Humanitext Reader

琉善 · 如何撰写历史 §24-27

地理虚构与过分渲染及舍本逐末的批评

第 8 段,共 15 段 · 希腊语

内容简介

作者批评历史学家歪曲地理事实,并以低俗滑稽的演说夸大描写塞维里亚努斯之死,指出他们不顾宏观美感而只关注细枝末节的愚蠢作风。

§24Καίτοι ταῦτα πάντα φορητὰ ἔτι, ὅσα ἢ ἑρμηνείας ἢ τῆς ἄλλης διατάξεως ἁμαρτήματά ἐστιν·
然而,所有这些在表达上或在其他结构上的错误,还是可以容忍的。
τὸ δὲ καὶ παρὰ τοὺς τόπους αὐτοὺς ψεύδεσθαι οὐ παρασάγγας μόνον ἀλλὰ καὶ σταθμοὺς ὅλους, τίνι τῶν καλῶν ἔοικεν;
但是在地理本身上说谎,不仅差了几个帕拉萨格,甚至差了整整几天的路程,这能和什么美好的事物相比呢?
εἷς γοῦν οὕτω ῥᾳθύμως συνήγαγε τὰ πράγματα, οὔτε Σύρῳ τινὶ ἐντυχὼν οὔτε τὸ λεγόμενον δὴ τοῦτο τῶν ἐπὶ κουρείῳ τὰ τοιαῦτα μυθολογούντων ἀκούσας, ὥστε περὶ Εὐρώπου λέγων οὕτως ἔφη, “Ἡ δὲ Εὔρωπος κεῖται μὲν ἐν τῇ Μεσοποταμίᾳ σταθμοὺς δύο τοῦ Εὐφράτου ἀπέχουσα, ἀπῴκισαν δὲ αὐτὴν Ἐδεσσαῖοι.
总之,有一个人如此马虎地编集了这些事件,既没有遇到过任何叙利亚人,也没有听到过在理发店里讲此类传说的人所说的闲言碎语,以至于在谈到欧罗波斯时他这样写道:“而欧罗波斯位于美索不达米亚,距离幼发拉底河有两天的路程,埃德萨人殖民了它。
” καὶ οὐδὲ τοῦτο ἀπέχρησεν αὐτῷ, ἀλλὰ καὶ τὴν ἐμὴν πατρίδα τὰ Σαμόσατα ὁ αὐτὸς ἐν τῷ αὐτῷ βιβλίῳ ἀράμενος ὁ γενναῖος αὐτῇ ἀκροπόλει καὶ τείχεσι μετέθηκεν ἐς τὴν Μεσοποταμίαν, ὡς περιρρεῖσθαι αὐτὴν ὑπ' ἀμφοτέρων τῶν ποταμῶν, ἑκατέρωθεν ἐν χρῷ παραμειβομένων καὶ μονονουχὶ τοῦ τείχους ψαυόντων.
”而且,这甚至还不能让他满足,同一个高尚的人在同一本书中,竟然将我的家乡萨莫萨塔连同其卫城和城墙一起搬走,转移到了美索不达米亚,以至于它被两条河环绕,河水从两侧贴近流过,几乎触及城墙。
τὸ δὲ καὶ γελοῖον εἴ σοι νῦν, ὦ Φίλων, ἀπολογοίμην ὡς οὐ Παρθυαίων οὐδὲ Μεσοποταμίτης σοι ἐγὼ, οἷ με φέρων ὁ θαυμαστὸς συγγραφεὺς ἀπῴκισε.
亲爱的菲隆,如果我现在还要向你辩护,说我既不是帕提亚人的臣民,也不是美索不达米亚人(而那个奇妙的历史学家却把我搬迁并安置到了那里),那可就太滑稽了。
§25Νὴ Δία κἀκεῖνο κομιδῇ πιθανὸν περὶ τοῦ Σευηριανοῦ ὁ αὐτὸς οὗτος εἶπεν ἐπομοσάμενος, ἦ μὴν ἀκοῦσαί τινος τῶν ἐξ αὐτοῦ τοῦ ἔργου διαφυγόντων· οὔτε γὰρ ξίφει ἐθελῆσαι αὐτὸν ἀποθανεῖν οὔτε φαρμάκου πιεῖν οὔτε βρόχον ἅψασθαι ἀλλά τινα θάνατον ἐπινοῆσαι τραγικὸν καὶ τῇ τόλμῃ ξενίζοντα·
凭宙斯起誓,同一个关于塞维里亚努斯的故事也是极为可信的,此人发誓说,他确实是从那些从事件本身中逃脱的人那里听来的:他既不想死于剑下,也不想饮鸩,更不想悬梁,而是想出了一种悲剧性的、因其大胆而奇特的死法。
τυχεῖν μὲν γὰρ αὐτὸν ἔχοντα παμμεγέθη ἐκπώματα ὑάλινα τῆς καλλίστης ὑάλου, ἐπεὶ δὲ πάντως ἀποθανεῖν ἔγνωστο, κατάξαντα τὸν μέγιστον τῶν σκύφων ἑνὶ τῶν θραυσμάτων χρήσασθαι εἰς τὴν σφαγὴν ἐντεμόντα τῇ ὑάλῳ τὸν λαιμόν.
因为他恰好拥有极高档玻璃制成的巨大玻璃杯,既然已决定无论如何都要死,他便打破了其中最大的一只高脚杯,用其中一块碎片自刎,用这玻璃割断了喉咙。
οὕτως οὐ ξιφίδιον, οὐ λογχάριον εὗρεν ὡς ἀνδρεῖός γε αὐτῷ καὶ ἡρωϊκὸς ὁ θάνατος γένοιτο.
就这样,他竟然连一把短剑、一把小枪都找不到,好让他的死亡显得勇敢和英雄。
§26Εἶτ' ἐπειδὴ Θουκυδίδης ἐπιτάφιόν τινα εἶπε τοῖς πρώτοις τοῦ πολέμου ἐκείνου νεκροῖς καὶ αὐτὸς ἡγήσατο χρῆναι ἐπειπεῖν τῷ Σευηριανῷ.
