§8ἦν μὲν ἡ τοῦ ἔτους ἀρχή, μᾶλλον δὲ ἡ ἀπὸ τῆς μεγάλης νουμηνίας τρίτη, ἐν ᾗ οἱ Ῥωμαῖοι κατά τι ἀρχαῖον εὔχονταί τε αὐτοὶ ὑπὲρ ἅπαντος τοῦ ἔτους εὐχάς τινας καὶ θύουσι, Νομᾶ τοῦ βασιλέως καταστησαμένου τὰς ἱερουργίας αὐτοῖς, καὶ πεπιστεύκασιν τοὺς θεοὺς ἐν ἐκείνῃ μάλιστα τῇ ἡμέρᾳ χρηματίζειν τοῖς εὐχομένοις.
一年の始まり、より正確には大新月(朔日)から三日目のことであった。 その日、ローマ人たちはある古代の慣習に従って、一年全体のために自ら祈りを捧げ、犠牲を献じる。 王ヌマが彼らのためにこの聖なる儀式を定めたのであり、彼らは神々がその日に祈る者たちに最もよく応えてくださると信じている。
ἐν τοιαύτῃ τοίνυν ἑορτῇ καὶ ἱερομηνίᾳ ὁ τότε γελάσας ἐν Ὀλυμπίᾳ ἐκεῖνος ἐπὶ τῷ ὑποβολιμαίῳ Πυθαγόρᾳ ἰδὼν προσιόντα τὸν κατάπτυστον καὶ ἀλαζόνα, τὸν τῶν ἀλλοτρίων λόγων ὑποκριτήν (ἐτύγχανε δὲ καὶ τὸν τρόπον ἀκριβῶς εἰδὼς αὐτοῦ καὶ τὴν ἄλλην ἀσέλγειαν καὶ μιαρίαν τοῦ βίου καὶ ἃ ποιεῖν ἐλέγετο καὶ ἃ ποιῶν κατείληπτο)
Ὥρα ἡμῖν,
ἔφη πρός τινα τῶν ἑταίρων,
ἐκτρέπεσθαι τὸ δυσάντητον τοῦτο θέαμα, ὃς φανεὶς ἔοικε τὴν ἡδίστην ἡμέραν ἀποφράδα ἡμῖν ποιήσειν.
そのような祝祭と神聖な日に、かつてオリンピアで、あの偽のピタゴラスに対して笑った例の男(著者)は、あの忌まわしく不遜な男、他人の言論の演者が近づいてくるのを見た。 彼はその男の性格、またその人生の他の放縦や不潔さ、彼がなすと言われていたこと、そしてなしているのを見つかったことを正確に知っていたのであるが、「私たちは、」と、彼は友人の一人に言った。 「この出会いたくない不吉な見世物を避けるべき時だ。 奴が現れたことで、我々にとってこの上なく愉快なこの日を、不吉な日(アポプラス)にしてしまいそうだ。
Τοῦτʼ ἀκούσας ὁ σοφιστὴς τὴν ἀποφράδα ὥς τι ξένον καὶ ἀλλότριον τῶν Ἑλλήνων ὄνομα ἐγέλα εὐθὺς καὶ τὸν ἄνδρα τοῦ πάλαι ἐκείνου γέλωτος ἠμύνετο, ὡς γοῦν ᾤετο, καὶ πρὸς ἅπαντας ἔλεγεν,
ἀποφράς, τί δὲ τοῦτό ἐστι;
」これを聞いたソフィストは、「アポプラス」という言葉を、何か奇妙でギリシア人には無縁な言葉であるとして、すぐに笑い、かつて自分を笑ったあの男に(少なくとも彼自身が思うには)報復した。 そして皆に向かって言った。 「アポプラスだって? それはいったい何だ?
καρπός τις ἢ βοτάνη τις ἢ σκεῦος;
果物か、それとも草木か、それとも道具か?
ἆρα τῶν ἐσθιομένων ἢ πινομένων τί ἐστιν ἀποφράς;
食べたり飲んだりするものの一つがアポプラスなのか?
