Humanitext Reader

ルキアノス · 歴史はいかに書くべきか §20-23

無駄な描写と誇張や不均衡の批判

7 / 15 箇所 · ギリシア語

要旨

著者は、歴史記述における不必要な自然・地形描写の乱用や、荒唐無稽な死傷者数の捏造、人名の不自然なギリシア語化、詩的表現と俗語の不調和な混用、そして長大な序文と貧弱な本編のアンバランスさなどの悪例を挙げ、作品全体の調和の重要性を説く。

§20Ὑπὸ γὰρ ἀσθενείας τῆς ἐν τοῖς χρησίμοις ἢ ἀγνοίας τῶν λεκτέων ἐπὶ τὰς τοιαύτας τῶν χωρίων καὶ ἄντρων ἐκφράσεις τρέπονται, καὶ ὁπόταν ἐς πολλὰ καὶ μεγάλα πράγματα ἐμπέσωσιν ἐοίκασιν οἰκέτῃ νεοπλούτῳ ἄρτι κληρονομήσαντι τοῦ δεσπότου, ὃς οὔτε τὴν ἐσθῆτα οἶδεν ὡς χρὴ περιβαλέσθαι οὔτε δειπνῆσαι κατὰ νόμον, ἀλλ’ ἐμπηδήσας, πολλάκις ὀρνίθων καὶ συείων καὶ λαγῴων προκειμένων, ὑπερεμπίπλαται ἔτνους τινὸς ἢ ταρίχους ἔστ' ἂν διαρραγῇ ἐσθίων.
というのも、彼らは有益な事柄における表現力の乏しさや、語るべき事柄への無知のゆえに、地勢や洞窟のそのような描写へと逃避するのであり、数多くの重大な出来事に遭遇すると、主人の遺産を相続したばかりの成金の奴隷のようになるからである。 その奴隷は、衣服をどのようにまとうべきかも知らず、作法に従って食事をすることも知らず、ただ食卓に飛びつき、鳥肉や豚肉や野ウサギの肉が数多く並べられているというのに、豆粥や塩蔵魚の干物を破裂するまで食べまくって腹を満たすのである。
οὗτος δ’ οὖν ὃν προεῖπον καὶ τραύματα συνέγραψεν πάνυ ἀπίθανα καὶ θανάτους ἀλλοκότους, ὡς εἰς δάκτυλον τοῦ ποδὸς τὸν μέγαν τρωθείς τις αὐτίκα ἐτελεύτησε, καὶ ὡς ἐμβοήσαντος μόνον Πρίσκου τοῦ στρατηγοῦ ἑπτὰ καὶ εἴκοσι τῶν πολεμίων ἐξέθανον.
ともかく、私が先に述べたこの男は、およそありそうもない傷や奇妙な死に様についても執筆した。 例えば、足の親指を負傷したある者が即死したとか、将軍プリスクスがただ大喝しただけで、敵兵二十七名が恐怖のあまり息絶えたとか。
ἔτι δὲ καὶ ἐν τῷ τῶν νεκρῶν ἀριθμῷ τοῦτο μὲν καὶ παρὰ τὰ γεγραμμένα ἐν ταῖς τῶν ἀρχόντων ἐπιστολαῖς ἐψεύσατο·
さらにまた、死者の数においても、一方では公文書に記されたことにも反して嘘を言った。
ἐπὶ γὰρ Εὐρώπῳ τῶν μὲν πολεμίων ἀποθανεῖν μυριάδας ἑπτὰ καὶ τριάκοντα καὶ ἓξ πρὸς τοῖς διακοσίοις, Ῥωμαίων δὲ μόνους δύο καὶ τραυματίας γενέσθαι ἐννέα.
すなわち、エウロポスの戦いにおいて、敵の死者は三十七万六百人であったのに対し、ローマ側の死者はわずか二名、負傷者は九名であったというのである。
ταῦτα οὐκ οἶδα εἴ τις ἂν εὖ φρονῶν ἀνάσχοιτο.
このようなことを、正気の人であれば誰が我慢できるか、私にはわからない。
§21Καὶ μὴν κἀκεῖνο λεκτέον οὐ μικρὸν ὄν·
さらに実際、決して小さくはないあのことについても語らねばならない。