然后,由于修昔底德在历史中为那场战争的第一批死者发表了国葬演说,此人也认为应当为塞维里亚努斯发表一篇演说。
ἅπασι γὰρ αὐτοῖς πρὸς τὸν οὐδὲν αἴτιον τῶν ἐν Ἀρμενίᾳ κακῶν τὸν Θουκυδίδην ἡ ἅμιλλα.
因为他们所有人都在与修昔底德竞争,而修昔底德对亚美尼亚的惨剧没有丝毫责任。
θάψας οὖν τὸν Σευηριανὸν μεγαλοπρεπῶς ἀναβιβάζεται ἐπὶ τὸν τάφον Ἀφράνιόν τινα Σίλωνα ἑκατόνταρχον ἀνταγωνιστὴν Περικλέους ὃς τοιαῦτα καὶ τοσαῦτα ἐπερρητόρευσεν αὐτῷ ὥστε με νὴ τὰς Χάριτας πολλὰ πάνυ δακρῦσαι ὑπὸ τοῦ γέλωτος καὶ μάλιστα ὁπότε ὁ ῥήτωρ ὁ Ἀφράνιος ἐπὶ τέλει τοῦ λόγου δακρύων ἅμα σὺν οἰμωγῇ περιπαθεῖ ἐμέμνητο τῶν πολυτελῶν ἐκείνων δείπνων καὶ προπόσεων, εἶτα ἐπέθηκεν Αἰάντειόν τινα τὴν κορωνίδα·
因此,在隆重地安葬了塞维里亚努斯之后,他让一个名叫阿弗拉尼乌斯·西隆的百人队长登上了坟墓,作为伯里克利的竞争对手。 此人在墓前为他发表了如此之多且如此长篇的演说,以至于凭着美惠三女神起誓,我因大笑而流下了许多泪水,特别是当演说家阿弗拉尼乌斯在演说结束时,一边流泪一边悲痛地号哭,回忆起那些昂贵的宴席和祝酒,然后安上了一个类似埃阿斯的收尾:他拔出剑,极其高尚地——正如对阿弗拉尼乌斯而言是合适的那样——在众目睽睽之下在坟墓上自刎了。
σπασάμενος γὰρ τὸ ξίφος, εὐγενῶς πάνυ καὶ ὡς Ἀφράνιον εἰκὸς ἦν, πάντων ὁρώντων ἀπέσφαξεν ἑαυτὸν ἐπὶ τῷ τάφῳ—οὐκ ἀνάξιος ὢν μὰ τὸν Ἐνυάλιον πρὸ πολλοῦ ἀποθανεῖν εἰ τοιαῦτα ἐρρητόρευεν.
——凭战神起誓,如果他发表了这样的演说,他早就该死了。
καὶ τοῦτο ἔφη ἰδόντας τοὺς παρόντας ἅπαντας θαυμάσαι καὶ ὑπερεπαινέσαι τὸν Ἀφράνιον.
他还说,所有在场的人看到这一幕都感到惊奇,并极大地赞赏了阿弗拉尼乌斯。
ἐγὼ δὲ καὶ τὰ ἄλλα μὲν αὐτοῦ κατεγίγνωσκον μονονουχὶ ζωμῶν καὶ λοπάδων μεμνημένου καὶ ἐπιδακρύοντος τῇ τῶν πλακούντων μνήμῃ, τοῦτο δὲ μάλιστα ᾐτιασάμην, ὅτι μὴ τὸν συγγραφέα καὶ διδάσκαλον τοῦ δράματος προαποσφάξας ἀπέθανε.
然而,我虽然指责他的其他行为(因为他几乎提到了汤和盘中餐,并在对蛋糕的回忆中落泪),但我最谴责的还是这一点:他居然没有先杀掉这出戏的作者和导演就自己死去了。
§27Πολλοὺς δὲ καὶ ἄλλους ὁμοίους τούτοις ἔχων σοι, ὦ ἑταῖρε, καταριθμήσασθαι, ὀλίγων ὅμως ἐπιμνησθεὶς ἐπὶ τὴν ἑτέραν ὑπόσχεσιν ἤδη μετελεύσομαι, τὴν συμβουλὴν ὅπως ἂν ἄμεινον συγγράφοι τις.
我的朋友,虽然我还有许多类似的人可以向你列举,但我只提这几个,现在将转向另一个承诺,即关于如何写得更好的建议。
εἰσὶ γάρ τινες, οἳ τὰ μεγάλα μὲν τῶν πεπραγμένων καὶ ἀξιομνημόνευτα παραλείπουσιν ἢ παραθέουσιν, ὑπὸ δὲ ἰδιωτείας καὶ ἀπειροκαλίας καὶ ἀγνοίας τῶν λεκτέων ἢ σιωπητέων τὰ μικρότατα πάνυ λιπαρῶς καὶ φιλοπόνως ἑρμηνεύουσιν ἐμβραδύνοντες, ὥσπερ ἂν εἴ τις τοῦ Διὸς τοῦ ἐν Ὀλυμπίᾳ τὸ μὲν ὅλον κάλλος τοσοῦτο καὶ τοιοῦτο ὂν μὴ βλέποι μηδὲ ἐπαινοίη μηδὲ τοῖς οὐκ εἰδόσιν ἐξηγοῖτο, τοῦ ὑποποδίου δὲ τό τε εὐθυεργὲς καὶ τὸ εὔξεστον θαυμάζοι καὶ τῆς κρηπῖδος τὸ εὔρυθμον, καὶ ταῦτα πάνυ μετὰ πολλῆς φροντίδος διεξιών.
因为有些人,他们遗漏或略过了功绩中重大且值得纪念的部分,却由于外行、缺乏审美以及不知道什么该说或什么该保持沉默,而极其热心、勤勉且拖沓地描绘那些最微不足道的事情;这就像一个人,面对奥林匹亚宙斯神像如此巨大且如此美妙的整体美,既不去注视,也不去赞美,更不去向不知道的人解释,却赞叹足台的笔直与精细打磨,以及台座的比例协调,并怀着极大的心思详细叙述这些东西。

