§4μᾶλλον δὲ παρακλητέος ἡμῖν τῶν Μενάνδρου προλόγων εἷς, ὁ Ἔλεγχος, φίλος Ἀληθείᾳ καὶ Παρρησίᾳ θεός, οὐχ ὁ ἀσημότατος τῶν ἐπὶ τὴν σκηνὴν ἀναβαινόντων, μόνοις ὑμῖν ἐχθρὸς τοῖς δεδιόσι τὴν γλῶτταν αὐτοῦ, πάντα καὶ εἰδότος καὶ σαφῶς διεξιόντος ὁπόσα ὑμῖν σύνοιδεν.
むしろ我々は、メナンドロスのプロローグ(前口上)の神々の一人である、真理と率直さの友人たる神「エレンコス(弁駁)」を招くべきである。 彼は、舞台に上がる神々の中でも決して最も無名なわけではなく、彼の舌を恐れるあなた方だけに敵対する者であり、あなた方が悪行を共有しているすべてのことを知っており、かつ明瞭に説明する者である。
χάριεν γοῦν τοῦτο γένοιτʼ ἄν, εἰ ἐθελήσειεν ἡμῖν προεισελθὼν οὗτος διηγήσασθαι τοῖς θεαταῖς σύμπαντα τοῦ δράματος τὸν λόγον.
ともあれ、もしこの神が我々のためにあらかじめ登場して、観客たちにこの劇の筋書き全体を説明してくれるなら、それは愉快なことになるだろう。
ἄγε τοίνυν, ὦ προλόγων καὶ δαιμόνων ἄριστε Ἔλεγχε, ὅρα ὅπως σαφῶς προδιδάξῃς τοὺς ἀκούοντας ὡς οὐ μάτην οὐδὲ φιλαπεχθημόνως οὐδʼ ἀνίπτοις ποσὶ κατὰ τὴν παροιμίαν ἐπὶ τόνδε τὸν λόγον ἀπηντήκαμεν, ἀλλὰ καὶ ἴδιόν τι ἀμυνόμενοι καὶ τὰ κοινά, μισοῦντες τὸν ἄνθρωπον ἐπὶ τῇ βδελυρίᾳ.
さあ、プロローグたち、そして神霊たちの中で最も優れたエレンコスよ、我々が理由もなく、また好んで敵を作るためでもなく、あるいは諺にあるように「洗わぬ足で」この議論に臨んだのではないということを、聴衆にしっかりとあらかじめ教えておくように。 そうではなく、個人的な怨恨をも、また公共の利益をも守るためであり、その卑劣さゆえにこの男を憎んでいるのだということを。
ταῦτα μόνα εἰπὼν καὶ σαφῶς προδιηγησάμενος ἵλεως ἄπιθι ἐκποδών, τὰ δὲ ἄλλα ἡμῖν κατάλιπε·
これらのことだけを語り、明瞭に事前説明を終えたなら、好意を持って立ち去りなさい。 残りのことは我々に任せておきなさい。
μιμησόμεθα γάρ σε καὶ διελέγξομεν τὰ πολλά, ὡς παρρησίας γε καὶ ἀληθείας ἕνεκα μηδὲν ἂν αἰτιάσασθαί σε.
というのも、我々があなたを模倣して、多くのことを糾弾するからであり、その結果、率直さと真実の点において、あなたが我々を非難する余地は全くなくなるだろうからだ。
μήτε δὲ ἐμὲ πρὸς αὐτοὺς ἐπαινέσῃς, ὦ φίλτατε Ἔλεγχε, μήτε τὰ ἐκείνῳ προσόντα προεκχέῃς αὔτως·
愛するエレンコスよ、彼らの前で私を褒めそやしてはならないし、あの男に備わる悪徳をただあらかじめぶちまけてしまってもいけない。
οὐ γὰρ ἄξιον θεῷ ὄντι ἐπὶ στόμα σοι ἐλθεῖν τοὺς περὶ τῶν οὕτω καταπτύστων λόγους.
なぜなら、神であるあなたにとって、このような唾棄すべき者たちに関する言葉を口にすることはふさわしくないからだ。
§5ὁ γὰρ σοφιστὴς οὗτος εἶναι λέγων
(ὁ πρόλογος ἤδη φησὶν ταῦτα)
ἐς Ὀλυμπίαν ποτὲ ἧκε λόγον τινὰ πρὸ πολλοῦ συγγεγραμμένον ἐπιδειξόμενος τοῖς πανηγυρισταῖς.
自分はソフィストであると自称するこの男は(プロローグは今や次のように語る)、かつてオリンピアに、祭典に集まった人々に対して、かなり前に執筆された演説を披露するためにやって来た。
ἦν δὲ ὑπόθεσις τῷ συγγράμματι ὁ Πυθαγόρας κωλυόμενος ὑπό τινος Ἀθηναίων, οἶμαι, μετέχειν τῆς Ἐλευσῖνι τελετῆς ὡς βάρβαρος, ὅτι ἔλεγεν αὐτὸς ὁ Πυθαγόρας πρὸ τούτου ποτὲ καὶ Εὔφορβος γεγονέναι.
その著作のテーマは、ピタゴラスが、かつて自分はエウポルボスであったこともあると主張したために、野蛮人であるとして、あるアテナイ人によってエレウシスの秘儀に参加するのを妨げられるというものであった。
ἐτύγχανεν δὲ ὁ λόγος αὐτῷ κατὰ τὸν Αἰσώπου κολοιὸν συμφορητὸς ὢν ἐκ ποικίλων ἀλλοτρίων πτερῶν.
