Humanitext Reader

ルキアノス · 神々の対話 §14.1-14.2

アルクメネのために夜を延ばすゼウスの命令

14 / 25 箇所 · ギリシア語

要旨

ゼウスがアルクメネと交わりヘラクレスを授かるために、ヘルメスを介してヘリオスに三日間の長い夜を作るよう命じる。ヘリオスは文句を言いつつもこれに従う。

§14.1ΕΡΜΗΣ Ὠ Ἥλιε, μὴ ἐλάσῃς τήμερον, ὁ Ζεύς φησι, μηδὲ αὔριον μηδὲ εἰς τρίτην ἡμέραν, ἀλλὰ ἔνδον μένε, καὶ τὸ μεταξὺ μία τις ἔστω νὺξ μακρά·
ΕΡΜΗΣ ヘリオスよ、今日は駆けてはならぬ、とゼウスが言っておられる。 明日も、明後日もだ。 内に留まっておれ。 その間、一つの長い夜とするのだ。
ὥστε λυέτωσαν μὲν αἱ Ὧραι αὖθις τοὺς ἵππους, σὺ δὲ σβέσον τὸ πῦρ καὶ ἀνάπαυε διὰ μακροῦ σεαυτόν.
したがって、季節の女神たち(ホライ)には再び馬を解かせ、お前は火を消して、長きにわたり自らを休ませるがよい。
ΗΛΙΟΣ Καινὰ ταῦτα, ὦ Ἑρμῆ, καὶ ἀλλόκοτα ἥκεις παραγγέλλων.
ΗΛΙΟΣ ヘルメスよ、お前が告げにやって来たことは奇妙で異様なことだ。
ἀλλὰ μὴ παραβαίνειν τι ἔδοξα ἐν τῷ δρόμῳ καὶ ἔξω ἐλάσαι τῶν ὅρων, κᾆτά μοι ἄχθεται καὶ τὴν νύκτα τριπλασίαν τῆς ἡμέρας ποιῆσαι διέγνωκεν;
しかし、私は軌道において何か過ちを犯し、限界を越えて走ってしまったとでも思われたのだろうか。 だから私に腹を立て、夜を昼の三倍に引き伸ばすことに決めたのだろうか。
ΕΡΜΗΣ Οὐδὲν τοιοῦτον, οὐδὲ ἐς ἀεὶ τοῦτο ἔσται·
ΕΡΜΗΣ そのようなことではないし、これが永遠に続くわけでもない。
δεῖται δέ τι νῦν αὐτὸς ἐπιμηκεστέραν γενέσθαι οἱ τὴν νύκτα.
ただ、今は彼自身が、自分のために夜をいつもより長くすることを必要としているのだ。
ΗΛΙΟΣ Ποῦ δὲ καὶ ἔστιν ἢ πόθεν ἐξεπέμφθης ταῦτα διαγγελῶν μοι;
ΗΛΙΟΣ ところで、彼はどこにいるのだ、あるいは、お前はどこからこれを私に告げるために送られてきたのだ?
ΕΡΜΗΣ Ἐκ Βοιωτίας, ὦ Ἥλιε, παρὰ τῆς Ἀμφιτρύωνος, ᾗ σύνεστιν ἐρῶν αὐτῆς.
ΕΡΜΗΣ ボイオティアからだ、ヘリオスよ。 アムピトリュオンの妻のところからだ。 彼は彼女を愛し、今ともにいるのだ。
ΗΛΙΟΣ Εἶτα οὐχ ἱκανὴ νὺξ μία;
ΗΛΙΟΣ では、一夜では足りないというのか?
ΕΡΜΗΣ Οὐδαμῶς·
ΕΡΜΗΣ とうてい足りない。
τεχθῆναι γάρ τινα δεῖ ἐκ τῆς ὁμιλίας ταύτης μέγαν καὶ πολύμοχθον·
この交わりから、偉大で多くの苦難に耐える者が生まれねばならぬからだ。
τοῦτον οὖν ἐν μιᾷ νυκτὶ ἀποτελεσθῆναι ἀδύνατον.
したがって、この者を一晩で完成させることは不可能なのだ。
§14.2ΗΛΙΟΣ Ἀλλὰ τελεσιουργείτω μὲν ἀγαθῇ τύχῃ.
ΗΛΙΟΣ まあ、幸運のうちに完成させるがよい。
ταῦτα δ’ οὖν, ὦ Ἑρμῆ, οὐκ ἐγίνετο ἐπὶ τοῦ Κρόνου—αὐτοὶ γὰρ ἡμεῖς ἐσμεν—οὐδὲ ἀπόκοιτός ποτε ἐκεῖνος παρὰ τῆς Ῥέας ἦν οὐδὲ ἀπολιπὼν ἂν τὸν οὐρανὸν ἐν Θήβαις ἐκοιμᾶτο, ἀλλὰ ἡμέρα μὲν ἦν ἡ ἡμέρα, νὺξ δὲ κατὰ μέτρον τὸ αὐτῆς ἀνάλογον ταῖς ὥραις, ξένον δὲ ἢ παρηλλαγμένον οὐδέν, οὐδ’ ἂν ἐκοινώνησέ ποτε ἐκεῖνος θνητῇ γυναικί·
しかしながら、ヘルメスよ、クロノスの時代にはこのようなことは起きなかったぞ。 なにしろ、我々自身がその時代の証人なのだからな。 あのお方は、レアのそばを離れて外泊することなど一度もなかったし、天を捨ててテーバイで眠るようなことも決してなかった。 昼は昼であり、夜は季節に応じた自らの長さを適切に保ち、奇妙なことや変則的なことは何一つなかった。 彼が人間の女と交わることなど、決してあり得なかった。
νῦν δὲ δυστήνου γυναίου ἕνεκα χρὴ ἀνεστράφθαι τὰ πάντα καὶ ἀκαμπεστέρους μὲν γενέσθαι τοὺς ἵππους ὑπὸ τῆς ἀργίας, δύσπορον δὲ τὴν ὁδὸν ἀτριβῆ μένουσαν τριῶν ἑξῆς ἡμερῶν, τοὺς δὲ ἀνθρώπους ἀθλίους ἐν σκοτεινῷ διαβιοῦν.
ところが今は、哀れな女一人のためにすべてがひっくり返され、馬たちは怠惰のせいで体が硬くなってしまい、三日も続けて通られないままになる道は通りにくくなり、人間たちは暗闇の中で惨めな暮らしを余儀なくされるのだ。
τοιαῦτα ἀπολαύσονται τῶν Διὸς ἐρώτων καὶ καθεδοῦνται περιμένοντες, ἔστ' ἂν ἐκεῖνος ἀποτελέσῃ τὸν ἀθλητήν, ὃν λέγεις, ὑπὸ μακρῷ τῷ ζόφῳ.
彼らはゼウスの情事からこのような恩恵を被り、ゼウスがお前の言うあのアスリートを長い暗闇の中で完成させるまで、ただ座って待ち続けるのだ。
ΕΡΜΗΣ Σιώπα, ὦ Ἥλιε, μή τι κακὸν ἀπολαύσῃς τῶν λόγων.
ΕΡΜΗΣ 黙れ、ヘリオスよ、そのような言葉のせいで何か災いを受けぬようにな。
ἐγὼ δὲ παρὰ τὴν Σελήνην ἀπελθὼν καὶ τὸν Ὕπνον ἀπαγγελῶ κἀκείνοις ἅπερ ὁ Ζεὺς ἐπέστειλε, τὴν μὲν σχολῇ προβαίνειν, τὸν δὲ Ὕπνον μὴ ἀνεῖναι τοὺς ἀνθρώπους, ὡς ἀγνοήσωσι μακρὰν οὕτω τὴν νύκτα γεγενημένην.
私はセレネとヒュプノスのところへ行って、ゼウスが彼らに命じられたことを告げるとしよう。 彼女にはゆっくりと進むよう、またヒュプノスには、夜がこれほど長くなったことに人間たちが気づかぬよう、彼らを解放しないでおくようにとな。

