§24Καίτοι ταῦτα πάντα φορητὰ ἔτι, ὅσα ἢ ἑρμηνείας ἢ τῆς ἄλλης διατάξεως ἁμαρτήματά ἐστιν·
しかしながら、表現やその他の構成に関する誤りであるようなこれらすべてのことは、まだ我慢できるものである。
τὸ δὲ καὶ παρὰ τοὺς τόπους αὐτοὺς ψεύδεσθαι οὐ παρασάγγας μόνον ἀλλὰ καὶ σταθμοὺς ὅλους, τίνι τῶν καλῶν ἔοικεν;
だが、まさにその地理に関してさえ、単に数パラサングスだけでなく、丸一日行程全体にわたって嘘をつくということは、いったいどんな素晴らしいことに似ているだろうか。
εἷς γοῦν οὕτω ῥᾳθύμως συνήγαγε τὰ πράγματα, οὔτε Σύρῳ τινὶ ἐντυχὼν οὔτε τὸ λεγόμενον δὴ τοῦτο τῶν ἐπὶ κουρείῳ τὰ τοιαῦτα μυθολογούντων ἀκούσας, ὥστε περὶ Εὐρώπου λέγων οὕτως ἔφη, “Ἡ δὲ Εὔρωπος κεῖται μὲν ἐν τῇ Μεσοποταμίᾳ σταθμοὺς δύο τοῦ Εὐφράτου ἀπέχουσα, ἀπῴκισαν δὲ αὐτὴν Ἐδεσσαῖοι.
ともかく、ある男は非常にいい加減に出来事をまとめたので、シリア人に一人も出会ったことがなく、また、理髪店でその種の話を噂している人々からいわゆるこの話を聞いたこともなかったほどであり、エウロポスについて語りながら次のように言った。 「エウロポスはメソポタミアに位置し、ユーフラテス川から二日行程離れており、エデッサの住民がそこに入植した。
” καὶ οὐδὲ τοῦτο ἀπέχρησεν αὐτῷ, ἀλλὰ καὶ τὴν ἐμὴν πατρίδα τὰ Σαμόσατα ὁ αὐτὸς ἐν τῷ αὐτῷ βιβλίῳ ἀράμενος ὁ γενναῖος αὐτῇ ἀκροπόλει καὶ τείχεσι μετέθηκεν ἐς τὴν Μεσοποταμίαν, ὡς περιρρεῖσθαι αὐτὴν ὑπ' ἀμφοτέρων τῶν ποταμῶν, ἑκατέρωθεν ἐν χρῷ παραμειβομένων καὶ μονονουχὶ τοῦ τείχους ψαυόντων.
」これだけでも彼には十分ではなかった。 あの優れた人物は同じ書物の中で、私の故郷であるサモサタをも、アクロポリスや城壁ごと取り上げてメソポタミアへと移してしまい、その結果、その町は両方の川に囲まれ、両側からすぐ間近を通り過ぎてほとんど城壁に触れんばかりであるとした。
τὸ δὲ καὶ γελοῖον εἴ σοι νῦν, ὦ Φίλων, ἀπολογοίμην ὡς οὐ Παρθυαίων οὐδὲ Μεσοποταμίτης σοι ἐγὼ, οἷ με φέρων ὁ θαυμαστὸς συγγραφεὺς ἀπῴκισε.
親愛なるピロンよ、今になって私が、あの驚くべき歴史家が私を連れて行って入植させたパルティアの臣下でもメソポタミア人でもないと、あなたに弁明するなら、それこそ滑稽なことだろう。
§25Νὴ Δία κἀκεῖνο κομιδῇ πιθανὸν περὶ τοῦ Σευηριανοῦ ὁ αὐτὸς οὗτος εἶπεν ἐπομοσάμενος, ἦ μὴν ἀκοῦσαί τινος τῶν ἐξ αὐτοῦ τοῦ ἔργου διαφυγόντων·
ゼウスにかけて、この同じ男はセウェリアヌスについても、その戦いの現場から逃げのびた者の一人から聞いたと誓って、次のような極めてもっともらしいことを語った。
οὔτε γὰρ ξίφει ἐθελῆσαι αὐτὸν ἀποθανεῖν οὔτε φαρμάκου πιεῖν οὔτε βρόχον ἅψασθαι ἀλλά τινα θάνατον ἐπινοῆσαι τραγικὸν καὶ τῇ τόλμῃ ξενίζοντα·
すなわち、彼は剣で死ぬことも、毒を飲むことも、首を吊ることも望まず、何か悲劇的で、その大胆さにおいて奇抜な死に方を考案したというのである。
τυχεῖν μὲν γὰρ αὐτὸν ἔχοντα παμμεγέθη ἐκπώματα ὑάλινα τῆς καλλίστης ὑάλου, ἐπεὶ δὲ πάντως ἀποθανεῖν ἔγνωστο, κατάξαντα τὸν μέγιστον τῶν σκύφων ἑνὶ τῶν θραυσμάτων χρήσασθαι εἰς τὴν σφαγὴν ἐντεμόντα τῇ ὑάλῳ τὸν λαιμόν.
