Humanitext Reader

琉善 · 众神对话录 §14.1-14.2

宙斯为阿尔克墨涅命令赫利俄斯延长夜晚

第 14 段,共 25 段 · 希腊语

内容简介

宙斯为了与阿尔克墨涅结合并孕育赫拉克勒斯,通过赫耳墨斯命令赫利俄斯制造一个长达三天的夜晚。赫利俄斯虽然抱怨,但最终服从。

§14.1ΕΡΜΗΣ Ὠ Ἥλιε, μὴ ἐλάσῃς τήμερον, ὁ Ζεύς φησι, μηδὲ αὔριον μηδὲ εἰς τρίτην ἡμέραν, ἀλλὰ ἔνδον μένε, καὶ τὸ μεταξὺ μία τις ἔστω νὺξ μακρά·
赫耳墨斯赫利俄斯,宙斯说,今天你不要驾车,明天也不要,第三天也不要,而是要留在里面,让其间成为一个漫长的夜晚。
ὥστε λυέτωσαν μὲν αἱ Ὧραι αὖθις τοὺς ἵππους, σὺ δὲ σβέσον τὸ πῦρ καὶ ἀνάπαυε διὰ μακροῦ σεαυτόν.
因而让时序女神们再次解下马具,你则熄灭火焰,让自己长久地休息吧。
ΗΛΙΟΣ Καινὰ ταῦτα, ὦ Ἑρμῆ, καὶ ἀλλόκοτα ἥκεις παραγγέλλων.
赫利俄斯赫耳墨斯,你来传达的这是新奇又怪诞的命令。
ἀλλὰ μὴ παραβαίνειν τι ἔδοξα ἐν τῷ δρόμῳ καὶ ἔξω ἐλάσαι τῶν ὅρων, κᾆτά μοι ἄχθεται καὶ τὴν νύκτα τριπλασίαν τῆς ἡμέρας ποιῆσαι διέγνωκεν;
莫非我在运行中犯了什么错,驾车超出了界限,以至于他对我发怒,并决定让夜晚变为白天的三倍长吗?
ΕΡΜΗΣ Οὐδὲν τοιοῦτον, οὐδὲ ἐς ἀεὶ τοῦτο ἔσται· δεῖται δέ τι νῦν αὐτὸς ἐπιμηκεστέραν γενέσθαι οἱ τὴν νύκτα.
赫耳墨斯绝无此事,这也不会是永久的;只是他自己现在需要让夜晚为他变得更长一些。
ΗΛΙΟΣ Ποῦ δὲ καὶ ἔστιν ἢ πόθεν ἐξεπέμφθης ταῦτα διαγγελῶν μοι;
赫利俄斯那他究竟在哪里,或者你又是从哪里被派来向我宣布这些事的?
ΕΡΜΗΣ Ἐκ Βοιωτίας, ὦ Ἥλιε, παρὰ τῆς Ἀμφιτρύωνος, ᾗ σύνεστιν ἐρῶν αὐτῆς.
赫耳墨斯从波奥蒂亚,赫利俄斯,从安菲特律翁的妻子那里,他正因为爱她而与她在一起。
ΗΛΙΟΣ Εἶτα οὐχ ἱκανὴ νὺξ μία;
赫利俄斯那么,一个晚上还不够吗?
ΕΡΜΗΣ Οὐδαμῶς·
赫耳墨斯绝不够。
τεχθῆναι γάρ τινα δεῖ ἐκ τῆς ὁμιλίας ταύτης μέγαν καὶ πολύμοχθον· τοῦτον οὖν ἐν μιᾷ νυκτὶ ἀποτελεσθῆναι ἀδύνατον.
因为从这次结合中,必须诞生一个伟大而历经磨难的人物;因此,要在单一的一个夜晚里完成这个孩子是不可能的。
§14.2ΗΛΙΟΣ Ἀλλὰ τελεσιουργείτω μὲν ἀγαθῇ τύχῃ.
赫利俄斯好吧,祝他幸运地完成这件工作。
ταῦτα δ’ οὖν, ὦ Ἑρμῆ, οὐκ ἐγίνετο ἐπὶ τοῦ Κρόνου—αὐτοὶ γὰρ ἡμεῖς ἐσμεν—οὐδὲ ἀπόκοιτός ποτε ἐκεῖνος παρὰ τῆς Ῥέας ἦν οὐδὲ ἀπολιπὼν ἂν τὸν οὐρανὸν ἐν Θήβαις ἐκοιμᾶτο, ἀλλὰ ἡμέρα μὲν ἦν ἡ ἡμέρα, νὺξ δὲ κατὰ μέτρον τὸ αὐτῆς ἀνάλογον ταῖς ὥραις, ξένον δὲ ἢ παρηλλαγμένον οὐδέν, οὐδ’ ἂν ἐκοινώνησέ ποτε ἐκεῖνος θνητῇ γυναικί·
但是,赫耳墨斯,在克洛诺斯时代可没有发生过这种事——毕竟我们自己就是那时的证人——他既没有一次离开瑞亚在外过夜,也绝不会离开天空到底比斯去睡觉;那时白天就是白天,黑夜则根据时令保持其自身的比例,没有任何奇异或反常的事,他更绝不会与凡间女子结合。
νῦν δὲ δυστήνου γυναίου ἕνεκα χρὴ ἀνεστράφθαι τὰ πάντα καὶ ἀκαμπεστέρους μὲν γενέσθαι τοὺς ἵππους ὑπὸ τῆς ἀργίας, δύσπορον δὲ τὴν ὁδὸν ἀτριβῆ μένουσαν τριῶν ἑξῆς ἡμερῶν, τοὺς δὲ ἀνθρώπους ἀθλίους ἐν σκοτεινῷ διαβιοῦν.
而现在,为了一个可怜的女人,一切都必须颠倒过来,我的马匹也必须因为闲散而变得僵硬,连续三天无人踏足的路途将变得难以通行,而可怜的人类则必须在黑暗中虚度光阴。
τοιαῦτα ἀπολαύσονται τῶν Διὸς ἐρώτων καὶ καθεδοῦνται περιμένοντες, ἔστ' ἂν ἐκεῖνος ἀποτελέσῃ τὸν ἀθλητήν, ὃν λέγεις, ὑπὸ μακρῷ τῷ ζόφῳ.
他们将从宙斯的风流韵事中得到这样的“好处”,在漫长的黑暗中坐着等待,直到他把你说的那位勇士孕育完成。
ΕΡΜΗΣ Σιώπα, ὦ Ἥλιε, μή τι κακὸν ἀπολαύσῃς τῶν λόγων.
赫耳墨斯安静,赫利俄斯,免得你因这些话而招致祸患。
ἐγὼ δὲ παρὰ τὴν Σελήνην ἀπελθὼν καὶ τὸν Ὕπνον ἀπαγγελῶ κἀκείνοις ἅπερ ὁ Ζεὺς ἐπέστειλε, τὴν μὲν σχολῇ προβαίνειν, τὸν δὲ Ὕπνον μὴ ἀνεῖναι τοὺς ἀνθρώπους, ὡς ἀγνοήσωσι μακρὰν οὕτω τὴν νύκτα γεγενημένην.
我要去塞勒涅和修普诺斯那里,向他们也转达宙斯的命令——让她缓慢前行,而睡神则不要放开人类,好让他们察觉不到夜晚竟然变得如此之长。

