§16Ἄλλος δέ τις αὐτῶν ὑπόμνημα τῶν γεγονότων γυμνὸν συναγαγὼν ἐν γραφῇ κομιδῇ πεζὸν καὶ χαμαιπετές, οἷον καὶ στρατιώτης ἄν τις τὰ καθ' ἡμέραν ὑπογραφόμενος συνέθηκεν ἢ τέκτων ἢ κάπηλός τις συμπερινοστῶν τῇ στρατιᾷ.
彼らのうちのある別の者は、出来事のむき出しの覚書をきわめて散文的で卑俗な書き方でまとめた。 それは、あるいは兵士が日々の出来事を書き留めるか、大工や、軍隊に同行してあちこちを巡る行商人がまとめたかのようなものだった。
πλὴν ἀλλὰ μετριώτερός γε ὁ ἰδιώτης οὗτος ἦν, αὐτὸς μὲν αὐτίκα δῆλος ὢν οἷος ἦν, ἄλλῳ δέ τινι χαρίεντι καὶ δυνησομένῳ ἱστορίαν μεταχειρίσασθαι προπεπονηκώς.
だがしかし、この素人はより控えめであった。 彼自身がどのような人物であるかすぐに明らかであり、歴史を扱う能力のある、洗練された他の誰かのために下準備をしておいてやったからである。
τοῦτο μόνον ᾐτιασάμην αὐτοῦ, ὅτι οὕτως ἐπέγραψε τὰ βιβλία τραγικώτερον ἢ κατὰ τὴν τῶν συγγραμμάτων τύχην—“Καλλιμόρφου ἰατροῦ τῆς τῶν κοντοφόρων ἕκτης ἱστοριῶν Παρθικῶν,” καὶ ὑπεγέγραπτο ἑκάστῃ ὁ ἀριθμός.
彼のことで私が不満だったのはこれだけであった。 すなわち、著作の身の丈に比してあまりに大げさに、彼の書物に次のように題したことである。 ――『槍騎兵第六部隊の医師カリモルポスによる、パルティア歴史』。 そして、それぞれの巻の下に巻数が記されていた。
καὶ νὴ Δία καὶ τὸ προοίμιον ὑπέρψυχρον ἐποίησεν οὕτως συναγαγών·
さらに、いや誓って、彼は序文も次のようにまとめて極めて寒々しいものにした。
οἰκεῖον εἶναι ἰατρῷ ἱστορίαν συγγράφειν, εἴ γε ὁ Ἀσκληπιὸς μὲν Ἀπόλλωνος υἱός, Ἀπόλλων δὲ Μουσηγέτης καὶ πάσης παιδείας ἄρχων·
すなわち、医師が歴史を執筆するのはふさわしい、なぜならアスクレピオスはアポロンの息子であり、アポロンはミューズの導き手にしてあらゆる教養の支配者だからである。
καὶ ὅτι ἀρξάμενος ἐν τῇ Ἰάδι γράφειν οὐκ οἶδα ὅ τι δόξαν αὐτίκα μάλα ἐπὶ τὴν κοινὴν μετῆλθεν, ἰητρικὴν μὲν λέγων καὶ πείρην καὶ ὁκόσα καὶ νοῦσοι, τὰ δ’ ἄλλα ὁμοδίαιτα τοῖς πολλοῖς καὶ τὰ πλεῖστα οἷα ἐκ τριόδου.
また、イオニア方言で書き始めたものの、どういうつもりかすぐに共通語へ移行し、「医術」や「試み」、また「~ほど多くの」や「病」などとは言うものの、残りの部分は一般大衆と同じ普通の言葉遣いで、大部分は辻端から拾ってきたようなものだった。
§17Εἰ δέ με δεῖ καὶ σοφοῦ ἀνδρὸς μνησθῆναι, τὸ μὲν ὄνομα ἐν ἀφανεῖ κείσθω, τὴν γνώμην δὲ ἐρῶ καὶ τὰ πρῴην ἐν Κορίνθῳ συγγράμματα, κρείττω πάσης ἐλπίδος.
