§1Λυκῖνος
Λεξιφάνης ὁ καλὸς μετὰ βιβλίου;
リュキノス美しきレクシパネスが、書物を携えて?
Λεξιφάνης
νὴ Δίʼ, ὦ Λυκῖνε, γράμμα ἐστὶν τητινόν τι τῶν ἐμῶν κομιδῇ νεοχμόν.
レクシパネスそうだとも、リュキノス、私の今年作の著作で、きわめて斬新なものだ。
Λυκῖνος
ἤδη γάρ τι καὶ περὶ αὐχμῶν ἡμῖν γράφεις;
リュキノス何だって、君はもう、私たちのために旱魃について何か書いているのかね?
Λεξιφάνης
οὐ δῆτα, οὐδὲ αὐχμὸν εἶπον, ἀλλὰ ὥρα σοι τὸ ἀρτιγραφὲς οὕτω καλεῖν.
レクシパネスまさか、私は「旱魃」などとは言っていない。 そうではなく、君は最近書かれたものをそのように呼ぶべき時なのだ。
σὺ δὲ κυψελόβυστα ἔοικας ἔχειν τὰ ὦτα.
君は耳に耳垢が詰まっているようだな。
Λυκῖνος
σύγγνωθι, ὦ ἑταῖρε·
リュキノス許してくれ、友よ。
πολὺ γὰρ τοῦ αὐχμοῦ τὸ νεοχμὸν μετέχει.
何しろ「斬新」は「旱魃」と大いに関わりがあるからね。
ἀλλʼ εἰπέ μοι, τίς ὁ νοῦς τῷ συγγράμματι;
ところで教えてくれ、その著作の意図するところは何だね?
Λεξιφάνης
ἀντισυμποσιάζω τῷ Ἀρίστωνος ἐν αὐτῷ.
レクシパネスその中で私はアリストンの息子に対抗して宴を催しているのだ。
Λυκῖνος
πολλοὶ μὲν οἱ Ἀρίστωνες· σὺ δὲ ὅσον ἀπὸ τοῦ συμποσίου τὸν Πλάτωνά μοι ἔδοξας λέγειν.
リュキノスアリストンという名は多くいるが、君は「宴」ということからして、プラトンを指しているように私には思われる。
Λεξιφάνης
ὀρθῶς ἀνέγνως.
レクシパネス正しく読み取ったな。
τὸ δὲ λεγόμενον ὡς ἄλλῳ παντὶ ἀνόητον ἂν ἦν.
言われたことは、他の誰にとっても理解不能だったろう。
Λυκῖνος
οὐκοῦν ὀλίγα μοι αὐτοῦ ἀνάγνωθι τοῦ βιβλίου, ὅπως μὴ παντάπασιν ἀπολειποίμην τῆς ἑστιάσεως·
リュキノスそれなら、私にその書物から少し朗読してくれないか、私がその饗宴から完全に置いてけぼりにされないように。
νέκταρος γάρ τινος ἔοικας οἰνοχοήσειν ἡμῖν ἀπʼ αὐτοῦ.
君はそこから、何やらネクタルのようなものを私たちに注いでくれそうだからね。
Λεξιφάνης
τὸν μὲν εἴρωνα πεδοῖ κατάβαλε·
レクシパネス皮肉屋の態度は地面に投げ捨ててくれ。
σὺ δὲ εὔπορα ποιήσας τὰ ὦτα ἤδη ἄκουε.
そして耳の通りをよくして、今すぐ聴くがよい。
ἀπέστω δὲ ἡ ἐπιβύστρα ἡ Κυψελίς.
キュプセロス的な耳栓は取り去っておくのだぞ。
Λυκῖνος
λέγε θαρρῶν, ὡς ἔμοιγε οὔτε Κύψελός τις οὔτε Περίανδρος ἐν τοῖς ὠσὶν κάθηται.
リュキノス安心して語りたまえ、私にはキュプセロスもペリアンドロスも耳の中に居座ってはいないから。
Λεξιφάνης
σκόπει δὴ μεταξύ, ὅπως διαπεραίνομαι, ὦ Λυκῖνε, τὸν λόγον, εἰ εὔαρχός τέ ἐστι καὶ πολλὴν τὴν εὐλογίαν ἐπιδεικνύμενος καὶ εὔλεξις, ἔτι δὲ εὐώνυμος.