彼にはたまたま、最高級のガラスで作られた極めて巨大なガラスの杯があったが、どうしても死ぬと決意したとき、そのうち最も大きなゴブレットを打ち砕き、その破片の一つを自害に用いて、そのガラスで喉を切り裂いたという。
οὕτως οὐ ξιφίδιον, οὐ λογχάριον εὗρεν ὡς ἀνδρεῖός γε αὐτῷ καὶ ἡρωϊκὸς ὁ θάνατος γένοιτο.
このように、彼は短剣も小さな槍も見つけることができず、彼にとって死が男らしく英雄的なものになるようにしたというわけだ。
§26Εἶτ' ἐπειδὴ Θουκυδίδης ἐπιτάφιόν τινα εἶπε τοῖς πρώτοις τοῦ πολέμου ἐκείνου νεκροῖς καὶ αὐτὸς ἡγήσατο χρῆναι ἐπειπεῖν τῷ Σευηριανῷ.
それから、トゥキュディデスがあの戦争の最初の死者たちに対して追悼演説を述べたので、彼自身もセウェリアヌスのために追悼演説を述べるべきだと考えた。
ἅπασι γὰρ αὐτοῖς πρὸς τὸν οὐδὲν αἴτιον τῶν ἐν Ἀρμενίᾳ κακῶν τὸν Θουκυδίδην ἡ ἅμιλλα.
彼ら全員にとって、アルメニアでの惨禍についてはいかなる責任もないトゥキュディデスとの対抗意識があるからである。
θάψας οὖν τὸν Σευηριανὸν μεγαλοπρεπῶς ἀναβιβάζεται ἐπὶ τὸν τάφον Ἀφράνιόν τινα Σίλωνα ἑκατόνταρχον ἀνταγωνιστὴν Περικλέους ὃς τοιαῦτα καὶ τοσαῦτα ἐπερρητόρευσεν αὐτῷ ὥστε με νὴ τὰς Χάριτας πολλὰ πάνυ δακρῦσαι ὑπὸ τοῦ γέλωτος καὶ μάλιστα ὁπότε ὁ ῥήτωρ ὁ Ἀφράνιος ἐπὶ τέλει τοῦ λόγου δακρύων ἅμα σὺν οἰμωγῇ περιπαθεῖ ἐμέμνητο τῶν πολυτελῶν ἐκείνων δείπνων καὶ προπόσεων, εἶτα ἐπέθηκεν Αἰάντειόν τινα τὴν κορωνίδα·
そこで、彼はセウェリアヌスを盛大に埋葬した後、ペリクレスの競争相手としてアフラニウス・シロンという名の百人隊長を墓の上に登らせた。 この男は、セウェリアヌスのために次のような数々の大演説をぶちかましたので、美の女神たちにかけて、私は笑いすぎて非常に多くの涙を流したほどだった。 特に、演説者アフラニウスが演説の終わりに、激しい哀悼の叫びとともに涙を流しながら、あの豪華な宴会や乾杯の数々を思い出し、それから、アイアスのような最期の仕上げを置いたときである。
σπασάμενος γὰρ τὸ ξίφος, εὐγενῶς πάνυ καὶ ὡς Ἀφράνιον εἰκὸς ἦν, πάντων ὁρώντων ἀπέσφαξεν ἑαυτὸν ἐπὶ τῷ τάφῳ—οὐκ ἀνάξιος ὢν μὰ τὸν Ἐνυάλιον πρὸ πολλοῦ ἀποθανεῖν εἰ τοιαῦτα ἐρρητόρευεν.