そして、彼の演説は、アイソポスのカラスのように、他人の様々な羽をかき集めたものであった。
βουλόμενος δὴ μὴ ἕωλα δόξαι λέγειν ἀλλʼ αὐτοσχεδιάζειν τὰ ἐκ τοῦ βιβλίου, δεῖται τῶν συνήθων τινός (ἦν δὲ ἐκ Πατρῶν ἐκεῖνος, ἀμφὶ δίκας ἔχων τὰ πολλὰ) ἐπειδὰν αἰτήσῃ τινὰς ὑποθέσεις τοῖς λόγοις, τὸν Πυθαγόραν αὐτῷ προελέσθαι.
そこで、彼は古臭いものを語っていると思われるのを嫌い、本の内容をその場で即興で語っているように見せかけたいと思い、知人の一人に頼み込んだ(その男はパトライ出身で、大抵は訴訟に関わっていた)。 自分が演説のテーマを募ったときに、ピタゴラスを彼のために選んでくれるようにと。
καὶ οὕτως ἁνὴρ ἐποίησε, καὶ συνέπεισε τὸ θέατρον ἀκούειν τὸν ὑπὲρ τοῦ Πυθαγόρου ἐκεῖνον λόγον.
そして、その男はその通りに行い、観客席にあのピタゴラスに関する演説を聴くよう説得した。
§6ἦν δὲ τὸ ἐπὶ τούτῳ ὁ μὲν πάνυ ἀπίθανος ἐν τῇ ὑποκρίσει, συνείρων οἷον εἰκὸς ἐκ πολλοῦ ἐσκεμμένα καὶ μεμελετημένα, εἰ καὶ ὅτι μάλιστα ἡ ἀναισχυντία οὖσα ἐπήμυνε καὶ χεῖρα ὤρεγε καὶ συνηγωνίζετο αὐτῷ.
その後に起きたことは、彼が演技において全く説得力を欠き、予想通り、以前から熟考され準備されていたものを繋ぎ合わせていくというものであった。 たとえ彼の厚かましさが、彼を大いに助け、手を差し伸べ、共に闘ってくれていたとしてもである。
γέλως δὲ πολὺς παρὰ τῶν ἀκουόντων·
そして、聴衆からは大きな笑いが起こった。
καὶ οἱ μὲν ἐς τὸν Πατρέα ἐκεῖνον μεταξὺ ἀποβλέποντες ὑπεδήλουν ὡς οὐ λέληθε συμπράξας αὐτῷ τὴν ῥᾳδιουργίαν, οἱ δὲ καὶ αὐτὰ γνωρίζοντες τὰ λεγόμενα παρʼ ὅλην τὴν ἀκρόασιν διετέλεσαν ἓν τοῦτο μόνον ἔργον ἔχοντες, ἀλλήλων πειρώμενοι ὅπως μνήμης ἔχουσι πρὸς τὸ διαγιγνώσκειν ὅτου ἕκαστον ἦν τῶν ὀλίγον πρὸ ἡμῶν εὐδοκιμησάντων ἐπὶ ταῖς καλουμέναις μελέταις σοφιστῶν.
ある者たちは、演説の合間にあのパトライの男の方に視線を送り、彼がその詐策に加担していたことがバレバレであることを暗に示し、また他の者たちは、語られている内容そのものを認知して、聴取のあいだずっと、ただ一つのことだけを仕事として行っていた。 すなわち、我々より少し前の時代にいわゆる「学問的演習(メレテー)」において名を馳せたソフィストたちのうち、どれが誰の作品であるかを聞き分けるために、お互いの記憶力を試し合っていたのである。
§7ἐν δὲ τούτοις ἅπασι καὶ ὁ τὸν λόγον τόνδε συγγράψας ἦν ἐν τοῖς γελῶσι καὶ αὐτός.
これらすべての人々の中に、この文章を執筆している者自身も、笑っている人々の中に混じっていた。
τί δʼ οὐκ ἔμελλεν γελᾶν ἐφʼ οὕτω περιφανεῖ καὶ ἀπιθάνῳ καὶ ἀναισχύντῳ τολμήματι;
これほど明白で、説得力がなく、厚かましい暴挙に対して、どうして笑わずにいられただろうか。
καί πως (ἔστιν δὲ ἀκρατὴς γέλωτος) ὁ μὲν τὴν φωνὴν ἐντρέψας ἐς μέλος, ὡς ᾤετο, θρῆνόν τινα ἐπηύλει τῷ Πυθαγόρᾳ, ὁ δέ, τοῦτο δὴ τὸ τοῦ λόγου, ὄνον κιθαρίζειν πειρώμενον ὁρῶν ἀνεκάγχασε μάλα ἡδύ, ὁ ποιητὴς οὗτος ὁ ἐμός·
そしてどういうわけか(彼は笑いをこらえきれないタチなのだが)、あの男が声を旋律に変えて、自分ではそう思っているつもりでピタゴラスへの哀歌を笛で吹くように歌い上げている一方で、彼は、ことわざにも言う通り、ロバが竪琴を弾こうとするのを見るかのように、実に愉快そうに大笑いしてしまったのだ。 この私の詩人(=筆者)は。
ὁ δὲ εἶδεν ἐπιστραφείς.
すると、あの男は振り向いて、それを見た。
τοῦτο ἐξεπολέμωσεν αὐτούς, τό τε ἔναγχος ἐνθένδε.
これが彼らを敵対させ、また最近の敵意はそこから生じたのである。