§20Ὑπὸ γὰρ ἀσθενείας τῆς ἐν τοῖς χρησίμοις ἢ ἀγνοίας τῶν λεκτέων ἐπὶ τὰς τοιαύτας τῶν χωρίων καὶ ἄντρων ἐκφράσεις τρέπονται, καὶ ὁπόταν ἐς πολλὰ καὶ μεγάλα πράγματα ἐμπέσωσιν ἐοίκασιν οἰκέτῃ νεοπλούτῳ ἄρτι κληρονομήσαντι τοῦ δεσπότου, ὃς οὔτε τὴν ἐσθῆτα οἶδεν ὡς χρὴ περιβαλέσθαι οὔτε δειπνῆσαι κατὰ νόμον, ἀλλ’ ἐμπηδήσας, πολλάκις ὀρνίθων καὶ συείων καὶ λαγῴων προκειμένων, ὑπερεμπίπλαται ἔτνους τινὸς ἢ ταρίχους ἔστ' ἂν διαρραγῇ ἐσθίων.
因为,由于在有用的事物上表达力软弱,或是对该说的话一无所知,他们便转向对地方和洞穴的此类描绘;而一旦陷入众多而重大的事件中,他们就像一个刚刚继承了主人遗产的暴发户奴隶,既不知道该如何穿衣,也不懂得按规矩用餐,而是径直扑过去,尽管面前往往摆着禽肉、猪肉和野兔肉,他却只顾塞满某种豆粥或咸鱼干,直到吃得肚子胀破。
οὗτος δ’ οὖν ὃν προεῖπον καὶ τραύματα συνέγραψεν πάνυ ἀπίθανα καὶ θανάτους ἀλλοκότους, ὡς εἰς δάκτυλον τοῦ ποδὸς τὸν μέγαν τρωθείς τις αὐτίκα ἐτελεύτησε, καὶ ὡς ἐμβοήσαντος μόνον Πρίσκου τοῦ στρατηγοῦ ἑπτὰ καὶ εἴκοσι τῶν πολεμίων ἐξέθανον.
总之,我之前提到的这个人,还描写了完全不可置信的伤口和稀奇古怪的死法,比如有人伤了大脚趾就立刻毙命,又如将军普里斯库斯仅凭一声大喊,就有二十七名敌人惊吓致死。
ἔτι δὲ καὶ ἐν τῷ τῶν νεκρῶν ἀριθμῷ τοῦτο μὲν καὶ παρὰ τὰ γεγραμμένα ἐν ταῖς τῶν ἀρχόντων ἐπιστολαῖς ἐψεύσατο· ἐπὶ γὰρ Εὐρώπῳ τῶν μὲν πολεμίων ἀποθανεῖν μυριάδας ἑπτὰ καὶ τριάκοντα καὶ ἓξ πρὸς τοῖς διακοσίοις, Ῥωμαίων δὲ μόνους δύο καὶ τραυματίας γενέσθαι ἐννέα.
此外,在死者人数上,他甚至违背了将领们报告信中的记载而撒谎:他说在欧罗波斯,敌军战死了三十七万零六百人,而罗马人仅死了两个,伤了九个。
ταῦτα οὐκ οἶδα εἴ τις ἂν εὖ φρονῶν ἀνάσχοιτο.
这些事情,我不知道任何神智清明的人如何能够容忍。
§21Καὶ μὴν κἀκεῖνο λεκτέον οὐ μικρὸν ὄν· ὑπὸ γὰρ τοῦ κομιδῇ Ἀττικὸς εἶναι καὶ ἀποκεκαθάρθαι τὴν φωνὴν ἐς τὸ ἀκριβέστατον ἠξίωσεν οὗτος καὶ τὰ ὀνόματα μεταποιῆσαι τὰ Ῥωμαίων καὶ μεταγράψαι ἐς τὸ Ἑλληνικόν, ὡς Κρόνιον μὲν Σατουρνῖνον λέγειν, Φρόντιν δὲ τὸν Φρόντωνα, Τιτάνιον δὲ τὸν Τιτιανὸν καὶ ἄλλα πολλῷ γελοιότερα.