語釈・文法注

  1. 14.1μὴ παραβαίνειν τι ἔδοξα — 「〜したのではないかと心配だ」という懸念を示す、`μὴ` +直説法過去(`ἔδοξα`)の構文。`ἔδοξα` は個人構文で、不定詞 `παραβαίνειν`(逸脱する)を伴い、「私が逸脱したと思われる」という意味になる。
  2. 14.1δεῖται δέ τι νῦν αὐτὸς ἐπιμηκεστέραν γενέσθαι οἱ τὴν νύκτα — 動詞 `δεῖται`(`δέομαι`、「必要とする」)が属格ではなく、対格不定詞句(`ἐπιμηκεστέραν γενέσθαι ... τὴν νύκτα`)を伴っている。`οἱ` は3人称単数与格(間接再帰代名詞)で、主節の主語(ゼウス)を指し「彼自身のために」の意味。`τι` は副詞的対格で「幾分、少し」を表す。
  3. 14.2ἀπολιπὼν ἂν τὸν οὐρανὸν ἐν Θήβαις ἐκοιμᾶτο — 助辞 `ἂν` と直説法未完了過去 `ἐκοιμᾶτο` の組み合わせで、過去における反実仮想(「テーバイで眠るようなことはなかっただろう」)または過去の反復行為(「眠るようなことはなかったものだ」)を表す。アオリスト分詞 `ἀπολιπών`(捨てて)は条件文の仮定節(「もし天を捨てていたなら」)に相当する。
  4. 14.2χρὴ ἀνεστράφθαι τὰ πάντα καὶ ἀκαμπεστέρους μὲν γενέσθαι τοὺς ἵππους ὑπὸ τῆς ἀργίας, δύσπορον δὲ τὴν ὁδὸν ἀτριβῆ μένουσαν τριῶν ἑξῆς ἡμερῶν, τοὺς δὲ ἀνθρώπους ἀθλίους ἐν σκοτεινῷ διαβιοῦν — 非人称動詞 `χρή`(〜せねばならぬ)に支配される、複数の並列された対格不定詞構文。3番目の節 `δύσπορον δὲ τὴν ὁδὸν ἀτριβῆ μένουσαν` では不定詞(`γενέσθαι` または `εἶναι`)が省略されており、`δύσπορον` が補語、`τὴν ὁδὸν` が主語対格である。

この箇所を引用する

ルキアノス, 神々の対話 §14.1-14.2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg068.humanitext-grc3:14.1-14.2

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。