§10Ἔτι κἀκεῖνο εἰπεῖν ἄξιον ὅτι οὐδὲ τερπνὸν ἐν αὐτῇ τὸ κομιδῇ μυθῶδες καὶ τὸ τῶν ἐπαίνων μάλιστα πρόσαντες παρ' ἑκάτερον τοῖς ἀκούουσιν, ἢν μὴ τὸν συρφετὸν καὶ τὸν πολὺν δῆμον ἐπινοῇς, ἀλλὰ τοὺς δικαστικῶς καὶ νὴ Δία συκοφαντικῶς προσέτι γε ἀκροασομένους, οὓς οὐκ ἄν τι λάθοι παραδραμόν, ὀξύτερον μὲν τοῦ Ἄργου ὁρῶντας καὶ πανταχόθεν τοῦ σώματος, ἀργυραμοιβικῶς δὲ τῶν λεγομένων ἕκαστα ἐξετάζοντας, ὡς τὰ μὲν παρακεκομμένα εὐθὺς ἀπορρίπτειν, παραδέχεσθαι δὲ τὰ δόκιμα καὶ ἔννομα καὶ ἀκριβῆ τὸν τύπον, πρὸς οὓς ἀποβλέποντα χρὴ συγγράφειν, τῶν δὲ ἄλλων ὀλίγον φροντίζειν, κἂν διαρραγῶσιν ἐπαινοῦντες.
さらに、次のことを言うのも価値がある。 すなわち、過度に神話的なことや、とりわけ賞賛が目立つ(不快な)ことは、歴史それ自体において聞き手にとってまったく愉快なものではない。 ただし、君が想定しているのが、烏合の衆や数多くの大衆ではなく、批判的に、それどころか誓って、詮索好きにさえ聴くであろう人々であるならば、だが。 彼らの目をすり抜けて見過ごされるものは何もなく、アルゴスよりも鋭く、また全身から見ている。 また両替商のように語られることのそれぞれを吟味し、偽造されたものはただちに投げ捨て、真正で適法で刻印が正確なものは受け入れる。 これらに目を向けながら執筆すべきであり、他の者たちのことは、たとえ彼らが称賛して破裂しようとも、ほとんど気にかけるべきではない。
ἢν δὲ ἀμελήσας ἐκείνων ἡδύνῃς πέρα τοῦ μετρίου τὴν ἱστορίαν μύθοις καὶ ἐπαίνοις καὶ τῇ ἄλλῃ θωπείᾳ, τάχιστ' ἂν ὁμοίαν αὐτὴν ἐξεργάσαιο τῷ ἐν Λυδίᾳ Ἡρακλεῖ.
もし君が彼らを無視して、歴史を神話や称賛やその他の諂いによって過度に甘やかすなら、すぐにそれをリュディアでのヘラクレスと同じようなものに仕上げてしまうだろう。
ἑωρακέναι γάρ σέ που εἰκὸς γεγραμμένον, τῇ Ὀμφάλῃ δουλεύοντα, πάνυ ἀλλόκοτον σκευὴν ἐσκευασμένον, ἐκείνην μὲν τὸν λέοντα αὐτοῦ περιβεβλημένην καὶ τὸ ξύλον ἐν τῇ χειρὶ ἔχουσαν, ὡς Ἡρακλέα δῆθεν οὖσαν, αὐτὸν δὲ ἐν κροκωτῷ καὶ πορφυρίδι ἔρια ξαίνοντα καὶ παιόμενον ὑπὸ τῆς Ὀμφάλης τῷ σανδαλίῳ.
というのも、君はどこかで彼が、オンパレに仕え、非常に奇妙な装いをして、彼女が彼の獅子の皮を身にまとい手には棍棒を持ち、あたかも本当にヘラクレスであるかのように振る舞う一方、彼自身はサフラン色の衣装と紫の外套をまとい、羊毛を梳き、オンパレのサンダルで叩かれている姿を描いた絵を見たことがあるだろうから。
καὶ τὸ θέαμα αἴσχιστον, ἀφεστῶσα ἡ ἐσθὴς τοῦ σώματος καὶ μὴ προσιζάνουσα καὶ τοῦ θεοῦ τὸ ἀνδρῶδες ἀσχημόνως καταθηλυνόμενον.
そしてその光景は極めて醜い。 衣服は体にフィットせず浮き上がっており、その神の男らしさは見苦しくも女々しくされている。
§11Καὶ οἱ μὲν πολλοὶ ἴσως καὶ ταῦτά σου ἐπαινέσονται, οἱ ὀλίγοι δὲ ἐκεῖνοι ὧν σὺ καταφρονεῖς μάλα ἡδὺ καὶ ἐς κόρον γελάσονται, ὁρῶντες τὸ ἀσύμφυλον καὶ ἀνάρμοστον καὶ δυσκόλλητον τοῦ πράγματος.
