Humanitext Reader

琉善 · 伪批评家 §8-12

罗马新年的相遇与无知的暴露

第 3 段,共 8 段 · 希腊语

内容简介

在罗马的新年节日期间,作者遇到了曾在奥林匹亚丢丑的修辞家,并用“阿波普拉斯”(不吉利之日)一词试图避开他。修辞家误以为该词非希腊语而大加嘲笑,实际上这却是一个根深蒂固的阿提卡本土词汇,从而暴露了他的无知。

§8ἦν μὲν ἡ τοῦ ἔτους ἀρχή, μᾶλλον δὲ ἡ ἀπὸ τῆς μεγάλης νουμηνίας τρίτη, ἐν ᾗ οἱ Ῥωμαῖοι κατά τι ἀρχαῖον εὔχονταί τε αὐτοὶ ὑπὲρ ἅπαντος τοῦ ἔτους εὐχάς τινας καὶ θύουσι, Νομᾶ τοῦ βασιλέως καταστησαμένου τὰς ἱερουργίας αὐτοῖς, καὶ πεπιστεύκασιν τοὺς θεοὺς ἐν ἐκείνῃ μάλιστα τῇ ἡμέρᾳ χρηματίζειν τοῖς εὐχομένοις.
这是一年的开始,更确切地说是大新月(朔日)之后的第三天。 在那一天,罗马人根据某种古老的习俗,亲自为整年献上某些祈祷并进行祭祀。 国王努马为他们确立了这些神圣的仪式,而他们相信神明在这一天最能回应祈祷者。
ἐν τοιαύτῃ τοίνυν ἑορτῇ καὶ ἱερομηνίᾳ ὁ τότε γελάσας ἐν Ὀλυμπίᾳ ἐκεῖνος ἐπὶ τῷ ὑποβολιμαίῳ Πυθαγόρᾳ ἰδὼν προσιόντα τὸν κατάπτυστον καὶ ἀλαζόνα, τὸν τῶν ἀλλοτρίων λόγων ὑποκριτήν (ἐτύγχανε δὲ καὶ τὸν τρόπον ἀκριβῶς εἰδὼς αὐτοῦ καὶ τὴν ἄλλην ἀσέλγειαν καὶ μιαρίαν τοῦ βίου καὶ ἃ ποιεῖν ἐλέγετο καὶ ἃ ποιῶν κατείληπτο) Ὥρα ἡμῖν, ἔφη πρός τινα τῶν ἑταίρων, ἐκτρέπεσθαι τὸ δυσάντητον τοῦτο θέαμα, ὃς φανεὶς ἔοικε τὴν ἡδίστην ἡμέραν ἀποφράδα ἡμῖν ποιήσειν.
因此,在这样一个节日和神圣的日子里,那个曾在奥林匹亚嘲笑过那个假冒的毕达哥拉斯的男子(作者),看到那个令人唾弃且自大的人、盗用他人言论的演员走近(他恰好非常清楚此人的品格、其生活中的其他放荡与污秽、传闻中他所做的事以及他被当场抓住做的事), “我们是时候,” 他对他的一个同伴说, “避开这个令人不悦的怪物了,他的出现似乎会把我们这最愉快的一天变成一个不吉之日(阿波普拉斯)。
Τοῦτʼ ἀκούσας ὁ σοφιστὴς τὴν ἀποφράδα ὥς τι ξένον καὶ ἀλλότριον τῶν Ἑλλήνων ὄνομα ἐγέλα εὐθὺς καὶ τὸν ἄνδρα τοῦ πάλαι ἐκείνου γέλωτος ἠμύνετο, ὡς γοῦν ᾤετο, καὶ πρὸς ἅπαντας ἔλεγεν, ἀποφράς, τί δὲ τοῦτό ἐστι;
” 修辞家听到这话,立刻对“阿波普拉斯”这个词大加嘲笑,认为这是某种对希腊人来说陌生而异国的词汇,并以此报复了那个人昔日的嘲笑(至少他自己是这么认为的),并对所有人说: “阿波普拉斯,这到底是什么?
καρπός τις ἢ βοτάνη τις ἢ σκεῦος;
是某种水果、某种草药,还是某种器皿?
ἆρα τῶν ἐσθιομένων ἢ πινομένων τί ἐστιν ἀποφράς;
阿波普拉斯是属于可吃或可喝的东西之一吗?
ἐγὼ μὲν οὔτε ἤκουσα πώποτε οὔτʼ ἂν συνείην ποτὲ ὅ τι καὶ λέγει.
我不仅从未听过,也永远无法理解他到底在说什么。
§9ταῦθʼ ὁ μὲν ᾤετο κατὰ τούτου διεξιέναι καὶ πολὺν ἐπῆγε τῇ ἀποφράδι τὸν γέλων·
” 他以为自己说这些话是在驳斥对方,并对“阿波普拉斯”这个词施加了极大的嘲弄;但他却没有意识到,自己是在针对自己抛出无知的终极证据。
ἐλελήθει δὲ κατʼ αὐτοῦ τὸ ὕστατον τεκμήριον ἀπαιδευσίας ἐκφέρων. ἐπὶ τούτῳ τὸν λόγον τόνδε συνέγραψεν ὁ ἐμὲ προεισπέμψας ὑμῖν, ὡς δείξειε τὸν ἀοίδιμον σοφιστὴν τὰ κοινὰ τῶν Ἑλλήνων ἀγνοοῦντα καὶ ὁπόσα κἂν οἱ ἐπὶ τῶν ἐργαστηρίων καὶ τῶν καπηλείων εἰδεῖεν.
为此,那个将我派到你们面前的人(作者)写下了这篇言论,以揭示这位名声显赫的修辞家对希腊人的常识一无所知,甚至连作坊和酒馆里的人都懂得的事情他也不知道。
