§9Λεξιφάνης
καὶ ἐν ταὐτῷ λελουμένοι εἰσεκώμασαν ἡμῖν αὐτεπάγγελτοι Μεγαλώνυμός τε ὁ δικοδίφης καὶ Χαιρέας ὁ χρυσοτέκτων ὁ κατὰ νώτου ποικίλος καὶ ὁ ὠτοκάταξις Εὔδημος.
レクシパネスそして同時に、入浴を終えた訴訟狂のメガロニュモス、背中に鞭の痕がある金細工師のカイレアス、そして耳の潰れたエウデモスの三人が、招かれざる客として私たちのところに押しかけてきた。
κἀγὼ ἠρόμην αὐτούς, τί παθόντες ὀψὲ ἥκοιεν.
そこで私は彼らに尋ねた、いったいどういうわけでこんなに遅くに来たのかと。
ὁ μὲν οὖν Χαιρέας,
ἐγώ,
ἦ δʼ ὅς,
λῆρόν τινα ἐκρότουν καὶ ἐλλόβια καὶ πέδας τῇ θυγατρὶ τῇ ἐμῇ καὶ διὰ τοῦτο ὑμῖν ἐπιδείπνιος ἀφῖγμαι,
ἐγὼ δέ,
ἦ δʼ ὃς ὁ Μεγαλώνυμος,
περὶ ἄλλα εἶχον·
するとカイレアスが言った、「私はね」と彼は言った、「娘のためにちょっとした金の小飾りや耳飾り、足輪を叩いて作っていたのだ。 それで、お前たちのところに食後に到着したというわけさ」一方、メガロニュモスが言った、「私は他の用事にかかりきりだったのだ。
ἦν μὲν γὰρ ἄδικος ἡ ἡμέρα, ὡς ἴστε, καὶ ἄλογος·
というのも、ご承知の通り、今日は休廷日であり、弁論の行われない日だったからね。
ὡς ἂν οὖν ἐχεγλωττίας οὔσης οὔτε ῥησιμετρεῖν εἶχον οὔτε ἡμερολεγδὸν προσυδρονομεῖσθαι·
したがって、沈黙の義務があるために、水時計で時間を計って演説することもできず、日ごとに水時計の配分を受けることもできなかった。
πυθόμενος δὲ ὅτι ὁ στρατηγὸς ὀπτός ἐστιν, λαβὼν ἄχρηστα ἱμάτια εὐήτρια καὶ ἀφόρητα ὑποδήματα ἐξέφρησα ἐμαυτόν. §10Λεξιφάνης
εἶτʼ εὐθὺς ἐντυγχάνω δᾳδούχῳ τε καὶ ἱεροφάντῃ καὶ τοῖς ἄλλοις ἀρρητοποιοῖς Δεινίαν σύρουσιν ἄγδην ἐπὶ τὴν ἀρχήν, ἔγκλημα ἐπάγοντας ὅτι ὠνόμαζεν αὐτούς, καὶ ταῦτα εὖ εἰδὼς ὅτι ἐξ οὗπερ ὡσιώθησαν, ἀνώνυμοί τέ εἰσι καὶ οὐκέτι ὀνομαστοὶ ὡς ἂν ἱερώνυμοι ἤδη γεγενημένοι. οὐκ οἶδα,
ἦν δʼ ἐγώ,
ὃν λέγεις τὸν Δεινίαν· αἰκάλλει δʼ οὖν με τοὔνομα. ἔστιν,
ἦ δʼ ὅς,
ἐν τοῖς σκιραφείοις ἐγκαψικήδαλος ἄνθρωπος τῶν αὐτοληκύθων καὶ τῶν αὐτοκαβδάλων, ἀεὶ κουριῶν, ἐνδρομίδας ὑποδούμενος ἢ βαυκίδας, ἀμφιμάσχαλον ἔχων.