しかし、ある知恵ある男についても言及しなければならないとすれば、その名は伏せておくことにしよう。 だが、彼の考えと、先日コリントスで聞いた彼の著作について語ろう。 それはあらゆる予想を超えるものであった。
ἐν ἀρχῇ μὲν γὰρ εὐθὺς ἐν τῇ πρώτῃ τοῦ προοιμίου περιόδῳ συνηρώτησε τοὺς ἀναγινώσκοντας λόγον πάνσοφον δεῖξαι σπεύδων, ὡς μόνῳ ἂν τῷ σοφῷ πρέποι ἱστορίαν συγγράφειν.
というのも、冒頭のすぐ最初の序文の周期の中で、彼は読者に問いかけを行い、いかにも知恵に満ちた議論を示そうと急ぎ、知者にのみ歴史を執筆することはふさわしい、と主張したからである。
εἶτα μετὰ μικρὸν ἄλλος συλλογισμός, εἶτα ἄλλος·
それから少し進むと、別の三段論法があり、さらにまた別のものがある。
καὶ ὅλως ἐν ἅπαντι σχήματι συνηρώτητο αὐτῷ τὸ προοίμιον.
要するに、序文全体があらゆる形式の問いかけで構成されていたのだ。
τὸ τῆς κολακείας ἐς κόρον, καὶ τὰ ἐγκώμια φορτικὰ καὶ κομιδῇ βωμολοχικά, οὐκ ἀσυλλόγιστα μέντοι, ἀλλὰ συνηρωτημένα κἀκεῖνα.
おべっかはうんざりするほどで、称賛は下品で、まったく品のないお調子者のようであった。 もっとも、それらも三段論法になっていないわけではなく、やはり問いかけの形で組み立てられていた。
καὶ μὴν κἀκεῖνο φορτικὸν ἔδοξέν μοι καὶ ἥκιστα σοφῷ ἀνδρὶ καὶ πώγωνι πολιῷ καὶ βαθεῖ πρέπον, τὸ ἐν τῷ προοιμίῳ εἰπεῖν, ὡς ἐξαίρετον τοῦτο ἕξει ὁ ἡμέτερος ἄρχων, οὗ γε τὰς πράξεις καὶ φιλόσοφοι ἤδη συγγράφειν ἀξιοῦσιν.
そして実際、あのことも私には下品であり、思慮深い男や、白くて豊かな髭を蓄えた者に最もふさわしくないと思われた。 すなわち、我々の将軍は、今や哲学者たちさえもその事績を執筆するに値すると認めているという、この破格の栄誉を手にするだろうと、序文の中で述べたことである。
τὸ γὰρ τοιοῦτον, εἴπερ ἄρα, ἡμῖν ἔδει καταλιπεῖν λογίζεσθαι ἢ αὐτὸν εἰπεῖν.
というのも、そのようなことは、もしそうであるとしても、彼自身が口にするのではなく、我々が考えるに任せるべきであったからである。
§18Καὶ μὴν οὐδ’ ἐκείνου ὅσιον ἀμνημονῆσαι, ὃς τοιάνδε ἀρχὴν ἤρξατο·
また、次のような始まり方をしたあの男のことを忘れるのも不敬というものだろう。
“Ἔρχομαι ἐρέων περὶ Ῥωμαίων καὶ Περσέων,” καὶ μικρὸν ὕστερον·
――「我はローマ人とペルシア人について語らんとて来れり」。
“ἔδεε γὰρ Πέρσῃσι γενέσθαι κακῶς,” καὶ πάλιν·
そして少し後には、「ペルシア人に災いが生ずべき定めなりければなり」。
“ἦν Ὀσρόης, τὸν οἱ Ἕλληνες Ὀξυρόην ὀνυμέουσιν,” καὶ ἄλλα πολλὰ τοιαῦτα.