ὑπὸ γὰρ τοῦ κομιδῇ Ἀττικὸς εἶναι καὶ ἀποκεκαθάρθαι τὴν φωνὴν ἐς τὸ ἀκριβέστατον ἠξίωσεν οὗτος καὶ τὰ ὀνόματα μεταποιῆσαι τὰ Ῥωμαίων καὶ μεταγράψαι ἐς τὸ Ἑλληνικόν, ὡς Κρόνιον μὲν Σατουρνῖνον λέγειν, Φρόντιν δὲ τὸν Φρόντωνα, Τιτάνιον δὲ τὸν Τιτιανὸν καὶ ἄλλα πολλῷ γελοιότερα.
というのも、この男はきわめてアッティカ風であり、言葉遣いをこの上なく純化させようとするあまり、ローマ人の人名さえも作り直し、ギリシア風に書き改めるのが当然だと考えたからである。 例えば、サトゥルニヌスをクロニオン、フロントをプロンティス、ティティアヌスをティタニオスと呼び、その他にもはるかに滑稽な改名を施した。
ἔτι ὁ αὐτὸς οὗτος περὶ τῆς Σευηριανοῦ τελευτῆς ἔγραψεν ὡς οἱ μὲν ἄλλοι ἅπαντες ἐξηπάτηνται οἰόμενοι ξίφει τεθνάναι αὐτόν, ἀποθάνοι δὲ ὁ ἀνὴρ σιτίων ἀποσχόμενος·
さらに、この同じ男は、セウェリアヌスの最期について、他の誰もが彼は剣で死んだと思い込んで騙されているが、実際にはその男は絶食して死んだのだ、と書いた。
τοῦτον γὰρ αὐτῷ ἀλυπότατον δόξαι τὸν θάνατον, οὐκ εἰδὼς ὅτι τὸ μὲν πάθος ἐκεῖνο πᾶν τριῶν οἶμαι ἡμερῶν ἐγένετο, ἀπόσιτοι δὲ καὶ ἐς ἑβδόμην διαρκοῦσιν οἱ πολλοί—ἐκτὸς εἰ μὴ τοῦθ' ὑπολάβοι τις, ὡς Ὀσρόης εἱστήκει περιμένων, ἔστ' ἂν Σευηριανὸς λιμῷ ἀπόληται, καὶ διὰ τοῦτο οὐκ ἐπῆγε διὰ τῆς ἑβδόμης.
なぜなら、この死に方が彼にとって最も苦痛が少ないと思われたからだというのである。 だが、その事件はすべてせいぜい三日間の出来事であったのに、絶食した人は大抵七日間は生き延びるということを、彼は知らなかった。 ――ただし、オスロエスがセウェリアヌスが餓死するのを待ってたたずんでおり、そのために七日間は攻撃を仕掛けなかった、と想定するのでなければ。
§22Τοὺς δὲ καὶ ποιητικοῖς ὀνόμασιν, ὦ καλὲ Φίλων, ἐν ἱστορίᾳ χρωμένους, ποῦ δ’ ἄν τις θείη, τοὺς λέγοντας, “ἐλέλιξε μὲν ἡ μηχανή, τὸ τεῖχος δὲ πεσὸν μεγάλως ἐδούπησε,” καὶ πάλιν ἐν ἑτέρῳ μέρει τῆς καλῆς ἱστορίας, “Ἔδεσσα μὲν δὴ οὕτω τοῖς ὅπλοις περιεσμαραγεῖτο καὶ ὄτοβος ἦν καὶ κόναβος ἅπαντα ἐκεῖνα” καὶ “ὁ στρατηγὸς ἐμερμήριζεν ᾧ τρόπῳ μάλιστα προσαγάγοι πρὸς τὸ τεῖχος.
しかし、親愛なるピロンよ、歴史の中で詩的な語句さえ用いる者たちを、人は一体どこに分類すべきだろうか。 「攻城兵器は身を震わせ、崩れ落ちた城壁は大きな轟音を響かせた」などと言う者たちや、またその見事な歴史の別の箇所で、「かくしてエデッサは武器の音で轟きわたり、その一帯は騒音と耳鳴りに包まれた」とか、「将軍は、いかなる方法で城壁に最も接近すべきかと思い悩んだ」などと言う者たちのことである。
” εἶτα μεταξὺ οὕτως εὐτελῆ ὀνόματα καὶ δημοτικὰ καὶ πτωχικὰ πολλὰ παρενεβέβυστο—τό “ἐπέστειλεν ὁ στρατοπεδάρχης τῷ κυρίῳ,” καί “οἱ στρατιῶται ἠγόραζον τὰ ἐγχρῄζοντα” καί “ἤδη λελουμένοι περὶ αὐτοὺς ἐγίγνοντο” καὶ τὰ τοιαῦτα·
その一方で、そうした言葉の間に、非常に下品で通俗的でみすぼらしい語句が多く詰め込まれていた。 「キャンプ司令官が主人に手紙を送った」とか、「兵士たちは必要なものを買い求めていた」とか、「彼らはすでに湯浴みを済ませていた」といったたぐいのものである。