そして、大衆は恐らく君のこのような点をも称賛するだろうが、君が軽蔑しているあの少数の人々は、その事柄の不調和、不適合、そして継ぎはぎの悪さを見て、非常に快く、飽きるほど笑うだろう。
ἑκάστου γὰρ δὴ ἴδιόν τι καλόν ἐστιν·
なぜなら、すべてのものにはそれぞれ固有の美しさがあるからである。
εἰ δὲ τοῦτο ἐναλλάξειας, ἀκαλλὲς τὸ αὐτὸ παρὰ τὴν χρῆσιν γίγνεται.
もしこれを入れ替えるなら、その用途に反して、それは醜いものとなる。
ἐῶ λέγειν ὅτι οἱ ἔπαινοι ἑνὶ μὲν ἴσως τερπνοί, τῷ ἐπαινουμένῳ, τοῖς δὲ ἄλλοις ἐπαχθεῖς, καὶ μάλιστα ἢν ὑπερφυεῖς τὰς ὑπερβολὰς ἔχωσιν, οἵους αὐτοὺς οἱ πολλοὶ ἀπεργάζονται, τὴν εὔνοιαν τὴν παρὰ τῶν ἐπαινουμένων θηρώμενοι καὶ ἐνδιατρίβοντες ἄχρι τοῦ πᾶσι προφανῆ τὴν κολακείαν ἐξεργάσασθαι.
称賛というものは、恐らくただ一人の人、すなわち称賛される者にとっては愉快であるが、他の人々にとっては不快であり、とりわけそれらが途方もない誇張を含んでいる場合にはそうである、ということは言うまでもない。 大衆は、称賛される者たちからの好意を追い求め、諂いがすべての人に明白なものとなるまでそれに没頭して、そのような称賛を作り上げるのである。
οὐδὲ γὰρ κατὰ τέχνην αὐτὸ δρᾶν ἴσασιν οὐδ’ ἐπισκάζουσι τὴν θωπείαν, ἀλλ’ ἐμπεσόντες ἀθρόα πάντα καὶ ἀπίθανα καὶ γυμνὰ διεξίασιν.
なぜなら、彼らは技術に従ってそれを行う方法を知らず、諂いを隠そうともせず、ただ一挙に襲いかかって、すべての信じがたい、剥き出しの事柄を語るからである。
§12Ὥστ' οὐδὲ τυγχάνουσιν οὗ μάλιστα ἐφίενται·
その結果、彼らは自分たちが最も熱望しているもの(好意)を手に入れることさえできない。
οἱ γὰρ ἐπαινούμενοι πρὸς αὐτῶν μισοῦσι μᾶλλον καὶ ἀποστρέφονται ὡς κόλακας, εὖ ποιοῦντες, καὶ μάλιστα ἢν ἀνδρώδεις τὰς γνώμας ὦσιν.
なぜなら、称賛される人々は、彼らによってよりいっそう憎み、お世辞屋として彼らを退けるからである。 当然のことであり、とりわけ彼らが男らしい精神を持っている場合にはそうである。
Ὥσπερ Ἀλέξανδρος Ἀριστόβουλου μονομαχίαν γράψαντος Ἀλεξάνδρου καὶ Πώρου, καὶ ἀναγνόντος αὐτῷ τοῦτο μάλιστα τὸ χωρίον τῆς γραφῆς—ᾤετο γὰρ χαριεῖσθαι τὰ μέγιστα τῷ βασιλεῖ ἐπιψευδόμενος ἀριστείας τινὰς αὐτῷ καὶ ἀναπλάττων ἔργα μείζω τῆς ἀληθείας—λαβὼν τὸ βιβλίον—πλέοντες δὲ ἐτύγχανον ἐν τῷ ποταμῷ τῷ Ὑδάσπῃ—ἔρριψεν ἐπὶ κεφαλὴν ἐς τὸ ὕδωρ ἐπειπών, Καὶ σὲ δὲ οὕτως ἐχρῆν, ὦ Ἀριστόβουλε, τοιαῦτα ὑπὲρ ἐμοῦ μονομαχοῦντα καὶ ἐλέφαντας ἑνὶ ἀκοντίῳ φονεύοντα.
