Humanitext Reader

ルキアノス · 歴史はいかに書くべきか §57-63

描写における節制と後世の真実を見据えた執筆

15 / 15 箇所 · ギリシア語

要旨

著者は地形描写などの誇張を避ける節制を説き、目先の称賛よりも未来の真実のために執筆する姿勢を求め、ファロスの灯台の建築家ソストラトスの不朽の名声を例に挙げ、歴史家が持つべき公正な基準を提示する。

§57Μάλιστα δὲ σωφρονητέον ἐν ταῖς τῶν ὀρῶν ἢ τειχῶν ἢ ποταμῶν ἑρμηνείαις ὡς μὴ δύναμιν λόγων ἀπειροκάλως παρεπιδείκνυσθαι δοκοίης καὶ τὸ σαυτοῦ δρᾶν παρεὶς τὴν ἱστορίαν, ἀλλ’ ὀλίγον προσαψάμενος τοῦ χρησίμου καὶ σαφοῦς ἕνεκα μεταβήσῃ ἐκφυγὼν τὸν ἰξὸν τὸν ἐν τῷ πράγματι καὶ τὴν τοιαύτην ἅπασαν λιχνείαν, οἷον ὁρᾷς καὶ Ὅμηρος ὁ μεγαλόφρων ποιεῖ·
とりわけ、山や城壁や河川の描写においては節制すべきであり、言葉の力を無粋に見せびらかそうとしているとか、自らの歴史家としての務めを放棄していると思われることがあってはならない。 むしろ、有用性と明瞭さのために僅かに触れるだけで通り過ぎ、その事柄に潜む鳥もちや、そのような一切の貪欲さから逃れるべきである。 それは、あの気高きホメロスがしているのを見る通りである。
καίτοι ποιητὴς ὢν παραθεῖ τὸν Τάνταλον καὶ τὸν Ἰξίονα καὶ τὸν Τιτυὸν καὶ τοὺς ἄλλους.
彼は詩人であるにもかかわらず、タンタロスやイクシーオーンやティテュオス、その他の者たちを素早く通り過ぎていく。
εἰ δὲ Παρθένιος ἢ Εὐφορίων ἢ Καλλίμαχος ἔλεγεν, πόσοις ἂν οἴει ἔπεσι τὸ ὕδωρ ἄχρι πρὸς τὸ χεῖλος τοῦ Ταντάλου ἤγαγεν· εἶτα πόσοις ἂν Ἰξίονα ἐκύλισε.
もしパルテニオスやエウポリオーンやカリマコスがこれを語っていたなら、何行の詩行を用いて水をタンタロスの唇まで導いたことか、また何行を用いてイクシーオーンを転がしたことか、君はどう思うかね。
μᾶλλον δὲ ὁ Θουκυδίδης αὐτὸς ὀλίγα τῷ τοιούτῳ εἴδει τοῦ λόγου χρησάμενος σκέψαι ὅπως εὐθὺς ἀφίσταται ἢ μηχάνημα ἑρμηνεύσας ἢ πολιορκίας σχῆμα δηλώσας ἀναγκαῖον καὶ χρειῶδες ὂν ἢ Ἐπιπολῶν σχῆμα ἢ Συρακοσίων λιμένα.
むしろ、あのトゥキディデス自身がこの種の語り口を控えめに用い、機械の仕組みを説明したり、必要かつ有用な包囲戦の布陣、あるいはエピポライの地形やシュラクサイの港の様子を示したあと、いかに直ちに叙述から退いているかに注目せよ。
ὅταν μὲν γὰρ τὸν λοιμὸν διηγῆται καὶ μακρὸς εἶναι δοκῇ, σὺ τὰ πράγματα ἐννόησον·
彼が疫病を叙述してそれが長く思われるときでも、君はその事実そのものを熟考しなさい。
εἴσῃ γὰρ οὕτω τὸ τάχος καὶ ὡς φεύγοντος ὅμως ἐπιλαμβάνεται αὐτοῦ τὰ γεγενημένα πολλὰ ὄντα.
そうすれば、その迅速さと、彼が急ぎ過ぎ去ろうとしているにもかかわらず、数多くの出来事が彼を捉えているのだということが理解できるだろう。
§58Ἢν δέ ποτε καὶ λόγους ἐροῦντά τινα δεήσῃ εἰσάγειν, μάλιστα μὲν ἐοικότα τῷ προσώπῳ καὶ τῷ πράγματι οἰκεῖα λεγέσθω, ἔπειτα ὡς σαφέστατα καὶ ταῦτα.
また、もし誰かに演説をさせる必要が生じたときには、何よりもその人物にふさわしく、その状況に適した内容が語られるべきであり、これもまた極めて明瞭であるべきである。
πλὴν ἐφεῖταί σοι τότε καὶ ῥητορεῦσαι καὶ ἐπιδεῖξαι τὴν τῶν λόγων δεινότητα.
ただしその時には、君が弁論を振るい、言論の巧みさを誇示することも許されている。
§59Ἔπαινοι μὲν γὰρ ἢ ψόγοι πάνυ πεφεισμένοι καὶ περιεσκεμμένοι καὶ ἀσυκοφάντητοι καὶ μετὰ ἀποδείξεων καὶ ταχεῖς καὶ μὴ ἄκαιροι, ἐπεὶ ἔξω τοῦ δικαστηρίου ἐκεῖνοί εἰσιν, καὶ τὴν αὐτὴν Θεοπόμπῳ αἰτίαν ἕξεις φιλαπεχθημόνως κατηγοροῦντι τῶν πλείστων καὶ διατριβὴν ποιουμένῳ τὸ πρᾶγμα ὡς κατηγορεῖν μᾶλλον ἢ ἱστορεῖν τὰ πεπραγμένα.
称賛や非難は極めて控えめで、思慮深く、中傷がなく、論証を伴い、迅速で、時宜を得たものであるべきである。 なぜなら、それらは法廷の外にあるものだからであり、さもなければ、多くの人々を悪意をもって告発し、出来事を歴史に記録するよりはむしろ告発することに終始したテオポンポスと同じ非難を君は受けることになるだろう。
