1ἀπὸ δὲ σταδίων ἑβδομήκοντα Ῥεάτου Κοτυλία πόλις ἐπιφανὴς πρὸς ὄρει κειμένη·
レアーテから70スタディオンのところに、山のふもとに位置する著名な都市コテュリアがある。
ἧς ἐστιν οὐ πρόσω λίμνη τεττάρων πλέθρων ἔχουσα τὴν διάστασιν, αὐθιγενοῦς πλήρης νάματος ἀπορρέοντος ἀεί, βάθος ὡς λέγεται ἄβυσσος.
そこから遠くないところに、4プレトロンの広さを持つ湖があり、常に流れ出る自噴の清水で満ちており、その深さは言われるところでは底なしである。
ταύτην ἔχουσάν τι θεοπρεπὲς ἱερὰν τῆς Νίκης οἱ ἐπιχώριοι νομίζουσι καὶ περιείρξαντες κύκλῳ στέμμασι τοῦ μηδένα τῷ νάματι πελάζειν ἄβατον φυλάττουσιν, ὅτι μὴ καιροῖς τισι διετησίοις, ἐν οἷς ἱερὰ θύουσιν ἃ νόμος ἐπιβαίνοντες τῆς ἐν αὐτῇ νησῖδος οἷς ὅσιον.
地元の住民は、この湖が神聖な性質を宿していると考えてニケの聖域とし、周囲を飾り帯で囲み、誰もその水に近づかないように立ち入り禁止として守っている。 ただし、年に一度の特定の時期は例外であり、その時期には、神法上許されている人々が湖の中にある島に上陸し、慣習に従って聖なる犠牲を捧げる。
§1.15.2ἡ δὲ νῆσός ἐστι μὲν ὡσπερὰν πεντήκοντα ποδῶν τὴν διάμετρον, ὑπερανέστηκε δὲ τοῦ νάματος οὐ πλεῖον ἢ ποδιαῖον ὕψος·
この島は、直径がおよそ50フィートあり、水面からの高さは1フィートにも満たない。
ἀνίδρυτος δʼ ἐστὶ καὶ περινήχεται πολλαχῇ δινοῦντος αὐτὴν ἄλλοτε κατʼ ἄλλους τόπους ἠρέμα τοῦ πνεύματος.
島は根を張っておらず、風が時折あちらこちらの場所へと穏やかにそれを動かすにつれて、あちこちへ漂い泳いでいる。
χλόη δέ τις ἐν αὐτῇ φύεται βουτόμῳ προσεμφερὴς καὶ θάμνοι τινὲς οὐ μεγάλοι, πρᾶγμα κρεῖττον λόγου τοῖς ἀθεάτοις ὧν ἡ φύσις δρᾷ καὶ θαυμάτων οὐδενὸς δεύτερον.
その上にはブトモスに似た草や、それほど大きくないいくつかの低木が生えており、これは、自然のなすわざを目にしたことのない人々にとっては言葉を超える事柄であり、いかなる驚異にも劣らないものである。