§50Μάλιστα δὲ κατόπτρῳ ἐοικυῖαν παρασχέσθω τὴν γνώμην ἀθόλῳ καὶ στιλπνῷ καὶ ἀκριβεῖ τὸ κέντρον καὶ ὁποίας ἂν δέξηται τὰς μορφὰς τῶν ἔργων τοιαῦτα καὶ δεικνύτω αὐτά, διάστροφον δὲ ἢ παράχρουν ἢ ἑτερόσχημον μηδέν.
最重要的是,[历史学家]应当让自己的心灵像一面无瑕、明亮且中心精确的镜子;无论它接受到什么事物的形象,都应当如实地展现它们,绝不扭曲、不褪色、不改变形状。
οὐ γὰρ ὥσπερ οἱ ῥήτορες γράφουσιν, ἀλλὰ τὰ μὲν λεχθησόμενα ἔστιν καὶ εἰρήσεται· πέπρακται γὰρ ἤδη·
因为他们写作不像修辞学家那样,要说的内容已经存在并将被说出——因为它们已经发生;只需加以整理并说出它们即可。
δεῖ δὲ τάξαι καὶ εἰπεῖν αὐτά. ὥστε οὐ τί εἴπωσι ζητητέον αὐτοῖς ἀλλ’ ὅπως εἴπωσιν.
因此,他们不应寻找该说什么,而应寻找该如何说。
ὅλως δὲ, νομιστέον τὸν ἱστορίαν συγγράφοντα Φειδίᾳ χρῆναι ἢ Πραξιτέλει ἐοικέναι ἢ Ἀλκαμένει ἤ τῳ ἄλλῳ ἐκείνων—οὐδὲ γὰρ οὐδ’ ἐκεῖνοι χρυσὸν ἢ ἄργυρον ἢ ἐλέφαντα ἢ τὴν ἄλλην ὕλην ἐποίουν, ἀλλ’ ἡ μὲν ὑπῆρχε καὶ προϋπεβέβλητο Ἠλείων ἢ Ἀθηναίων ἢ Ἀργείων πεπορισμένων, οἱ δὲ ἔπλαττον μόνον καὶ ἔπριον τὸν ἐλέφαντα καὶ ἔξεον καὶ ἐκόλλων καὶ ἐρρύθμιζον καὶ ἐπήνθιζον τῷ χρυσῷ, καὶ τοῦτο ἦν ἡ τέχνη αὐτοῖς ἐς δέον οἰκονομήσασθαι τὴν ὕλην.
总之,应当认为,历史撰写者应当像斐迪亚斯、普拉克西特列斯、阿尔卡美涅斯或他们中的其他人一样——因为即使是那些人,也并不制造金、银、象牙或其他材料,而是这些材料已经存在,并由伊利斯人、雅典人或阿哥斯人提供并预先准备好了;他们只是塑形、锯开象牙、打磨、粘合、调和并用黄金装饰,这就是他们的艺术:适当地处理材料。
§51Τοιοῦτο δή τι καὶ τὸ τοῦ συγγραφέως ἔργον—εἰς καλὸν διαθέσθαι τὰ πεπραγμένα καὶ εἰς δύναμιν ἐναργέστατα ἐπιδεῖξαι αὐτά.
历史学家的工作确实也是这样的——将发生过的事实进行美妙的配置,并尽可能最清晰地展现它们。
καὶ ὅταν τις ἀκροώμενος οἴηται μετὰ ταῦτα ὁρᾶν τὰ λεγόμενα καὶ μετὰ τοῦτο ἐπαινῇ, τότε δὴ τότε ἀπηκρίβωται καὶ τὸν οἰκεῖον ἔπαινον ἀπείληφε τὸ ἔργον τῷ τῆς ἱστορίας Φειδίᾳ.
当听众在听了之后,认为自己看到了所说的事情,并在此之后予以赞赏,那时,也只有在那个时候,历史界的斐迪亚斯的工作才算完成,并得到了它应得的赞誉。
§52Πάντων δὲ ἤδη παρεσκευασμένων καὶ ἀπροοιμίαστον μέν ποτε ποιήσεται τὴν ἀρχήν, ὁπόταν μὴ πάνυ κατεπείγῃ τὸ πρᾶγμα προδιοικήσασθαί τι ἐν τῷ προοιμίῳ· δυνάμει δὲ καὶ τότε φροιμίῳ χρήσεται τῷ ἀποσαφοῦντι περὶ τῶν λεκτέων.
当一切准备就绪时,有时他会在没有序言的情况下开始叙述,只要事情并不迫切需要在序言中预先处理某些内容;但即使在那个时候,他实际上也会使用一个能阐明所说内容的序言。
§53Ὁπόταν δὲ καὶ φροιμιάζηται, ἀπὸ δυοῖν μόνον ἄρξεται, οὐχ ὥσπερ οἱ ῥήτορες ἀπὸ τριῶν, ἀλλὰ τὸ τῆς εὐνοίας παρεὶς προσοχὴν καὶ εὐμάθειαν εὐπορήσει τοῖς ἀκούουσι.
当他使用序言时,应该只从两个要素开始,而不像修辞学家那样从三个要素开始,而是省略“赢得好感”,仅为听众提供“集中注意”和“易于理解”。
προσέξουσι μὲν γὰρ αὐτῷ ἢν δείξῃ ὡς περὶ μεγάλων ἢ ἀναγκαίων ἢ οἰκείων ἢ χρησίμων ἐρεῖ.
因为如果他表明自己将要讲述重大、必要、切身或有益的事情,听众就会向他集中注意力。
εὐμαθῆ δὲ καὶ σαφῆ τὰ ὕστερα ποιήσει τὰς αἰτίας προεκτιθέμενος καὶ περιορίζων τὰ κεφάλαια τῶν γεγενημένων.