しかし、長官が面会可能であると聞き、おろしたての上着を羽織り、履いたことのない靴を履いて、私は外へ繰り出したのだ」レクシパネス「それからすぐに、松明持ちや祭司、その他の秘儀の司祭たちが、デイニアスを役所へと手荒に引き立てていくのに遭遇した。 彼らは、デイニアスが彼らを本名で呼んだという告発を突きつけていたのだ。 彼らが秘儀に入って聖職を授かって以来、もはや本名を持たず、聖なる名を持つ者となったので本名で呼べきではないということを、デイニアスもよく知っていたはずなのに」「お前の言うデイニアスという男は知らないな」と私は言った、「だが、その名前はなんだか私の気に入る響きだな」「彼はね」と彼は言った、「博打場に出入りする男で、薬味をがっつくような、お香の瓶を自分で持ち歩くその日暮らしのならず者の一人だ。 いつも髪を伸び放題にしており、狩猟靴か女性用の靴を履き、袖のない粗末な上着を着ている」「それで」と私は言った、「彼は何らかの形で罰を受けたのか、それとも足蹴にして逃げ去ったのか」「いやまったく、彼と言えば」と彼は言った、「これまでは気取って歩いていたものだが、今やしっかりと固定されている。
τί οὖν,
ἦν δʼ ἐγώ,
ἔδωκεν ἀμηγέπη δίκην ἢ λὰξ πατήσας ᾤχετο; καὶ μὴν ἐκεῖνός γε,
ἦ δʼ ὅς,
ὁ τέως σαυλούμενος, ἤδη ἔμπεδός ἐστιν· ὁ γὰρ στρατηγὸς καίτοι ἀτιμαγελοῦντι καρπόδεσμά τε αὐτῷ περιθεὶς καὶ περιδέραιον ἐν ποδοκάκαις καὶ ποδοστράβαις ἐποίησεν εἶναι.
というのも、長官は、群れに従わない彼に対して、手枷をはめ、首枷をかけ、足枷や拘束具の中に閉じ込めてしまったからだ。
ὥστε ἔνδεσμος ὢν ὑπέβδυλλέν τε ὁ κακοδαίμων ὑπὸ τοῦ δέους καὶ πορδαλέος ἦν καὶ χρήματα ἀντίψυχα διδόναι ἤθελεν. §11Λεξιφάνης
ἐμὲ δέ,
ἦ δʼ ὃς ὁ Εὔδημος,
ὑπὸ τὸ ἀκροκνεφὲς μετεστείλατο Δαμασίας ὁ πάλαι μὲν ἀθλητὴς καὶ πολυνίκης, νῦν δὲ ἤδη ὑπὸ γήρως ἔξαθλος ὤν·
それゆえ、縛られた状態で、あの哀れな男は恐怖のあまりこっそり屁を漏らし、おならを連発し、身代金を支払うことを望んでいたのだ」レクシパネス「私の方はといえば」とエウデモスが言った、「薄暗くなった頃に、かつてはアスリートで何度も優勝したが、今は老齢のために引退したあのダマシアスから呼び出しを受けたのだ。
οἶσθα τὸν χαλκοῦν τὸν ἑστῶτα ἐν τῇ ἀγορᾷ.
広場に立っているあの青銅像の男を知っているだろう。
καὶ τὰ μὲν πιττῶν τὰ δὲ εὕων διετέλεσεν, ἐξοικιεῖν γὰρ ἔμελλε τήμερον εἰς ἀνδρὸς τὴν θυγατέρα καὶ ἤδη ἐκάλλυνεν αὐτήν.
彼は(娘の体の毛を)ある部分は松脂で抜き、ある部分は火であぶってずっと処理していた。 というのも、今日、娘を夫となる男の家に嫁がせる予定で、すでに彼女を美しく飾っていたからだ。
εἶτα Τερμέριόν τι κακὸν ἐμπεσὸν διέκοψε τὴν ἑορτήν·
ところが、テルメリオス風の災難が突如として襲いかかり、その祝宴を台無しにしてしまった。
ὁ γὰρ υἱὸς αὐτοῦ ὁ Δίων, οὐκ οἶδʼ ἐφʼ ὅτῳ λυπηθείς, μᾶλλον δὲ θεοσεχθρίᾳ σχεθείς, ἀπῆγξεν ἑαυτόν, καὶ εὖ ἴστε, ἀπωλώλει ἄν, εἰ μὴ ἐγὼ ἐπιστὰς ἀπηγχόνισά τε αὐτὸν καὶ παρέλυσα τῆς ἐμβροχῆς, ἐπὶ πολύ τε ὀκλὰξ παρακαθήμενος ἐπένυσσον τὸν ἄνθρωπον, βαυκαλῶν καὶ διακωδωνίζων, μή πῃ ἔτι συνεχὴς εἴη τὴν φάρυγγα.