词汇与语法注释

  1. 14.1μὴ παραβαίνειν τι ἔδοξα — `μὴ` 加上直陈式过去时(`ἔδοξα`)表示担忧或疑虑的句式(“莫非我显得……”)。`ἔδοξα` 采用人称构型,带不定式 `παραβαίνειν`,意为“我似乎违背了”。
  2. 14.1δεῖται δέ τι νῦν αὐτὸς ἐπιμηκεστέραν γενέσθαι οἱ τὴν νύκτα — 动词 `δεῖται`(“需要”)此处不带属格,而是带宾格加不定式结构(`ἐπιμηκεστέραν γενέσθαι ... τὴν νύκτα`)。`οἱ` 是第三人称单数与格(间接反身代词),指代主句的主语(宙斯),意为“为他自己”。`τι` 是副词性宾格,表示“稍微、有些”。
  3. 14.2ἀπολιπὼν ἂν τὸν οὐρανὸν ἐν Θήβαις ἐκοιμᾶτο — 语气词 `ἂν` 与直陈式未完成过去时 `ἐκοιμᾶτο` 结合,表示过去的反事实虚拟(“他本不会……去睡觉”)或过去的习惯性行为(“他过去绝不会去睡觉”)。不定过去时分词 `ἀπολιπών`(“离开”)相当于条件句中的假设从句(“如果他离开了”)。
  4. 14.2χρὴ ἀνεστράφθαι τὰ πάντα καὶ ἀκαμπεστέρους μὲν γενέσθαι τοὺς ἵππους ὑπὸ τῆς ἀργίας, δύσπορον δὲ τὴν ὁδὸν ἀτριβῆ μένουσαν τριῶν ἑξῆς ἡμερῶν, τοὺς δὲ ἀνθρώπους ἀθλίους ἐν σκοτεινῷ διαβιοῦν — 由无人称动词 `χρή`(“必须”)所支配的一系列并列的宾格加不定式结构。在第三个分句 `δύσπορον δὲ τὴν ὁδὸν ἀτριβῆ μένουσαν` 中,省略了不定式(如 `γενέσθαι` 或 `εἶναι`),其中 `δύσπορον` 为表语,`τὴν ὁδὸν` 为主语宾格。

引用这一段

琉善, 众神对话录 §14.1-14.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg068.humanitext-grc3:14.1-14.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。