ὥστε τὸ πρᾶγμα ἐοικὸς εἶναι τραγῳδῷ τὸν ἕτερον μὲν πόδα ἐπ' ἐμβάτου ὑψηλοῦ ἐπιβεβηκότι, θάτερον δὲ σανδάλῳ ὑποδεδεμένῳ.
その結果、その様子は、片方の足には高い悲劇用の厚底靴を履き、もう片方の足にはサンダルを履いている悲劇役者のようであった。
§23Καὶ μὴν καὶ ἄλλους ἴδοις ἂν τὰ μὲν προοίμια λαμπρὰ καὶ τραγικὰ καὶ εἰς ὑπερβολὴν μακρὰ συγγράφοντας, ὡς ἐλπίσαι θαυμαστὰ ἡλίκα τὰ μετὰ ταῦτα πάντως ἀκούσεσθαι, τὸ σῶμα δὲ αὐτὸ τὸ τῆς ἱστορίας μικρόν τι καὶ ἀγεννὲς ἐπαγαγόντας ὡς καὶ τοῦτο ἐοικέναι παιδίῳ, εἴ που Ἔρωτα εἶδες παίζοντα, προσωπεῖον Ἡρακλέους πάμμεγα ἢ Τιτᾶνος περικείμενον.
さらにまた、序文は華々しく悲劇的で、極端に長く執筆し、その後に続く事柄が実に素晴らしいものに違いないと期待させるような、別の者たちも見かけることだろう。 ところが、歴史の本体そのものは貧弱で卑小なものを後に従え、その様子がまるで、ヘラクレスかティタンの巨大なお面をかぶって遊んでいるクピドの子供のようであるほどだ。
εὐθὺς γοῦν οἱ ἀκούσαντες ἐπιφθέγγονται αὐτοῖς τό Ὤδινεν ὄρος.
それゆえ、聞いた人々はただちに彼らに向けて「山が産気づいた」と囃し立てる。
Χρὴ δὲ οἶμαι μὴ οὕτως, ἀλλ’ ὅμοια τὰ πάντα καὶ ὀμόχροα εἶναι καὶ συνᾷδον τῇ κεφαλῇ τὸ ἄλλο σῶμα, ὡς μὴ χρυσοῦν μὲν τὸ κράνος εἴη, θώραξ δὲ πάνυ γελοῖος ἐκ ῥακῶν ποθεν ἢ ἐκ δερμάτων σαπρῶν συγκεκαττυμένος καὶ ἡ ἀσπὶς οἰσυΐνη καὶ χοιρίνη περὶ ταῖς κνήμαις.
しかし私は、そうではなく、すべてが均一で同じ色合いを持ち、頭部に残りの身体が調和しているべきだと思う。 兜は黄金製なのに、胸当てはどこからか持ってきたボロ切れや腐った革を継ぎはぎした極めて滑稽なもので、盾は柳の枝で編んだもので、脛当ては豚皮である、などということにならないように。
ἴδοις γὰρ ἂν ἀφθόνους τοιούτους συγγραφέας, τοῦ Ῥοδίων κολοσσοῦ τὴν κεφαλὴν νανώδει σώματι ἐπιτιθέντας·
というのも、ロードス島の巨像の頭を小人の身体の上に乗せるような、そのような歴史家を数多く見かけるからである。
ἄλλους αὖ ἔμπαλιν ἀκέφαλα τὰ σώματα εἰσάγοντας—ἀπροοιμίαστα καὶ εὐθὺς ἐπὶ τῶν πραγμάτων·
あるいは逆に、頭のない身体を導入する者たち――序文を欠いて、いきなり本題に入る者たちもいる。
οἳ καὶ προσεταιρίζονται τὸν Ξενοφῶντα οὕτως ἀρξάμενον, “Δαρείου καὶ Παρυσάτιδος παῖδες γίγνονται δύο,” καὶ ἄλλους τῶν παλαιῶν, οὐκ εἰδότες ὡς δυνάμει τινὰ προοίμιά ἐστι λεληθότα τοὺς πολλούς, ὡς ἐν ἄλλοις δείξομεν.
彼らは、「ダレイオスとパリュサティスに二人の子が生まれた」と始めたクセノポンや、その他の古代の作家たちを味方に引き入れる。 しかし彼らは、多くの人には気づかれにくいが、実質的にはそれらが序文となっているのだということを知らない。 そのことは他所で示すことにしよう。