ἐγὼ μὲν οὔτε ἤκουσα πώποτε οὔτʼ ἂν συνείην ποτὲ ὅ τι καὶ λέγει.
私は聞いたこともないし、それが何を意味しているのかさっぱりわからない。
§9ταῦθʼ ὁ μὲν ᾤετο κατὰ τούτου διεξιέναι καὶ πολὺν ἐπῆγε τῇ ἀποφράδι τὸν γέλων·
」これらを、あの男は相手をやり込めるためにまくし立て、その「アポプラス」という語に大いなる嘲笑を浴びせているつもりだった。
ἐλελήθει δὲ κατʼ αὐτοῦ τὸ ὕστατον τεκμήριον ἀπαιδευσίας ἐκφέρων.
しかし、自分が無教養の決定的な証拠を自らに対して提示していることに気づいていなかった。
ἐπὶ τούτῳ τὸν λόγον τόνδε συνέγραψεν ὁ ἐμὲ προεισπέμψας ὑμῖν, ὡς δείξειε τὸν ἀοίδιμον σοφιστὴν τὰ κοινὰ τῶν Ἑλλήνων ἀγνοοῦντα καὶ ὁπόσα κἂν οἱ ἐπὶ τῶν ἐργαστηρίων καὶ τῶν καπηλείων εἰδεῖεν.
このことのために、私をあなた方の前に送り出した者(著者)はこの言論を著したのである。 それは、あの有名なソフィストが、ギリシア人の共通の事柄や、仕事場や居酒屋にいる者たちでさえ知っているようなことをいかに知らないかを示すためであった。
§10ταῦτα μὲν ὁ Ἔλεγχος, ἐγὼ δέ — ἤδη γὰρ αὐτὸς παρείληφα τοῦ δράματος τὰ λοιπά — δίκαιος ἂν εἴην τὰ ἐκ τοῦ Δελφικοῦ τρίποδος ἤδη λέγειν, οἷα μέν σου τὰ ἐν τῇ πατρίδι, οἷα δὲ τὰ ἐν τῇ Παλαιστίνῃ, οἷα δὲ τὰ ἐν Αἰγύπτῳ, οἷα δὲ τὰ ἐν Φοινίκῃ καὶ Συρίᾳ, εἶτα ἑξῆς τὰ ἐν Ἑλλάδι καὶ Ἰταλίᾳ, καὶ ἐπὶ πᾶσι τὰ ἐν Ἐφέσῳ νῦν, ἅπερ κεφαλαιωδέστατα τῆς ἀπονοίας τῆς σῆς καὶ κορυφὴ καὶ κορωνὶς τοῦ τρόπου.
以上はエレンコスが語ったことであり、今や私自身がこの劇の残りの部分を引き継いだので、デルポイの三脚釜から告げるように真実を語るのが当然であろう。 君の故郷での行状がどのようなものであったか、パレスティナでは、エジプトでは、フェニキアやシリアではどうであったか、そして次にギリシアやイタリアではどうであったか、そして何よりも今、エフェソスでの出来事はどのようなものか。 それらは君の狂気の最も主要な部分であり、君の品性の頂点であり、最後の仕上げである。
ἐπεὶ γὰρ κατὰ τὴν παροιμίαν Ἰλιεὺς ὢν τραγῳδοὺς ἐμισθώσω, καιρὸς ἤδη σοι ἀκούειν τὰ σαυτοῦ κακά.
というのも、諺にあるように「イリオン人でありながら悲劇役者を雇った」のだから、君自身が自らの悪行を聞くべき時が来たのだ。
§11μᾶλλον δέ, ταῦτα μὲν μηδέπω, περὶ δὲ τῆς ἀποφράδος πρότερον.
いや、むしろ、これらはまだ語るまい。 その前にアポプラスについてだ。
εἰπὲ γάρ μοι, πρὸς πανδήμου καὶ Γενετυλλίδων καὶ Κυβήβης, πῇ σοι μεμπτὸν καὶ γέλωτος ἄξιον τοὔνομα εἶναι ἔδοξεν ἡ ἀποφράς;
教えてくれ、すべての民の女神、ゲネテュリスたち、そしてキュベベにかけて。 どうして君にとって「アポプラス」という名が非難されるべきで、笑いに値するものと思われたのだ?