また、「オスロエスという者ありき、これぞギリシア人のオクシロエスと名づくる者なる」など、他にも多くのそのような記述があった。
ὁρᾷς;
わかるだろう?
ὅμοιος αὐτὸς ἐκείνῳ παρ' ὅσον ὁ μὲν Θουκυδίδῃ, οὗτος δὲ Ἡροδότῳ εὖ μάλα ἐῴκει.
彼はあの男と似ており、ただ、あちらがトゥキディデスに酷似していたのに対し、こちらはヘロドトスに非常によく似ていたという点だけが違っていた。
§19Ἄλλος τις ἀοίδιμος ἐπὶ λόγων δυνάμει Θουκυδίδῃ καὶ αὐτὸς ὅμοιος ἢ ὀλίγῳ ἀμείνων αὐτοῦ, πάσας πόλεις καὶ πάντα ὄρη καὶ πεδία καὶ ποταμοὺς ἑρμηνεύσας πρὸς τὸ σαφέστατον καὶ ἰσχυρότατον, ὡς ᾤετο.
言論の力において名高いまた別の者は、彼自身もトゥキディデスに似ているか、あるいは彼より少し優れている者であったが、すべての都市、すべての山、平野、川を、本人の思い込みによれば、この上なく明瞭かつ強力に描写した。
τὸ δὲ ἐς ἐχθρῶν κεφαλὰς ὁ ἀλεξίκακος τρέψειε·
だが、災いを払う神が、これを敵の頭の上に振り向けてくださるように!
τοσαύτη ψυχρότης ἐνῆν ὑπὲρ τὴν Κασπιακὴν χιόνα καὶ τὸν κρύσταλλον τὸν Κελτικόν.
カスピ海の雪やケルトの氷を上回るほどの、すさまじい寒々しさがそこには満ちていたのだから。
ἡ γοῦν ἀσπὶς ἡ τοῦ αὐτοκράτορος ὅλῳ βιβλίῳ μόγις ἐξηρμηνεύθη αὐτῷ, καὶ Γοργὼν ἐπὶ τοῦ ὀμφαλοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτῆς ἐκ κυανοῦ καὶ λευκοῦ καὶ μέλανος καὶ ζώνη ἰριοειδὴς καὶ δράκοντες ἑλικηδὸν καὶ βοστρυχηδόν.
ともかく、皇帝の盾だけで、一巻丸ごと費やしてようやく描写し終えたほどである。 盾の突起の上にはゴルゴンが描かれ、その目は青と白と黒でできており、虹色の帯があり、蛇がらせん状に、巻き毛のようにうねっている、といった具合に。
ἡ μὲν γὰρ Οὐολογέσσου ἀναξυρὶς ἢ ὁ χαλινὸς τοῦ ἵππου, Ἡράκλεις, ὅσαι μυριάδες ἐπῶν ἕκαστον τούτων, καὶ οἵα ἦν ἡ Ὀσρόου κόμη, διανέοντος τὸν Τίγρητα, καὶ ἐς οἷον ἄντρον κατέφυγε, κιττοῦ καὶ μυρρίνης καὶ δάφνης ἐς ταὐτὸ συμπεφυκότων καὶ σύσκιον ἀκριβῶς ποιούντων αὐτό.
ヘラクレスよ、ヴォロゲソスのズボンやその馬の轡については、それぞれに何万行が費やされたことか! また、オスロエスがティグリス川を泳ぎ渡ったときの髪の様子や、彼が逃げ込んだ洞窟がどのようなものであったか、そこにはキヅタとミルトスと月桂樹が同じ場所に絡み合って生い茂り、実にうっそうとした陰を作っていたのだという。
σκόπει ὡς ἀναγκαῖα τῇ ἱστορίᾳ ταῦτα, καὶ ὧν ἄνευ οὐκ ἂν ᾔδειμέν τι τῶν ἐκεῖ πραχθέντων.
これらのことが歴史にいかに不可欠であるか、またこれらがなければ、我々は現地で行われた出来事について何も知ることができなかったであろうことを考えてみてほしい。