而且,那另一件同样不小的事也必须说一说:因为为了显得彻底是雅典式的,并将语言净化到最精确的地步,此人甚至认为应该改动罗马人的名字,并将其翻译成希腊语,比如把萨图尔尼努斯称为克罗尼翁,把弗龙托称为弗龙蒂斯,把蒂蒂亚努斯称为蒂塔尼翁,以及其他更为滑稽的改名。
ἔτι ὁ αὐτὸς οὗτος περὶ τῆς Σευηριανοῦ τελευτῆς ἔγραψεν ὡς οἱ μὲν ἄλλοι ἅπαντες ἐξηπάτηνται οἰόμενοι ξίφει τεθνάναι αὐτόν, ἀποθάνοι δὲ ὁ ἀνὴρ σιτίων ἀποσχόμενος·
此外,这同一个人在描写塞维里亚努斯之死时写道,其他所有人都在他死于剑下的看法上受了骗,而此人其实是绝食而死的:因为在他看来,这种死法最无痛苦。
τοῦτον γὰρ αὐτῷ ἀλυπότατον δόξαι τὸν θάνατον, οὐκ εἰδὼς ὅτι τὸ μὲν πάθος ἐκεῖνο πᾶν τριῶν οἶμαι ἡμερῶν ἐγένετο, ἀπόσιτοι δὲ καὶ ἐς ἑβδόμην διαρκοῦσιν οἱ πολλοί—ἐκτὸς εἰ μὴ τοῦθ' ὑπολάβοι τις, ὡς Ὀσρόης εἱστήκει περιμένων, ἔστ' ἂν Σευηριανὸς λιμῷ ἀπόληται, καὶ διὰ τοῦτο οὐκ ἐπῆγε διὰ τῆς ἑβδόμης.
但他不知道,那整个事件据我所知是在三天内发生的,而绝食的人大多能撑到第七天——除非有人作此假设,即奥斯罗埃斯一直站着等待,直到塞维里亚努斯饿死,因此在七天之内没有发起进攻。
§22Τοὺς δὲ καὶ ποιητικοῖς ὀνόμασιν, ὦ καλὲ Φίλων, ἐν ἱστορίᾳ χρωμένους, ποῦ δ’ ἄν τις θείη, τοὺς λέγοντας, “ἐλέλιξε μὲν ἡ μηχανή, τὸ τεῖχος δὲ πεσὸν μεγάλως ἐδούπησε,” καὶ πάλιν ἐν ἑτέρῳ μέρει τῆς καλῆς ἱστορίας, “Ἔδεσσα μὲν δὴ οὕτω τοῖς ὅπλοις περιεσμαραγεῖτο καὶ ὄτοβος ἦν καὶ κόναβος ἅπαντα ἐκεῖνα” καὶ “ὁ στρατηγὸς ἐμερμήριζεν ᾧ τρόπῳ μάλιστα προσαγάγοι πρὸς τὸ τεῖχος.
但是,亲爱的菲隆,那些在历史中甚至使用诗歌词汇的人,又该把他们归在何处呢? 比如那些说“攻城器械颤动,城墙倒塌,发出巨响”的人,以及在他们那美妙历史的另一部分中说“埃德萨因武器而如此轰鸣,那一带尽是喧嚣与嘈杂”和“将军在思虑如何最有效地逼近城墙”的人。
” εἶτα μεταξὺ οὕτως εὐτελῆ ὀνόματα καὶ δημοτικὰ καὶ πτωχικὰ πολλὰ παρενεβέβυστο—τό “ἐπέστειλεν ὁ στρατοπεδάρχης τῷ κυρίῳ,” καί “οἱ στρατιῶται ἠγόραζον τὰ ἐγχρῄζοντα” καί “ἤδη λελουμένοι περὶ αὐτοὺς ἐγίγνοντο” καὶ τὰ τοιαῦτα· ὥστε τὸ πρᾶγμα ἐοικὸς εἶναι τραγῳδῷ τὸν ἕτερον μὲν πόδα ἐπ' ἐμβάτου ὑψηλοῦ ἐπιβεβηκότι, θάτερον δὲ σανδάλῳ ὑποδεδεμένῳ.