§10ταῦτα μὲν ὁ Ἔλεγχος, ἐγὼ δέ — ἤδη γὰρ αὐτὸς παρείληφα τοῦ δράματος τὰ λοιπά — δίκαιος ἂν εἴην τὰ ἐκ τοῦ Δελφικοῦ τρίποδος ἤδη λέγειν, οἷα μέν σου τὰ ἐν τῇ πατρίδι, οἷα δὲ τὰ ἐν τῇ Παλαιστίνῃ, οἷα δὲ τὰ ἐν Αἰγύπτῳ, οἷα δὲ τὰ ἐν Φοινίκῃ καὶ Συρίᾳ, εἶτα ἑξῆς τὰ ἐν Ἑλλάδι καὶ Ἰταλίᾳ, καὶ ἐπὶ πᾶσι τὰ ἐν Ἐφέσῳ νῦν, ἅπερ κεφαλαιωδέστατα τῆς ἀπονοίας τῆς σῆς καὶ κορυφὴ καὶ κορωνὶς τοῦ τρόπου.
以上是埃伦科斯所说,而我——因为我自己现在已经接管了这出戏剧的其余部分——理应像从德尔斐的三脚架上发出神谕那样开始讲述:你在家乡的所作所为是怎样的,在巴勒斯坦是怎样的,在埃及是怎样的,在腓尼基和叙利亚是怎样的,接着是在希腊和意大利,以及最重要的是如今在以弗所的事,这些是你疯狂的最核心部分,也是你品性的顶点和终结。
ἐπεὶ γὰρ κατὰ τὴν παροιμίαν Ἰλιεὺς ὢν τραγῳδοὺς ἐμισθώσω, καιρὸς ἤδη σοι ἀκούειν τὰ σαυτοῦ κακά.
因为正如俗话所说,你作为“特洛伊人(伊利翁人)却雇佣了悲剧演员”,现在是时候让你听听你自己的恶行了。
§11μᾶλλον δέ, ταῦτα μὲν μηδέπω, περὶ δὲ τῆς ἀποφράδος πρότερον.
或者说,这些还不要讲,先来谈谈关于“阿波普拉斯”的事。
εἰπὲ γάρ μοι, πρὸς πανδήμου καὶ Γενετυλλίδων καὶ Κυβήβης, πῇ σοι μεμπτὸν καὶ γέλωτος ἄξιον τοὔνομα εἶναι ἔδοξεν ἡ ἀποφράς;
告诉我,凭着万民女神、生育女神们和库贝贝(库柏勒)的名义,在什么地方让你觉得“阿波普拉斯”这个名字是该受指责和值得嘲笑的?
νὴ Δίʼ, οὐ γὰρ ἦν τῶν Ἑλλήνων ἴδιον, ἀλλά ποθεν ἐπεισκωμάσαν αὐτοῖς ἀπὸ τῆς πρὸς Κελτοὺς ἢ Θρᾷκας ἢ Σκύθας ἐπιμιξίας, σὺ δὲ — ἅπαντα γὰρ οἶσθα τὰ τῶν Ἀθηναίων — ἐξέκλεισας τοῦτο εὐθὺς καὶ ἐξεκήρυξας τοῦ Ἑλληνικοῦ, καὶ ὁ γέλως ἐπὶ τούτῳ, ὅτι βαρβαρίζω καὶ ξενίζω καὶ ὑπερβαίνω τοὺς ὅρους τοὺς Ἀττικούς.
凭着宙斯的名义,难道是因为它不属于希腊人特有,而是由于与凯尔特人、色雷斯人或塞西亚人的交往而混入其中的,而你——因为你对雅典人的事情无所不知——便立刻将其排除并逐出希腊语,而你的嘲笑就是因为我说了蛮族语、用了异国词、越过了阿提卡的边界?
καὶ μὴν τί ἄλλο οὕτως Ἀθηναίοις ἐπιχώριον ὡς τουτὶ τοὔνομα, φαῖεν ἂν οἵ γε σοῦ μᾶλλον τὰ τοιαῦτα εἰδότες·
然而,还有什么词像这个名字一样是雅典人所特有的呢? 那些比你更懂得此类事情的人会这样说。
ὥστε θᾶττον ἂν Ἐρεχθέα καὶ τὸν Κέκροπα ξένους ἀποφήναις καὶ ἐπήλυδας τῶν Ἀθηνῶν ἢ τὴν ἀποφράδα δείξειας οὐκ οἰκείαν καὶ αὐτόχθονα τῆς Ἀττικῆς.
因此,你证明埃雷克修斯和凯克洛普斯是雅典的异乡人和外来者,比证明“阿波普拉斯”不是阿提卡本土和土生土长的词汇还要容易。
§12πολλὰ μὲν γάρ ἐστιν ἃ καὶ αὐτοὶ κατὰ ταὐτὰ τοῖς πᾶσιν ἀνθρώποις ὀνομάζουσιν, ἀποφράδα δὲ μόνοι ἐκεῖνοι τὴν μιαρὰν καὶ ἀπευκτὴν καὶ ἀπαίσιον καὶ ἄπρακτον καὶ σοὶ ὁμοίαν ἡμέραν.
因为有许多事物他们也和所有人一样用同样的名称来称呼,但只有他们才把那肮脏、可憎、不祥、不能理事且像你一样的日子称为“阿波普拉斯”。
ἰδού, καὶ μεμάθηκας ἤδη ὁδοῦ πάρεργον τί βούλεται αὐτοῖς ἡ ἀποφρὰς ἡμέρα.
看吧,你顺便也已经学到了对他们来说“阿波普拉斯之日”意味着什么。
Ὅταν μήτε αἱ ἀρχαὶ χρηματίζωσι μήτε εἰσαγώγιμοι αἱ δίκαι ὦσι μήτε τὰ ἱερὰ ἱερουργῆται μήθʼ ὅλως τι τῶν αἰσίων τελῆται, αὕτη ἀποφρὰς ἡμέρα.
当官员不办公,诉讼不予受理,神圣的仪式不举行,总之任何吉利的事都不进行时,这就是“阿波普拉斯之日”。

