Humanitext Reader

阿利安 · 黑海环航记 §3.1-3.4

在许索斯的演练与遭遇风暴的航行

第 3 段,共 25 段 · 希腊语

内容简介

从特拉佩祖斯出发的一行人,在许索斯港训练了部队。随后继续航行时遭遇突如其来的暴风雨和逆风,在克服严重积水并艰难划桨后,终于抵达雅典。

§3.1ἔκ Τραπεζοῦντος δὲ ὁρμηθέντες τῇ μὲν πρώτῃ ἐς Ὕσσου λιμένα κατήραμεν καὶ τοὺς πεζοὺς τοὺς ταύτῃ ἐγυμνάσαμεν· ἡ γὰρ τάξις αὕτη, ὡς οἶσθα, πεζῶν ἐστιν καὶ ἱππέας εἴκοσιν ἐς διακονίαν ἔχει.
我们从特拉佩祖斯出发,第一天在许索斯港靠岸,并在那里训练了步兵;因为如您所知,这支部队由步兵组成,并有二十名骑兵用于传递消息。
ἀλλὰ καὶ τούτους τὰς λόγχας ἀκοντίσαι ἐδέησεν.
但也有必要让他们练习投掷标枪。
ἐνθένδε ἐπλέομεν, τὰ §3.2μὲν πρῶτα ταῖς αὔραις ταῖς ἐκ τῶν ποταμῶν πνεούσαις ἕωθεν καὶ ἅμα ταῖς κώπαις διαχρώμενοι· ψυχραὶ μὲν γὰρ ἦσαν αἱ αὖραι, ὡς λέγει καὶ Ὅμηρος, οὐχ ἱκαναὶ δὲ τοῖς ταχυναυτεῖν βουλομένοις.
我们从那里启航,起初,我们利用清晨从河流吹来的微风,同时并用船桨;因为正如荷马所说,微风虽凉,但对于想要快速航行的人来说并不足够。
εἶτα γαλήνη ἐπέλαβεν, ὥστε τῇ εἰρεσίᾳ μόνῃ ἐχρώμεθα.
随后出现了无风状态,因此我们只能依靠划桨。
ἔπειτα §3.3δὲ ἄφνω νεφέλη ἐπαναστᾶσα ἐξερράγη κατʼ εὖρον μάλιστα, καὶ ἐπήνεγκεν πνεῦμα ἐξαίσιον καὶ τοῦτο ἀκριβῶς ἐναντίον, ὅπερ κἂν μόνον ἀπώλεσεν ἡμᾶς· κοίλην μὲν γὰρ διʼ ὀλίγου τὴν θάλασσαν ἐποίησεν, ὡς μὴ κατὰ τὰς κώπας μόνον ἀλλὰ καὶ ὑπὲρ τὰς παρεξειρεσίας ἐπεσρεῖν ἡμῖν ἑκατέρωθεν ἀφθόνως τοῦ ὕδατος, τοῦτο δὴ τὸ τραγικόν, §3.4ʽκαὶ τὴν μὲν ἐξηντλοῦμεν, ἣ δʼ ἐπεσρέει.
接着,突然一片乌云升起,大约在东风方向破裂,带来了狂暴的狂风,而且这正好是逆风,单凭这一点就足以让我们毁灭;因为不一会儿它就使海浪汹涌,以至于大量的水不仅从桨口,还从两侧的舷木上方涌入我们船上,这正是悲剧中所说的, “我们刚排出一部分,另一部分又涌进来。
ʼ ἀλλʼ οὐ πλάγιόν γε ἦν τὸ κλυδώνιον.
”但幸好波浪并非横向袭来。
ταύτῃ καὶ ἠνύτομεν μόλις καὶ χαλεπῶς τῇ εἰρεσίᾳ, καὶ μέντοι πολλὰ παθόντες ἥκομεν ἐς τὰς Ἀθήνας.
以此方式,我们通过划桨艰难而痛苦地前行,在经历了重重苦难之后,我们终于抵达了雅典。

词汇与语法注释

  1. 3.1τῇ μὲν πρώτῃ — 阴性名词 ἡμέρᾳ(天)的省略。与格表示时间,副词性地意为“第一天”。
  2. 3.3ὅπερ κἂν μόνον ἀπώλεσεν ἡμᾶς — κἂν 是 καὶ ἄν 的缩合。语气助词 ἄν 与直陈式过去时(不定过去时)ἀπώλεσεν 连用,表示过去的可能性或虚拟语气(“单凭这一点就足以毁灭我们”)。
  3. 3.3τοῦτο δὴ τὸ τραγικόν — 引导紧接着的悲剧引文(欧里庇得斯《伊菲革涅亚在陶里人那里》第1386行)的独立名词短语,意为“这正是悲剧中所说的”。
  4. 3.4ἐς τὰς Ἀθήνας — 指的不是希腊的雅典,而是位于黑海东南岸(今土耳其帕扎尔附近)本都地区的同名港口城市(雅典)。

引用这一段

阿利安, 黑海环航记 §3.1-3.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0074.tlg004.humanitext-grc2:3.1-3.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。