而他通过预先陈述原因并界定所发生之事的要点,将使后面的叙述变得易于理解且清晰。
§54τοιούτοις προοιμίοις οἱ ἄριστοι τῶν συγγραφέων ἐχρήσαντο· Ἡρόδοτος μέν, ὡς μὴ τὰ γενόμενα ἐξίτηλα τῷ χρόνῳ γένηται, μεγάλα καὶ θαυμαστὰ ὄντα καὶ ταῦτα νίκας Ἑλληνικὰς δηλοῦντα καὶ ἥττας βαρβαρικάς· Θουκυδίδης δέ, μέγαν τε καὶ αὐτὸς ἐλπίσας ἔσεσθαι καὶ ἀξιολογώτατον καὶ μείζω τῶν προγεγενημένων ἐκεῖνον τὸν πόλεμον· καὶ γὰρ παθήματα ἐν αὐτῷ μεγάλα ξυνέβη γενέσθαι.
最优秀的历史学家们就使用了这样的序言:赫罗多托斯是为了不让发生过的事情随着时间而消逝,因为这些事情是伟大而奇妙的,尤其是展现了希腊人的胜利和蛮族的失败;修昔底德则是他自己也预料到那场战争将是伟大的、最值得记载的,且比以前发生的战争都要大;因为在那场战争中确实发生了巨大的灾难。
§55Μετὰ δὲ τὸ προοίμιον, ἀνάλογον τοῖς πράγμασιν ἢ μηκυνόμενον ἢ βραχυνόμενον, εὐαφὴς τε καὶ εὐάγωγος ἔστω ἡ ἐπὶ τὴν διήγησιν μετάβασις.
在序言之后,根据事物的长短而进行相应的延伸或缩短,向叙述的过渡应当是自然且平滑的。
ἅπαν γὰρ ἀτεχνῶς τὸ λοιπὸν σῶμα τῆς ἱστορίας διήγησις μακρά ἐστιν.
因为历史的其余整个身体,实际上就是一个长篇叙述。
ὥστε ταῖς τῆς διηγήσεως ἀρεταῖς κατακεκοσμήσθω, λείως τε καὶ ὁμαλῶς προϊοῦσα καὶ αὐτὴ ὁμοίως ὥστε μὴ προὔχειν μηδὲ κοιλαίνεσθαι· ἔπειτα τὸ σαφὲς ἐπανθείτω, τῇ τε λέξει, ὡς ἔφην, μεμηχανημένον καὶ τῇ συμπεριπλοκῇ τῶν πραγμάτων.
因此,它应当用叙述的优点来装饰,自身同样平滑而均匀地推进,既不突起也不凹陷;然后,明晰应当在其中绽放,正如我所说,这是通过言语和事物的相互交织来达到的。
ἀπόλυτα γὰρ καὶ ἐντελῆ πάντα ποιήσει, καὶ τὸ πρῶτον ἐξεργασάμενος ἐπάξει τὸ δεύτερον ἐχόμενον αὐτοῦ καὶ ἁλύσεως τρόπον συνηρμοσμένον ὡς μὴ διακεκόφθαι μηδὲ διηγήσεις πολλὰς εἶναι ἀλλήλαις παρακειμένας, ἀλλ’ ἀεὶ τῷ πρώτῳ τὸ δεύτερον μὴ γειτνιᾶν μόνον, ἀλλὰ καὶ κοινωνεῖν καὶ ἀνακεκρᾶσθαι κατὰ τὰ ἄκρα.
因为他将使一切都独立且完整,在完成第一件事之后,他将引出紧随其后的第二件事,并像锁链一样连接在一起,以便它不会中断,也不会成为许多并列的叙述,而是让第二件事与第一件事不仅邻近,而且在边缘交融并混合在一起。
§56Τάχος ἐπὶ πᾶσι χρήσιμον, καὶ μάλιστα εἰ μὴ ἀπορία τῶν λεκτέων εἴη· καὶ τοῦτο πορίζεσθαι χρὴ μὴ τοσοῦτον ἀπὸ τῶν ὀνομάτων ἢ ῥημάτων ὅσον ἀπὸ τῶν πραγμάτων—λέγω δέ, εἰ παραθέοις μὲν τὰ μικρὰ καὶ ἧττον ἀναγκαῖα, λέγοις δὲ ἱκανῶς τὰ μεγάλα· μᾶλλον δὲ καὶ παραλειπτέον πολλά.
迅速在一切事情上都是有用的,尤其是在不缺少可说之物的时候;而这不应当从名词或动词中获得,而应当从事物中获得——我的意思是,如果你快速走过那些微小且不那么必要的事务,而充分地讲述重大事务;或者说,甚至应当省略许多事物。
οὐδὲ γὰρ ἢν ἑστιᾷς τοὺς φίλους καὶ πάντα ᾖ παρεσκευασμένα, διὰ τοῦτο ἐν μέσοις τοῖς πέμμασιν καὶ τοῖς ὀρνέοις καὶ λοπάσι τοσαύταις καὶ συσὶν ἀγρίοις καὶ λαγῳοῖς καὶ ὑπογαστρίοις καὶ σαπέρδην ἐνθήσεις καὶ ἔτνος ὅτι κἀκεῖνο παρεσκεύαστο, ἀμελήσεις δὲ τῶν εὐτελεστέρων.
因为如果你款待朋友,而一切都已经准备就绪,你不会因为这个原因,在糕点、禽肉、如此多的盘中餐以及野猪、野兔、五花肉之中,仅仅因为这也准备好了,就放上腌制的萨佩尔德斯鱼和豌豆汤,而你应当忽略这些廉价的食物。