語釈・文法注

  1. 20ἔστ' ἂν διαρραγῇ — 接続詞 ἔστε(〜まで)が接続法 διαρραγῇ(διαρρήγνυμι の2aor.受動接続法3単)を伴って、時間的限界と同時に、その事態が起きるに至る極端な限度を表現している。
  2. 20εἴ τις ἂν εὖ φρονῶν ἀνάσχοιτο — 間接疑問節を導く εἰ に ἄν + 希求法(ἀνάσχοιτο、ἀνέχομαι の2aor.中動希求法3単)が結合し、潜在的な可能性や反語的疑問(「正気の人であれば誰が耐えられようか、いや誰も耐えられない」)を表している。
  3. 21ἀποθάνοι δὲ ὁ ἀνὴρ — 伝聞(間接話法)の ὡς 節内において、主節の時制(ἔγραψεν 過去)に対応して、後半の節に斜格の希求法(optativus obliquus)である ἀποθάνοι が用いられている。前半の ἐξηπάτηνται(直説法完了)と対比されることで、著者の主観的・伝聞的な主張であることが文法的に示されている。
  4. 22ποῦ δ’ ἄν τις θείη — ἄν + 希求法(θείη、τίθημι の2aor.能動希求法3単)による potential optative(潜在希求法)の疑問文。「どこに分類しうるだろうか(いや、どこにも分類できない)」という反語的な含みを持つ。
  5. 23ὡς ἐλπίσαι — 制限ないし結果を表す ὡς + 不定詞(ἐλπίσαι)の用法。「〜と期待させるほどに、〜と期待されるほどに」という結果の程度を表している。

この箇所を引用する

ルキアノス, 歴史はいかに書くべきか §20-23. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg053.humanitext-grc3:20-23

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。