§60Καὶ μὴν καὶ μῦθος εἴ τις παρεμπέσοι, λεκτέος μέν, οὐ μὴν πιστωτέος πάντως, ἀλλ’ ἐν μέσῳ θετέος τοῖς ὅπως ἂν ἐθέλωσιν εἰκάσουσι περὶ αὐτοῦ·
さらに、もし何らかの神話が紛れ込んだなら、それは語られるべきであるが、決して保証されるべきではなく、それについて望むように推測する人々の判断に委ねられるべきである。
σὺ δ’ ἀκίνδυνος καὶ πρὸς οὐδέτερον ἐπιρρεπέστερος.
そうすれば君は安全であり、どちらの側にも偏らずに済む。
§61Τὸ δ’ ὅλον ἐκείνου μοι μέμνησο—πολλάκις γὰρ τοῦτο ἐρῶ—καὶ μὴ πρὸς τὸ παρὸν μόνον ὁρῶν γράφε ὡς οἱ νῦν ἐπαινέσονταί σε καὶ τιμήσουσιν, ἀλλὰ τοῦ σύμπαντος αἰῶνος ἐστοχασμένος πρὸς τοὺς ἔπειτα μᾶλλον σύγγραφε καὶ παρ' ἐκείνων ἀπαίτει τὸν μισθὸν τῆς γραφῆς, ὡς λέγηται περὶ σοῦ, “ἐκεῖνος μέντοι ἐλεύθερος ἀνὴρ ἦν καὶ παρρησίας μεστός, οὐδὲν οὔτε κολακευτικὸν οὔτε δουλοπρεπές ἀλλ’ ἀλήθεια ἐπὶ πᾶσι.
全体として、私の次の言葉を覚えておいてほしい。 私は何度もこれを言うだろう。 現在の人々が君を称賛し尊重するようにと、目先のことだけを見て書くのではなく、すべての時代を見据えて、むしろ後世の人々に向けて執筆し、彼らから執筆の報酬を求めなさい。 「あの男は真に自由な男であり、率直さに満ちており、へつらいも奴隷的な卑屈さも全くなく、すべてのことにおいて真実であった」と君について語られるように。
” τοῦτ', εἰ σωφρονοίη τις, ὑπὲρ πάσας τὰς νῦν ἐλπίδας θεῖτο ἄν, οὕτως ὀλιγοχρονίους οὔσας.
思慮深い者なら、このように短命である現在のすべての期待よりも、これを重んじるだろう。
§62Ὁρᾷς τὸν Κνίδιον ἐκεῖνον ἀρχιτέκτονα οἷον ἐποίησεν;
君はあのクニドスの建築家がしたことを見たか。
οἰκοδομήσας γὰρ τὸν ἐπὶ τῇ Φάρῳ πύργον, μέγιστον καὶ κάλλιστον ἔργων ἁπάντων, ὡς πυρσεύοιτο ἀπ' αὐτοῦ τοῖς ναυτιλλομένοις ἐπὶ πολὺ τῆς θαλάττης καὶ μὴ καταφέροιντο ἐς τὴν Παραιτονίαν, παγχάλεπον, ὥς φασιν, οὖσαν καὶ ἄφυκτον εἴ τις ἐμπέσοι ἐς τὰ ἕρματα.
彼は、航海する者たちに海のかなたまでそこから火が灯され、パライトニア(噂によれば、瀬に乗り上げたら極めて困難で脱出不可能な場所)へと流されないように、すべての作品の中で最も偉大で最も美しいファロスの塔を建設した。
οἰκοδομήσας οὖν τὸ ἔργον ἔνδοθεν μὲν κατὰ τῶν λίθων τὸ αὑτοῦ ὄνομα ἐπέγραψεν, ἐπιχρίσας δὲ τιτάνῳ καὶ ἐπικαλύψας ἐπέγραψε τοὔνομα τοῦ τότε βασιλεύοντος, εἰδώς, ὅπερ καὶ ἐγένετο, πάνυ ὀλίγου χρόνου συνεκπεσούμενα μὲν τῷ χρίσματι τὰ γράμματα ἐκφανησόμενον δέ, “Σώστρατος Δεξιφάνους Κνίδιος θεοῖς σωτῆρσιν ὑπὲρ τῶν πλωϊζομένων.
彼はその作品を建設すると、内側の石の上に自らの名を刻み、その上から漆喰を塗って覆い隠し、当時の王の名を刻んだ。 それは、非常に短い時間のうちに、漆喰とともに王の名の文字が剥がれ落ち、「デクシパネスの子、クニドスのソストラトス、航海する者たちのために、救い主たる神々に」という文字が現れることを知っていたからであり、実際にそうなったのである。
” οὕτως οὐδ’ ἐκεῖνος ἐς τὸν τότε καιρὸν οὐδὲ τὸν αὐτοῦ βίον τὸν ὀλίγον ἑώρα, ἀλλ’ εἰς τὸν νῦν καὶ τὸν ἀεί, ἄχρι ἂν ἑστήκῃ ὁ πύργος καὶ μένῃ αὐτοῦ ἡ τέχνη.
このように、彼もまた当時の状況や、自らの短い生涯を見たのではなく、今、そして永遠(塔が立ち、彼の技術が残る限り)を見ていたのである。
§63Χρὴ τοίνυν καὶ τὴν ἱστορίαν οὕτω γράφεσθαι σὺν τῷ ἀληθεῖ μᾶλλον πρὸς τὴν μέλλουσαν ἐλπίδα ἤπερ σὺν κολακείᾳ πρὸς τὸ ἡδὺ τοῖς νῦν ἐπαινουμένοις.
それゆえ、歴史もまた、今称賛されている人々への甘言を伴う追従よりも、真実を伴って将来の希望に向けて書かれるべきである。
οὗτός σοι κανὼν καὶ στάθμη ἱστορίας δικαίας.
これが君にとって、公正な歴史の定規であり、基準である。
καὶ εἰ μὲν σταθμήσονταί τινες αὐτῇ, εὖ ἂν ἔχοι καὶ εἰς δέον ἡμῖν γέγραπται·
もし誰かがこれによって測るなら、それは結構なことであり、我々にとって適切に書かれたことになる。
εἰ δὲ μή, κεκύλισται ὁ πίθος ἐν Κρανείῳ.
しかし、もしそうでないなら、クラネイオで樽が転がされただけのことである。

