§8Ἔτι ἀγνοεῖν ἐοίκασιν οἱ τοιοῦτοι ὡς ποιητικῆς μὲν καὶ ποιημάτων ἄλλαι ὑποσχέσεις καὶ κανόνες ἴδιοι, ἱστορίας δὲ ἄλλοι.
さらに、このような人々は、詩作および詩に対しては別の約束事と独自の規則があり、歴史に対しては別のものがあるということを知らないようである。
ἐκεῖ μὲν γὰρ ἄκρατος ἡ ἐλευθερία καὶ νόμος εἷς—τὸ δόξαν τῷ ποιητῇ.
というのも、あちらにおいては自由は制限されておらず、唯一の法は「詩人に気に入ったこと」だからである。
ἔνθεος γὰρ καὶ κάτοχος ἐκ Μουσῶν, κἂν ἵππων ὑποπτέρων ἅρμα ζεύξασθαι ἐθέλῃ, κἂν ἐφ' ὕδατος ἄλλους ἢ ἐπ' ἀνθερίκων ἄκρων θευσομένους ἀναβιβάσηται, φθόνος οὐδείς·
なぜなら、詩人はムーサたちによって神霊を吹き込まれ、取り憑かれているので、たとえ翼のある馬の戦車を軛に繋ごうと望んでも、あるいは、水の上やアスフォデルの茎の先端の上を走る者たちを戦車に乗せようとも、誰も非難しないからである。
οὐδὲ ὁπόταν ὁ Ζεὺς αὐτῶν ἀπὸ μιᾶς σειρᾶς ἀνασπάσας αἰωρῇ ὁμοῦ γῆν καὶ θάλατταν, δεδίασι μὴ ἀπορραγείσης ἐκείνης συντριβῇ τὰ πάντα κατενεχθέντα.
彼らのゼウスが一本の鎖で地球と海を一緒に引き上げて宙に吊り下げるときも、彼らはその鎖が切れて万物が落下して粉々に砕けるのではないかと恐れたりはしない。
ἀλλὰ κἂν Ἀγαμέμνονα ἐπαινέσαι θέλωσιν, οὐδεὶς ὁ κωλύσων Διὶ μὲν αὐτὸν ὅμοιον εἶναι τὴν κεφαλὴν καὶ τὰ ὄμματα, τὸ στέρνον δὲ τῷ ἀδελφῷ αὐτοῦ τῷ Ποσειδῶνι, τὴν δὲ ζώνην τῷ Ἄρει, καὶ ὅλως σύνθετον ἐκ πάντων θεῶν γενέσθαι δεῖ τὸν Ἀτρέως καὶ Ἀερόπης·
だが、彼らがアガメムノンを称賛したいと望むなら、彼の頭と目はゼウスに、胸はゼウスの兄弟ポセイドンに、帯はアレスに似ていなければならず、要するにアトレウスとアエロペの息子がすべての神々の合成物であるべきだとしても、それを妨げる者は誰もいない。
οὐ γὰρ ἱκανὸς ὁ Ζεὺς οὐδὲ ὁ Ποσειδῶν οὐδὲ ὁ Ἄρης μόνος ἕκαστος ἀναπληρῶσαι τὸ κάλλος αὐτοῦ.
なぜなら、ゼウスもポセイドンもアレスも、それぞれ単独では彼の美しさを満たすのに十分ではないからである。
ἡ ἰστορία δὲ ἤν τινα κολακείαν τοιαύτην προσλάβῃ, τί ἄλλο ἢ πεζή τις ποιητικὴ γίγνεται, τῆς μεγαλοφωνίας μὲν ἐκείνης ἐστερημένη, τὴν λοιπὴν δὲ τερατείαν γυμνὴν τῶν μέτρων καὶ δι’ αὐτὸ ἐπισημοτέραν ἐκφαίνουσα;
しかし、もし歴史がそのような諂いを取り入れるなら、それは散文の詩作以外の何物になるだろうか? それはあの高らかな響きを奪われながら、残りの奇妙な作り話を韻律なしで剥き出しにし、それゆえに、いっそう目立つ形で表に出すことになるのだ。
μέγα τοίνυν—μᾶλλον δὲ ὑπέρμεγα τοῦτο κακόν—εἰ μὴ εἰδείη τις χωρίζειν τὰ ἱστορίας καὶ τὰ ποιητικῆς, ἀλλ’ ἐπεισάγοι τῇ ἱστορίᾳ τὰ τῆς ἑτέρας κομμώματα—τὸν μῦθον καὶ τὸ ἐγκώμιον καὶ τὰς ἐν τούτοις ὑπερβολάς—ὥσπερ ἂν εἴ τις ἀθλητὴν τῶν καρτερῶν τούτων καὶ κομιδῇ πρινίνων ἁλουργίσι περιβάλοι καὶ τῷ ἄλλῳ κόσμῳ τῷ ἑταιρικῷ καὶ φυκίον ἐντρίβοι καὶ ψιμύθιον τῷ προσώπῳ.
