§50Μάλιστα δὲ κατόπτρῳ ἐοικυῖαν παρασχέσθω τὴν γνώμην ἀθόλῳ καὶ στιλπνῷ καὶ ἀκριβεῖ τὸ κέντρον καὶ ὁποίας ἂν δέξηται τὰς μορφὰς τῶν ἔργων τοιαῦτα καὶ δεικνύτω αὐτά, διάστροφον δὲ ἢ παράχρουν ἢ ἑτερόσχημον μηδέν.
何よりも、[歴史家は]自らの精神を、曇りがなく、輝いており、その中心が正確な鏡に似たものとして提供すべきである。 そして、それが事物のいかなる姿を受け入れようとも、それらをそのままに示すべきであり、歪んだり、色が変わったり、異なった形をしたものは何一つ示すべきではない。
οὐ γὰρ ὥσπερ οἱ ῥήτορες γράφουσιν, ἀλλὰ τὰ μὲν λεχθησόμενα ἔστιν καὶ εἰρήσεται·
なぜなら、歴史家は弁論家たちのように書くのではないからである。 語られるべき事柄は存在し、語られることになる。
πέπρακται γὰρ ἤδη·
それらはすでに成し遂げられたからである。
δεῖ δὲ τάξαι καὶ εἰπεῖν αὐτά.
ただ、それらを秩序づけ、語ることが必要なだけである。
ὥστε οὐ τί εἴπωσι ζητητέον αὐτοῖς ἀλλ’ ὅπως εἴπωσιν.
したがって、彼らにとって探求すべきなのは、何を語るかではなく、どのように語るかである。
ὅλως δὲ, νομιστέον τὸν ἱστορίαν συγγράφοντα Φειδίᾳ χρῆναι ἢ Πραξιτέλει ἐοικέναι ἢ Ἀλκαμένει ἤ τῳ ἄλλῳ ἐκείνων—οὐδὲ γὰρ οὐδ’ ἐκεῖνοι χρυσὸν ἢ ἄργυρον ἢ ἐλέφαντα ἢ τὴν ἄλλην ὕλην ἐποίουν, ἀλλ’ ἡ μὲν ὑπῆρχε καὶ προϋπεβέβλητο Ἠλείων ἢ Ἀθηναίων ἢ Ἀργείων πεπορισμένων, οἱ δὲ ἔπλαττον μόνον καὶ ἔπριον τὸν ἐλέφαντα καὶ ἔξεον καὶ ἐκόλλων καὶ ἐρρύθμιζον καὶ ἐπήνθιζον τῷ χρυσῷ, καὶ τοῦτο ἦν ἡ τέχνη αὐτοῖς ἐς δέον οἰκονομήσασθαι τὴν ὕλην.
要するに、歴史を執筆する者は、ペイディアスやプラクシテレス、アルカメネス、あるいは彼らのうちの他の誰かに似ているべきだと考えるべきである。 なぜなら、彼らとて金や銀、象牙、あるいはその他の素材を作り出したわけではなく、それらはエリス人やアテナイ人、アルゴス人が調達して、すでに存在し、あらかじめ用意されていたからである。 彼らはただ象牙を型取り、鋸で挽き、削り、接着し、調和させ、金で飾るだけだったのであり、彼らにとっての技術とは、素材を適切に処理することであったからである。
§51Τοιοῦτο δή τι καὶ τὸ τοῦ συγγραφέως ἔργον—εἰς καλὸν διαθέσθαι τὰ πεπραγμένα καὶ εἰς δύναμιν ἐναργέστατα ἐπιδεῖξαι αὐτά.
歴史家の仕事もまさにそのようなものである。 すなわち、成された事柄を美しく配置し、できる限り最も鮮明にそれらを示すことである。
καὶ ὅταν τις ἀκροώμενος οἴηται μετὰ ταῦτα ὁρᾶν τὰ λεγόμενα καὶ μετὰ τοῦτο ἐπαινῇ, τότε δὴ τότε ἀπηκρίβωται καὶ τὸν οἰκεῖον ἔπαινον ἀπείληφε τὸ ἔργον τῷ τῆς ἱστορίας Φειδίᾳ.