然而在这之间,又塞进了许多极其低俗、平庸和寒酸的词语——比如“军营指挥官写信给主人”,“士兵们正在购买所需之物”,“他们洗完澡后便在周围忙碌”等等;以至于这情形就像一个悲剧演员,一只脚踩在极高的厚底靴上,另一只脚却穿着平底凉鞋。
§23Καὶ μὴν καὶ ἄλλους ἴδοις ἂν τὰ μὲν προοίμια λαμπρὰ καὶ τραγικὰ καὶ εἰς ὑπερβολὴν μακρὰ συγγράφοντας, ὡς ἐλπίσαι θαυμαστὰ ἡλίκα τὰ μετὰ ταῦτα πάντως ἀκούσεσθαι, τὸ σῶμα δὲ αὐτὸ τὸ τῆς ἱστορίας μικρόν τι καὶ ἀγεννὲς ἐπαγαγόντας ὡς καὶ τοῦτο ἐοικέναι παιδίῳ, εἴ που Ἔρωτα εἶδες παίζοντα, προσωπεῖον Ἡρακλέους πάμμεγα ἢ Τιτᾶνος περικείμενον.
而且,你还会看到另一些人,他们写了华丽、悲剧性且过分冗长的序言,以至于让人完全期待在后面会听到何等奇妙的事情,但随后带来的历史主体本身却矮小而卑微, ¦p.v.6.p.34 以至于这情形也像一个孩子——如果你曾见过爱神厄洛斯在玩耍,戴着赫拉克勒斯或提坦的巨大面具。
εὐθὺς γοῦν οἱ ἀκούσαντες ἐπιφθέγγονται αὐτοῖς τό Ὤδινεν ὄρος.
听到的人自然会立刻对他们嘲讽道:“山在生孩子。
Χρὴ δὲ οἶμαι μὴ οὕτως, ἀλλ’ ὅμοια τὰ πάντα καὶ ὀμόχροα εἶναι καὶ συνᾷδον τῇ κεφαλῇ τὸ ἄλλο σῶμα, ὡς μὴ χρυσοῦν μὲν τὸ κράνος εἴη, θώραξ δὲ πάνυ γελοῖος ἐκ ῥακῶν ποθεν ἢ ἐκ δερμάτων σαπρῶν συγκεκαττυμένος καὶ ἡ ἀσπὶς οἰσυΐνη καὶ χοιρίνη περὶ ταῖς κνήμαις.
”但我认为不应该这样,而应当一切都是均匀且同色的,其余的身体应当与头部相和谐,免得头盔是黄金的,胸甲却极其滑稽地是用某处的破布或烂皮革缝补而成的,盾牌是柳条做的,小腿上裹着猪皮。
ἴδοις γὰρ ἂν ἀφθόνους τοιούτους συγγραφέας, τοῦ Ῥοδίων κολοσσοῦ τὴν κεφαλὴν νανώδει σώματι ἐπιτιθέντας· ἄλλους αὖ ἔμπαλιν ἀκέφαλα τὰ σώματα εἰσάγοντας—ἀπροοιμίαστα καὶ εὐθὺς ἐπὶ τῶν πραγμάτων·
因为你会看到许多这样的历史学家,把罗德岛巨像的头安在矮子的身体上;另一些人则相反,引入了没有头的身体——没有序言,直接进入事件。
οἳ καὶ προσεταιρίζονται τὸν Ξενοφῶντα οὕτως ἀρξάμενον, “Δαρείου καὶ Παρυσάτιδος παῖδες γίγνονται δύο,” καὶ ἄλλους τῶν παλαιῶν, οὐκ εἰδότες ὡς δυνάμει τινὰ προοίμιά ἐστι λεληθότα τοὺς πολλούς, ὡς ἐν ἄλλοις δείξομεν.
他们甚至拉拢这样开头的色诺芬作为同盟:“大流士和帕鲁萨蒂斯生了两个儿子”,以及其他古人,却不知道实际上存在着不为大多数人所察觉的序言,我们将在其他著作中说明这一点。