νὴ Δίʼ, οὐ γὰρ ἦν τῶν Ἑλλήνων ἴδιον, ἀλλά ποθεν ἐπεισκωμάσαν αὐτοῖς ἀπὸ τῆς πρὸς Κελτοὺς ἢ Θρᾷκας ἢ Σκύθας ἐπιμιξίας, σὺ δὲ — ἅπαντα γὰρ οἶσθα τὰ τῶν Ἀθηναίων — ἐξέκλεισας τοῦτο εὐθὺς καὶ ἐξεκήρυξας τοῦ Ἑλληνικοῦ, καὶ ὁ γέλως ἐπὶ τούτῳ, ὅτι βαρβαρίζω καὶ ξενίζω καὶ ὑπερβαίνω τοὺς ὅρους τοὺς Ἀττικούς.
ゼウスにかけて、それがギリシア人特有のものではなく、ケルト人やトラキア人やスキタイ人との交流から彼らのもとに紛れ込んできたものだとでもいうのか? そして君は――何しろアテナイ人のことなら何でも知っているのだから――これをただちにギリシア語から排除し、追放したというのか。 そしてその笑いは、私が蛮語を話し、異質な言葉を使い、アッティカの境界線を越えているということに向けられたのか。
καὶ μὴν τί ἄλλο οὕτως Ἀθηναίοις ἐπιχώριον ὡς τουτὶ τοὔνομα, φαῖεν ἂν οἵ γε σοῦ μᾶλλον τὰ τοιαῦτα εἰδότες·
しかし、これほどアテナイ人に固有の言葉が他にあるだろうか、と、君よりもそういうことをよく知っている人々なら言うだろう。
ὥστε θᾶττον ἂν Ἐρεχθέα καὶ τὸν Κέκροπα ξένους ἀποφήναις καὶ ἐπήλυδας τῶν Ἀθηνῶν ἢ τὴν ἀποφράδα δείξειας οὐκ οἰκείαν καὶ αὐτόχθονα τῆς Ἀττικῆς.
だから、エレクテウスやケクロプスをアテナイの外国人や渡来者であると証明する方が、アポプラスがアッティカに固有の、地に生まれた言葉ではないと示すことよりも、まだ簡単なくらいだ。
§12πολλὰ μὲν γάρ ἐστιν ἃ καὶ αὐτοὶ κατὰ ταὐτὰ τοῖς πᾶσιν ἀνθρώποις ὀνομάζουσιν, ἀποφράδα δὲ μόνοι ἐκεῖνοι τὴν μιαρὰν καὶ ἀπευκτὴν καὶ ἀπαίσιον καὶ ἄπρακτον καὶ σοὶ ὁμοίαν ἡμέραν.
なぜなら、彼ら自身も他のすべての人類と同じように名づける多くのものがあるが、「アポプラス(の不吉な)」とは、彼ら(アテナイ人)だけが、汚れて、忌まわしく、不吉で、何も行ってはならない、まさに君のような日のことを呼ぶからだ。
ἰδού, καὶ μεμάθηκας ἤδη ὁδοῦ πάρεργον τί βούλεται αὐτοῖς ἡ ἀποφρὰς ἡμέρα.
ほら、ついでに彼らににとって「アポプラスの日」が何を意味するのか、もう学んだことだろう。
Ὅταν μήτε αἱ ἀρχαὶ χρηματίζωσι μήτε εἰσαγώγιμοι αἱ δίκαι ὦσι μήτε τὰ ἱερὰ ἱερουργῆται μήθʼ ὅλως τι τῶν αἰσίων τελῆται, αὕτη ἀποφρὰς ἡμέρα.
役人たちが政務を行わず、訴訟も提起されず、神聖な儀式も執り行われず、およそ吉兆のことが何一つ成就されないとき、これがアポプラスの日なのである。