词汇与语法注释

  1. 24τὸ δὲ καὶ παρὰ τοὺς τόπους αὐτοὺς ψεύδεσθαι — 带有冠词 `τὸ` 的不定式短语 `τὸ ... ψεύδεσθαι` 被名词化,用作整个句子的主语。谓语是 `τίνι τῶν καλῶν ἔοικεν`(它像什么美好的事物?),以反问语气表示“这绝非什么美事”。
  2. 24αὐτῇ ἀκροπόλει καὶ τείχεσι — 代词 `αὐτός` 与与格名词结合(`αὐτῇ ἀκροπόλει καὶ τείχεσι`),用作表示随伴(accompaniment)的与格,意为“连同卫城和城墙一起”。这强调了萨莫萨塔被整座城市连根迁移。
  3. 25τυχεῖν μὲν γὰρ αὐτὸν ἔχοντα — 动词 `τυγχάνω` 通常接主格分词表示“碰巧……”,但此处嵌套在间接引语的“对格加不定式”结构(accusative-and-infinitive)中,因此其逻辑主语 `αὐτόν` 与补充性分词 `ἔχοντα` 均变为对格。
  4. 26οὐκ ἀνάξιος ὢν ... ἀποθανεῖν εἰ τοιαῦτα ἐρρητόρευεν — 双重否定 `οὐκ ἀνάξιος`(并非不配)修饰不定式 `ἀποθανεῖν`,意为“完全配得上死”。条件从句 `εἰ ... ἐρρητόρευεν`(直说语气过去未完成时)表示与过去事实相反的虚拟条件句,而其主句中省去了表示虚拟的助词 `ἄν`。
  5. 27ὥσπερ ἂν εἴ τις ... μὴ βλέποι ... θαυμάζοι — 表达比喻性假设的常用结构 `ὥσπερ ἂν εἰ`(正如……一样)后接希求语气动词 `βλέποι` 和 `θαυμάζοι`,构成一个表示虚拟比较或潜在条件的句式。

引用这一段

琉善, 如何撰写历史 §24-27. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg053.humanitext-grc3:24-27

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。