たとえば、アレクサンドロスは、アリストブロスがアレクサンドロスとポロスの決闘を描き、彼にその記述のまさにこの箇所を読んで聞かせたときのことである。 アリストブロスは、王にいくつかの武勲をでっち上げ、真実よりも偉大な業績を捏造することで、王を最高に喜ばせることができると考えていた。 しかし、アレクサンドロスは(彼らはたまたまヒュダスペス川を船で航行中であったが)その本を受け取ると、真っ逆さまに水の中に投げ捨て、こう言い放った。 「アリストブロスよ、私のためにそのような決闘を演じ、槍一本で象を仕留めるようなことを書くお前も、同じようにされるべきであったのだ」と。
καὶ ἔμελλέ γε οὕτως ἀγανακτήσειν ὁ Ἀλέξανδρος, ὅς γε οὐδὲ τὴν τοῦ ἀρχιτέκτονος τόλμαν ἠνέσχετο, ὑποσχομένου τὸν Ἄθων εἰκόνα ποιήσειν αὐτοῦ καὶ μετακοσμήσειν τὸ ὄρος ἐς ὁμοιότητα τοῦ βασιλέως, ἀλλὰ κόλακα εὐθὺς ἐπιγνοὺς τὸν ἄνθρωπον οὐκέτ' οὐδ’ ἐς τὰ ἄλλα ὁμοίως ἐχρῆτο.
そして、アレクサンドロスがそのように憤慨したのは当然のことであった。 何しろ彼は、アトス山を彼の彫像にし、その山を王の姿にそっくりに造り替えることを約束した建築家の不遜ささえ容認しなかったのであるから。 むしろ、彼はその者を即座に諂い者と見抜き、もはや他の事柄においても、同様に彼を用いることはしなかった。
§13Ποῦ τοίνυν τὸ τερπνὸν ἐν τούτοις, ἐκτὸς εἰ μή τις κομιδῇ ἀνόητος εἴη ὡς χαίρειν τὰ τοιαῦτα ἐπαινούμενος ὧν παρὰ πόδας οἱ ἔλεγχοι;
では、これらのことの中に、いったいどこに快さがあるだろうか。 ただし、すぐ足元に論破される証拠があるような事柄で称賛されて喜ぶほど、人が全くの愚か者でない限りは、だが。
ὥσπερ οἱ ἄμορφοι τῶν ἀνθρώπων, καὶ μάλιστά γε τὰ γύναια τοῖς γραφεῦσι παρακελευόμενα ὡς καλλίστας αὐτὰς γράφειν.
それは、醜い人々、とりわけ女たちが、画家たちに自分たちをできるだけ美しく描くように命じるようなものである。
οἴονται γὰρ ἄμεινον ἕξειν τὴν ὄψιν, ἢν ὁ γραφεὺς αὐταῖς ἐρύθημά τε πλεῖον ἐπανθίσῃ καὶ τὸ λευκὸν ἐγκαταμίξῃ πολὺ τῷ φαρμάκῳ.
というのも、もし画家が彼女たちのためにより多くの赤みを加え、白粉を顔料に多く混ぜ合わせてくれれば、自分たちの見栄えが良くなると考えているからである。
Τοιοῦτοι τῶν συγγραφόντων οἱ πολλοί εἰσι τὸ τήμερον καὶ τὸ ἴδιον καὶ τὸ χρειῶδες ὅ τι ἂν ἐκ τῆς ἱστορίας ἐλπίσωσι θεραπεύοντες, οὓς μισεῖσθαι καλῶς εἶχεν, ἐς μὲν τὸ παρὸν κόλακας προδήλους καὶ ἀτέχνους ὄντας, ἐς τοὐπιὸν δὲ ὕποπτον ταῖς ὑπερβολαῖς τὴν ὅλην πραγματείαν ἀποφαίνοντας.
今日、歴史家たちの多くはこのようなものであり、歴史から期待する個人的な利益や必要を満たしようとしている。 彼らは憎まれるのが当然であり、現在においては明白で不器用な諂い者であり、将来に向けてはその誇張によって歴史記述の全体を疑わしいものにしてしまう。
εἰ δέ τις πάντως τὸ τερπνὸν ἡγεῖται καταμεμῖχθαι δεῖν τῇ ἱστορίᾳ πάσῃ, ἄλλα ἃ σὺν ἀληθείᾳ τερπνά ἐστιν ἐν τοῖς ἄλλοις κάλλεσι τοῦ λόγου, ὧν ἀμελήσαντες οἱ πολλοὶ τὰ μηδὲν προσήκοντα ἐπεισκυκλοῦσιν.
もしどうしても快いものが歴史全体に混ざり合っていなければならないと考える者がいるなら、言葉の他の美しさの中に、真実を伴いつつ愉快であるような別のものがある。 大衆はそれらを無視して、まったく場違いなものを持ち込んでいるのである。