すなわち、彼は剣を抜くと、極めて気高く、またアフラニウスにふさわしいやり方で、皆が見ている前で、墓の上で自らの喉を掻き切ったのである。 ――軍神エニュアリオスにかけて、もし彼がこのような大演説をしたのであれば、とうの昔に死んでいてもおかしくなかったのだが。
καὶ τοῦτο ἔφη ἰδόντας τοὺς παρόντας ἅπαντας θαυμάσαι καὶ ὑπερεπαινέσαι τὸν Ἀφράνιον.
そして、居合わせた者全員がこれを見て驚嘆し、アフラニウスを大絶賛したと語った。
ἐγὼ δὲ καὶ τὰ ἄλλα μὲν αὐτοῦ κατεγίγνωσκον μονονουχὶ ζωμῶν καὶ λοπάδων μεμνημένου καὶ ἐπιδακρύοντος τῇ τῶν πλακούντων μνήμῃ, τοῦτο δὲ μάλιστα ᾐτιασάμην, ὅτι μὴ τὸν συγγραφέα καὶ διδάσκαλον τοῦ δράματος προαποσφάξας ἀπέθανε.
しかし私は、彼がスープや大皿料理をほとんど思い出し、ケーキの記憶に涙を流しているという、他のあらゆる点についても非難したが、とりわけ、彼がこの劇の作者であり演出家である者を自分より先に斬り殺した上で死ななかったことを、最も責めたのである。
§27Πολλοὺς δὲ καὶ ἄλλους ὁμοίους τούτοις ἔχων σοι, ὦ ἑταῖρε, καταριθμήσασθαι, ὀλίγων ὅμως ἐπιμνησθεὶς ἐπὶ τὴν ἑτέραν ὑπόσχεσιν ἤδη μετελεύσομαι, τὴν συμβουλὴν ὅπως ἂν ἄμεινον συγγράφοι τις.
友よ、私はこれらに類する他の多くの者たちをあなたに列挙することができるが、それでもわずかな者に言及するにとどめ、いよいよもう一つの約束、すなわち、いかにして人はより良く執筆しうるかという助言へと移行することにしよう。
εἰσὶ γάρ τινες, οἳ τὰ μεγάλα μὲν τῶν πεπραγμένων καὶ ἀξιομνημόνευτα παραλείπουσιν ἢ παραθέουσιν, ὑπὸ δὲ ἰδιωτείας καὶ ἀπειροκαλίας καὶ ἀγνοίας τῶν λεκτέων ἢ σιωπητέων τὰ μικρότατα πάνυ λιπαρῶς καὶ φιλοπόνως ἑρμηνεύουσιν ἐμβραδύνοντες, ὥσπερ ἂν εἴ τις τοῦ Διὸς τοῦ ἐν Ὀλυμπίᾳ τὸ μὲν ὅλον κάλλος τοσοῦτο καὶ τοιοῦτο ὂν μὴ βλέποι μηδὲ ἐπαινοίη μηδὲ τοῖς οὐκ εἰδόσιν ἐξηγοῖτο, τοῦ ὑποποδίου δὲ τό τε εὐθυεργὲς καὶ τὸ εὔξεστον θαυμάζοι καὶ τῆς κρηπῖδος τὸ εὔρυθμον, καὶ ταῦτα πάνυ μετὰ πολλῆς φροντίδος διεξιών.
というのも、なされた事柄のうち、重大で記憶に値することを省略したり、素通りしたりする者たちがいる一方で、素人っぽさ、悪趣味、そして語るべきことと沈黙すべきことへの無知のゆえに、極めて些細な事柄に熱心かつ骨を折って留まり、詳しく描き出す者たちがいるからである。 それはまるで、オリンピアのゼウス像について、これほどまでに、またこのようなものである全体の美しさを見ようともせず、称賛もせず、それを知らない人々に説明もしない一方で、足台の直線の正確さや磨き抜かれた見事さを称賛し、台座の調和のとれた比例をたたえ、これらを極めて細心の注意を払って詳述するかのようである。