そして、聞き手が語られている事柄を聞いて、そののちにそれらを見ているかのように思い、その上で称賛するとき、そのときこそ、歴史におけるペイディアスたる者の仕事は完成され、それにふさわしい賛辞を受け取ったことになる。
§52Πάντων δὲ ἤδη παρεσκευασμένων καὶ ἀπροοιμίαστον μέν ποτε ποιήσεται τὴν ἀρχήν, ὁπόταν μὴ πάνυ κατεπείγῃ τὸ πρᾶγμα προδιοικήσασθαί τι ἐν τῷ προοιμίῳ·
すべてがすでに準備されたなら、時に彼は序論なしで叙述を始めるだろう。 それは、序論においてあらかじめ何かを処理することを事柄が全く要求しないときである。
δυνάμει δὲ καὶ τότε φροιμίῳ χρήσεται τῷ ἀποσαφοῦντι περὶ τῶν λεκτέων.
しかしそのときでも、彼は実質的には、語られるべき事柄を明らかにする序論を用いることになる。
§53Ὁπόταν δὲ καὶ φροιμιάζηται, ἀπὸ δυοῖν μόνον ἄρξεται, οὐχ ὥσπερ οἱ ῥήτορες ἀπὸ τριῶν, ἀλλὰ τὸ τῆς εὐνοίας παρεὶς προσοχὴν καὶ εὐμάθειαν εὐπορήσει τοῖς ἀκούουσι.
また、彼が序論を用いるときには、弁論家たちのように三つの要素からではなく、二つの要素のみから始めるべきである。 すなわち、好意を省いて、聞き手に対して注意と理解の容易さを十分に提供すべきである。
προσέξουσι μὲν γὰρ αὐτῷ ἢν δείξῃ ὡς περὶ μεγάλων ἢ ἀναγκαίων ἢ οἰκείων ἢ χρησίμων ἐρεῖ.
というのも、彼が重大なこと、必要なこと、身近なこと、あるいは有益なことについて語るつもりであることを示すなら、人々は彼に注意を向けるからである。
εὐμαθῆ δὲ καὶ σαφῆ τὰ ὕστερα ποιήσει τὰς αἰτίας προεκτιθέμενος καὶ περιορίζων τὰ κεφάλαια τῶν γεγενημένων.
また、あらかじめ原因を提示し、起こった事柄の要点を限定しておくことで、その後の叙述を理解しやすく、明瞭なものにするだろう。
§54τοιούτοις προοιμίοις οἱ ἄριστοι τῶν συγγραφέων ἐχρήσαντο·
このような序論を、最良の歴史家たちは用いた。
Ἡρόδοτος μέν, ὡς μὴ τὰ γενόμενα ἐξίτηλα τῷ χρόνῳ γένηται, μεγάλα καὶ θαυμαστὰ ὄντα καὶ ταῦτα νίκας Ἑλληνικὰς δηλοῦντα καὶ ἥττας βαρβαρικάς·
すなわち、ヘロドトスは、起こった事柄が時間とともに消え去ってしまわないように、それらが偉大で驚嘆すべきものであり、とりわけギリシア人の勝利と野蛮人の敗北を示すものであるとして用いた。
Θουκυδίδης δέ, μέγαν τε καὶ αὐτὸς ἐλπίσας ἔσεσθαι καὶ ἀξιολογώτατον καὶ μείζω τῶν προγεγενημένων ἐκεῖνον τὸν πόλεμον·
また、トゥキディデスは、彼自身が、あの戦争が偉大で、最も注目に値し、過去に起こったいかなる戦争よりも大規模なものになると期待して用いた。
καὶ γὰρ παθήματα ἐν αὐτῷ μεγάλα ξυνέβη γενέσθαι.
なぜなら、その戦争において重大な苦難が起こることになったからである。
§55Μετὰ δὲ τὸ προοίμιον, ἀνάλογον τοῖς πράγμασιν ἢ μηκυνόμενον ἢ βραχυνόμενον, εὐαφὴς τε καὶ εὐάγωγος ἔστω ἡ ἐπὶ τὴν διήγησιν μετάβασις.
そして、事柄に応じて長くも短くもなる序論のあとには、本筋の叙述への移行が、自然でスムーズなものであるべきである。
ἅπαν γὰρ ἀτεχνῶς τὸ λοιπὸν σῶμα τῆς ἱστορίας διήγησις μακρά ἐστιν.
