§3.1ἔκ Τραπεζοῦντος δὲ ὁρμηθέντες τῇ μὲν πρώτῃ ἐς Ὕσσου λιμένα κατήραμεν καὶ τοὺς πεζοὺς τοὺς ταύτῃ ἐγυμνάσαμεν·
トラペズスから出発して、初日にはヒュッソスの港に入港し、そこにいる歩兵たちを訓練しました。
ἡ γὰρ τάξις αὕτη, ὡς οἶσθα, πεζῶν ἐστιν καὶ ἱππέας εἴκοσιν ἐς διακονίαν ἔχει.
というのも、ご存じのように、この部隊は歩兵からなり、連絡用に20騎の騎兵を擁しているからです。
ἀλλὰ καὶ τούτους τὰς λόγχας ἀκοντίσαι ἐδέησεν.
しかし、彼らにも槍を投げさせることが必要でした。
ἐνθένδε ἐπλέομεν, τὰ §3.2μὲν πρῶτα ταῖς αὔραις ταῖς ἐκ τῶν ποταμῶν πνεούσαις ἕωθεν καὶ ἅμα ταῖς κώπαις διαχρώμενοι·
そこから我々は船出しましたが、最初は、明け方に川から吹いてくる微風を利用し、同時に櫂も併用しました。
ψυχραὶ μὲν γὰρ ἦσαν αἱ αὖραι, ὡς λέγει καὶ Ὅμηρος, οὐχ ἱκαναὶ δὲ τοῖς ταχυναυτεῖν βουλομένοις.
というのも、ホメロスも言うように、微風は冷たかったものの、速く進みたいと望む者たちにとっては十分ではなかったからです。
εἶτα γαλήνη ἐπέλαβεν, ὥστε τῇ εἰρεσίᾳ μόνῃ ἐχρώμεθα.
その後、凪になったので、櫂漕ぎだけで進みました。
ἔπειτα §3.3δὲ ἄφνω νεφέλη ἐπαναστᾶσα ἐξερράγη κατʼ εὖρον μάλιστα, καὶ ἐπήνεγκεν πνεῦμα ἐξαίσιον καὶ τοῦτο ἀκριβῶς ἐναντίον, ὅπερ κἂν μόνον ἀπώλεσεν ἡμᾶς·
その後、突然、雲が湧き上がってほぼ東風のあたりで破裂し、すさまじい風をもたらしました。 それもまさに逆風であり、それだけでも我々を破滅させかねないほどでした。
κοίλην μὲν γὰρ διʼ ὀλίγου τὴν θάλασσαν ἐποίησεν, ὡς μὴ κατὰ τὰς κώπας μόνον ἀλλὰ καὶ ὑπὲρ τὰς παρεξειρεσίας ἐπεσρεῖν ἡμῖν ἑκατέρωθεν ἀφθόνως τοῦ ὕδατος, τοῦτο δὴ τὸ τραγικόν,
というのも、それはたちまち海を深くうねらせ、櫂のところからだけでなく、両側の舷木を越えて、大量の水が我々の上に流れ込んでくるほどだったからです。
§3.4ʽκαὶ τὴν μὲν ἐξηντλοῦμεν, ἣ δʼ ἐπεσρέει.
それこそまさに悲劇に言うところの、「一方が汲み出されれば、他方が流れ込む」という状態でした。
ʼ ἀλλʼ οὐ πλάγιόν γε ἦν τὸ κλυδώνιον.
しかし、波は幸いにも横波ではありませんでした。
ταύτῃ καὶ ἠνύτομεν μόλις καὶ χαλεπῶς τῇ εἰρεσίᾳ, καὶ μέντοι πολλὰ παθόντες ἥκομεν ἐς τὰς Ἀθήνας.
このため、我々は櫂漕ぎによって辛うじて、困難を極めながらも進むことができ、実に多くの苦難を経験した末に、アテナイに到着しました。