彼の息子のディオンが、何に腹を立てたのか、いやむしろ神の憎悪に取り憑かれて、首を吊ったのだ。 そして、よく知っておいてほしいが、もし私がその場に駆けつけて、彼の首から縄を外し、罠から解放してやらなかったならば、彼は死んでいたところだった。 そして長い間、彼の横にしゃがみ込んでその男をつついては、喉がまだどこか塞がっていないかと心配して、あやしたり、試したりしていたのだ。
τὸ δὲ μάλιστα ὀνῆσαν ἐκεῖνο ἦν, ὅτι ἀμφοτέραις κατασχὼν αὐτοῦ τὰ ἄκρα διεπίεσα. §12Λεξιφάνης
μῶν ἐκεῖνον,
ἦν δʼ ἐγώ,
φὴς Δίωνα τὸν καταπύγονα καὶ λακκοσχέαν, τὸν μύρτωνα καὶ σχινοτρώκταν νεανίσκον, ἀναφλῶντα καὶ βλιμάζοντα, ἤν τινα πεώδη καὶ πόσθωνα αἴσθηται;
そして最も効果があったのは、私が両手で彼の四肢の先を掴んで強く握りしめたことだった」レクシパネス「まさか、お前の言うディオンとは、あの好色でだぶだぶのズボンを履いた、陰毛をむしってマスティックの木をかじる若者のことか」と私は言った、「立派なものを見つけると、自慰をしたりまさぐったりするあの男か。
μίνθων ἐκεῖνός γε καὶ λαικαλέος. ἀλλὰ τοί γε τὴν θεόν,
ἦ δʼ ὃς ὁ Εὔδημος,
θαυμάσας — Ἄρτεμις γάρ ἐστιν αὐτοῖς ἐν μέσῃ τῇ αὐλῇ, Σκοπάδειον ἔργον — ταύτῃ προσπεσόντες ὅ τε Δαμασίας καὶ ἡ γυνὴ αὐτοῦ, πρεσβῦτις ἤδη καὶ τὴν κεφαλὴν πολιὰς ἀκριβῶς, ἱκέτευον ἐλεῆσαι σφᾶς·
奴はまったくのろくでなしで、男娼だぞ」「しかし何はともあれ、あの女神を称えるべきだ」とエウデモスが言った、「というのも、彼らの中庭の真ん中にはアルテミスの像がある。 スコパスの作だ。 その像に、ダマシアスと彼の妻(すでに老女で、頭髪はすっかり真っ白だったが)がすがりついて、自分たちを憐れんでくれるよう懇願したのだ。
ἡ δὲ αὐτίκα ἐπένευσεν, καὶ σῶς ἦν, καὶ νῦν Θεόδωρον, μᾶλλον δὲ περιφανῶς Ἀρτεμίδωρον ἔχουσι τὸν νεανίσκον.
すると女神はすぐに首を縦に振り、若者は無事であった。 そして今や、彼らはあの若者を『神の贈り物』、いや明らかに『アルテミスの贈り物』として取り戻しているのだ。
ἀνέθεσαν οὖν αὐτῇ τά τε ἄλλα καὶ βέλη καὶ τόξα, ὅτι χαίρει τούτοις·
そこで彼らは女神に、他のものに加えて、矢と弓を奉納した。
τοξότις γὰρ καὶ ἑκηβόλος καὶ τηλέμαχος ἡ Ἄρτεμις.
女神がこれらを好むからだ。 というのも、アルテミスは『弓を引く者』『遠くに矢を放つ者』『遠くから戦う者』だからね」