なぜなら、歴史の残りの身体全体は、文字通り一つの長い叙述だからである。
ὥστε ταῖς τῆς διηγήσεως ἀρεταῖς κατακεκοσμήσθω, λείως τε καὶ ὁμαλῶς προϊοῦσα καὶ αὐτὴ ὁμοίως ὥστε μὴ προὔχειν μηδὲ κοιλαίνεσθαι·
したがって、それは叙述の徳によって飾られているべきであり、それ自体も同様に、滑らかかつ平坦に進み、突起したり窪んだりすることのないようにすべきである。
ἔπειτα τὸ σαφὲς ἐπανθείτω, τῇ τε λέξει, ὡς ἔφην, μεμηχανημένον καὶ τῇ συμπεριπλοκῇ τῶν πραγμάτων.
さらに、明瞭さがそこに咲き誇るべきであり、それは先に述べたように、言葉使いと事柄の相互の織り合わせによってもたらされるものである。
ἀπόλυτα γὰρ καὶ ἐντελῆ πάντα ποιήσει, καὶ τὸ πρῶτον ἐξεργασάμενος ἐπάξει τὸ δεύτερον ἐχόμενον αὐτοῦ καὶ ἁλύσεως τρόπον συνηρμοσμένον ὡς μὴ διακεκόφθαι μηδὲ διηγήσεις πολλὰς εἶναι ἀλλήλαις παρακειμένας, ἀλλ’ ἀεὶ τῷ πρώτῳ τὸ δεύτερον μὴ γειτνιᾶν μόνον, ἀλλὰ καὶ κοινωνεῖν καὶ ἀνακεκρᾶσθαι κατὰ τὰ ἄκρα.
なぜなら、彼はすべてを独立し完結したものとし、最初の事柄を仕上げたのちに、それと結びつき、鎖のように連結された第二の事柄を導き入れるからである。 それは、叙述が中断されたり、多くの独立した叙述が並置されたりすることなく、常に最初の事柄に第二の事柄が単に隣り合うだけでなく、端々において交わり、溶け合っているようにするためである。
§56Τάχος ἐπὶ πᾶσι χρήσιμον, καὶ μάλιστα εἰ μὴ ἀπορία τῶν λεκτέων εἴη·
迅速さは何よりも有用であり、とりわけ語るべき事柄の不足がない場合にはそうである。
καὶ τοῦτο πορίζεσθαι χρὴ μὴ τοσοῦτον ἀπὸ τῶν ὀνομάτων ἢ ῥημάτων ὅσον ἀπὸ τῶν πραγμάτων—λέγω δέ, εἰ παραθέοις μὲν τὰ μικρὰ καὶ ἧττον ἀναγκαῖα, λέγοις δὲ ἱκανῶς τὰ μεγάλα·
そして、この迅速さは、名詞や動詞からというよりは、むしろ事柄から得られるべきである。 私が言いたいのは、もし君が小さく重要性の低い事柄を素早く通り過ぎ、重要な事柄を十分に語るならということである。
μᾶλλον δὲ καὶ παραλειπτέον πολλά. οὐδὲ γὰρ ἢν ἑστιᾷς τοὺς φίλους καὶ πάντα ᾖ παρεσκευασμένα, διὰ τοῦτο ἐν μέσοις τοῖς πέμμασιν καὶ τοῖς ὀρνέοις καὶ λοπάσι τοσαύταις καὶ συσὶν ἀγρίοις καὶ λαγῳοῖς καὶ ὑπογαστρίοις καὶ σαπέρδην ἐνθήσεις καὶ ἔτνος ὅτι κἀκεῖνο παρεσκεύαστο, ἀμελήσεις δὲ τῶν εὐτελεστέρων.
いや、むしろ多くの事柄を省略すべきである。 なぜなら、たとえ君が友人たちをもてなし、すべての料理が準備されていたとしても、だからといって、菓子や鳥肉、数々の大皿料理、野生の猪、野ウサギ、豚の三枚肉の真ん中に、それも準備されていたからという理由だけで、サペルデスの塩漬けや豆スープまでを盛り付け、より安価な料理は無視するはずだからである。