したがって、もし歴史のものと詩作のものを区別することを知らず、むしろ他方の装飾――神話や賛辞、そしてそれらにおける誇張――を歴史に持ち込むなら、これは大きな、いや極めて大きな悪弊である。 それはあたかも、あの強靭でまさに樫の木のようなアスリートの一人に紫衣を着せ、遊女の他の装飾を施し、その顔に頬紅と白粉を塗るようなものである。
Ἡράκλεις ὡς καταγέλαστον αὐτὸν ἀπεργάσαιτ' αἰσχύνας τῷ κόσμῳ ἐκείνῳ.
ヘラクレスよ、そのような装飾によって、いかに彼を物笑いの種にし、恥をかかせることになることか。
§9Καὶ οὐ τοῦτό φημι, ὡς οὐχὶ καὶ ἐπαινετέον ἐν ἱστορίᾳ ἐνίοτε.
また、私は、歴史において時には称賛すべきではない、と言っているのではない。
ἀλλ’ ἐν καιρῷ τῷ προσήκοντι ἐπαινετέον καὶ μέτρον ἐπακτέον τῷ πράγματι, τὸ μὴ ἐπαχθὲς τοῖς ὕστερον ἀναγνωσομένοις αὐτά, καὶ ὅλως πρὸς τὰ ἔπειτα κανονιστέον τὰ τοιαῦτα, ἅπερ μικρὸν ὕστερον ἐπιδείξομεν.
そうではなく、ふさわしい時期に称賛すべきであり、後になってそれを読む人々にとって不快にならないよう、その事柄に限度を設けるべきである。 そして総じて、そのようなことは将来に向けて規律づけられるべきであり、それについては少し後で示すことにしよう。
Ὅσοι δὲ οἴονται καλῶς διαιρεῖν εἰς δύο τὴν ἱστορίαν, εἰς τὸ τερπνὸν καὶ χρήσιμον, καὶ διὰ τοῦτο εἰσποιοῦσι καὶ τὸ ἐγκώμιον ἐς αὐτὴν ὡς τερπνὸν καὶ εὐφραῖνον τοὺς ἐντυγχάνοντας, ὁρᾷς ὅσον τἀληθοῦς ἡμαρτήκασι;
ところで、歴史を快いものと有益なものの二つにうまく分類できると考え、このために、出会う人々を喜ばせ楽しませる「快いもの」として、歴史の中に賛辞をも導入する人々が、どれほど真実から誤っているか、君には見えるだろうか。
πρῶτον μὲν κιβδήλῳ τῇ διαιρέσει χρώμενοι·
第一に、彼らは偽りの分類を用いている。
ἓν γὰρ ἔργον ἱστορίας καὶ τέλος, τὸ χρήσιμον, ὅπερ ἐκ τοῦ ἀληθοῦς μόνου συνάγεται.
なぜなら、歴史の役割と目的はただ一つ、有益さであり、それは真実のみから導き出されるからである。
τὸ τερπνὸν δὲ ἄμεινον μὲν εἰ καὶ αὐτὸ παρακολουθήσειεν—ὥσπερ καὶ κάλλος ἀθλητῇ·
一方、快さについては、それ自体も伴うならばより良いのだが――まるでアスリートにとっての美しさのように。
εἰ δὲ μή, οὐδὲν κωλύσει ἀφ' Ἡρακλέους γενέσθαι Νικόστρατον τὸν Ἰσιδότου, γεννάδαν ὄντα καὶ τῶν ἀνταγωνιστῶν ἑκατέρων ἀλκιμώτερον, εἰ αὐτὸς μὲν αἴσχιστος ὀφθῆναι εἴη τὴν ὄψιν, Ἀλκαῖος δὲ ὁ καλὸς ὁ Μιλήσιος ἀνταγωνίζοιτο αὐτῷ, καὶ ἐρώμενος, ὥς φασι, τοῦ Νικοστράτου ὤν.
しかし、そうでなくても、イシドトスの息子ニコストラトス(ヘラクレスの末裔であり、高貴で、二つの競技の対戦相手のどちらよりも強かった)が、彼自身は容貌が極めて醜かったとしても、美男子であるミレトスのアレカイオスが彼と対戦し、噂によればそのアルカイオスがニコストラトスの愛人であったとしても、彼がヘラクレスの末裔となることを妨げるものは何もない。
καὶ τοίνυν ἡ ἱστορία, εἰ μὲν ἄλλως τὸ τερπνὸν παρεμπορεύσαιτο, πολλοὺς ἂν τοὺς ἐραστὰς ἐπισπάσαιτο, ἄχρι δ’ ἂν καὶ μόνον ἔχῃ τὸ ἴδιον ἐντελές—λέγω δὲ τὴν τῆς ἀληθείας δήλωσιν—, ὀλίγον τοῦ κάλλους φροντιεῖ.
したがって、歴史もまた、もし副次的に快さを持ち込むならば、多くの愛好家を引きつけるだろうが、自身の独自の完成した姿――すなわち真実を明らかにすること――を単に保持している限りは、美しさのことなどほとんど気にかけないだろう。