词汇与语法注释

  1. 8ὥρα ἡμῖν ... ἐκτρέπεσθαι — 意为“我们应当避开”。名词 ὥρα(时间/适当时机)后接不定式 ἐκτρέπεσθαι 作其补足语,与格代词 ἡμῖν 作其逻辑上的主语。
  2. 9ἐλελήθει ... ἐκφέρων — 动词 λανθάνω(此处为过去完成时 ἐλελήθει)接主格分词,表示“不知不觉中做某事”。此处说明主语(修辞家)“在不知不觉中提出了”对自己不利(κατ' αὐτοῦ)的无知铁证。
  3. 10δίκαιος ἂν εἴην ... λέγειν — 形容词 δίκαιος 的人称构象(而非无人称的 δίκαιόν ἐστιν),后接不定式,意为“我理应说出”。此处采用了潜在希求法(助词 ἄν 配合希求法 εἴην)的形式。
  4. 11θᾶττον ἂν ... ἀποφήναις ... ἢ ... δείξειας — 使用比较级副词 θᾶττον 和连词 ἤ 的潜在希求法对比表达,意为“你证明……比表明……还要快(容易)”。用夸张的手法指出,证明传说中的国王们是外来者,也比证明“阿波普拉斯”非阿提卡土着词汇还要容易。

引用这一段

琉善, 伪批评家 §8-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg049.humanitext-grc2:8-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。