語釈・文法注

  1. 57ὡς μὴ δύναμιν λόγων ἀπειροκάλως παρεπιδείκνυσθαι δοκοίης — 目的を表す接続詞 ὡς μή(〜しないように)に導かれる節の中で、主節の叙述が現在時間枠の義務(非人称形容詞 σωφρονητέον)であるにもかかわらず、希求法現在(δοκοίης)が用いられている。これは、直接的な目的というよりも、想定される一般的な傾向や主観的な可能性(「〜と思われるかもしれない」)を和らげて表現する潜在的なニュアンスを帯びている。
  2. 57εἰ δὲ Παρθένιος ἢ Εὐφορίων ἢ Καλλίμαχος ἔλεγεν, πόσοις ἂν οἴει ἔπεσι τὸ ὕδωρ ἄχρι πρὸς τὸ χεῖλος τοῦ Ταντάλου ἤγαγεν — 反実仮想(過去または継続の事実と反対の仮定)の条件文。条件節の直説法未完了過去(ἔλεγεν)に対し、帰結節では直説法アオリストに小辞 ἄν が伴う形(ἂν ... ἤγαγεν)が対応している。挿入された οἴει(君は思うか)が文全体の疑問のトーンを強めている。
  3. 57ὡς φεύγοντος ὅμως ἐπιλαμβάνεται αὐτοῦ τὰ γεγενημένα πολλὰ ὄντα — ὡς に導かれる従属節において、φεύγοντος は意味上の主語(トゥキディデス)が省略された属格独立分詞構文であり、主観的な理由や状況(「急ぎ去ろうとしているかのように」)を表す。主動詞 ἐπιλαμβάνεται は属格支配であり、代名詞 αὐτοῦ を目的語に取っている。文の主語は中性複数名詞句の τὰ γεγενημένα πολλὰ ὄντα である。
  4. 62εἰδώς, ὅπερ καὶ ἐγένετο, πάνυ ὀλίγου χρόνου συνεκπεσούμενα μὲν τῷ χρίσματι τὰ γράμματα ἐκφανησόμενον δέ — 動詞 εἰδώς(知っていて)が、未来分詞を用いた対格不定詞に類する名詞節を従えている。自動詞である συνεκπεσούμενα はその主語である中性複数対格 τὰ γράμματα に一致している。一方、ἐκφανησόμενον は非人称的な対格(あるいは省略された τὸ ὄνομα との不一致または中性単数の絶対対格的用法)として、後に続く碑文の内容を導入している。

この箇所を引用する

ルキアノス, 歴史はいかに書くべきか §57-63. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg053.humanitext-grc3:57-63

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。