レクシパネスでは、私がこの語りをどのように進めていくか、リュキノス、その間によく観察するがよい。 これが良い滑り出しをしており、豊かな美文を示し、格調高い語り口であり、さらに縁起の良い名を持っているかどうかをね。
Λυκῖνος
ἔοικε τοιοῦτος εἶναι σός γε ὤν.
リュキノス君のものなのだから、きっとそのようなものなのだろう。
ἀλλʼ ἄρξαι ποτέ.
さあ、そろそろ始めてくれ。
§2Λεξιφάνης
εἶτα δειπνήσομεν,
ἦ δ’ ὃς ὁ Καλλικλῆς,
εἶτα τὸ δειλινὸν περιδινησόμεθα ἐν Λυκείῳ, νῦν δὲ ἤδη καιρός ἐστιν χρίεσθαι τὸ ἡλιοκαὲς καὶ πρὸς τὴν εἵλην θέρεσθαι καὶ λουσαμένους ἀρτοσιτεῖν·
レクシパネスそれから私たちは夕食にしよう、とカリクレスは言った、それから夕方にはリュケイオンを散策しよう。 だが今はもう、日焼けした肌に油を塗り、ひなたで身を温め、入浴したうえでパンを食べる時間だ。
καὶ ἤδη γε ἀπιτητέα.
さあ、もう出かけなければ。
σὺ δέ, ὦ παῖ, στλεγγίδα μοι καὶ βύρσαν καὶ φωσώνια καὶ ῥύμματα ναυστολεῖν ἐς τὸ βαλανεῖον καὶ τοὐπίλουτρον κομίζειν·
これ、小僧、肌擦りと、皮袋と、湯上りタオルと、洗浄剤を公衆浴場へ運んでいき、入浴料を持参せよ。
ἔχεις δὲ χαμᾶζε παρὰ τὴν ἐγγυοθήκην δύʼ ὀβολώ.
地上の貴重品箱のそばに二オボロスある。
σὺ δὲ τί καὶ πράξεις, ὦ Λεξίφανες, ἥξεις ἢ ἐλινύσεις ἔτι αὐτόθι;
ところで君はどうするのだ、レクシパネス? 一緒に来るか、それともまだここに留まって休むつもりか?
κἀγώ,
ἦν δὲ ἐγώ,
τρίπαλαι λουτιῶ·
すると私は、と言った、とうの昔から入浴したくてたまらないのだ。
οὐκ εὐπόρως τε γὰρ ἔχω καὶ τὰ ἀμφὶ τὴν τράμιν μαλακίζομαι ἐπʼ ἀστράβης ὀχηθείς.
体の具合が良くないし、鞍に乗せられて運ばれたので会陰のあたりが痛むのだ。
ὁ γὰρ ἀστραβηλάτης ἐπέσπερχεν καίτοι ἀσκωλιάζων αὐτός.
というのも、鞍引きが自分で足をひきずっていながらも、私を急き立てたからだ。
ἀλλὰ καὶ ἐν αὐτῷ οὐκ ἀκμὴς ἦν τῷ ἀγρῷ·
しかし、農場そのものでも私は暇にしていたわけではない。
κατέλαβον γὰρ τοὺς ἐργάτας λιγυρίζοντας τὴν θερινὴν ᾠδήν, τοὺς δὲ τάφον τῷ ἐμῷ πατρὶ κατασκευάζοντας.
私は労働者たちが夏の歌を甲高く歌っているのを見いだし、また別の者たちが私の父のために墓を建設しているのを見出した。
συντυμβωρυχήσας οὖν αὐτοῖς καὶ τοῖς ἀναχοῦσιν τὰ ἄνδηρα καὶ αὐτὸς ὀλίγα συγχειροπονήσας ἐκείνους μὲν διαφῆκα τοῦ τε κρύους ἕνεκα καὶ ὅτι καύματα ἦν·
そこで、彼らと一緒に墓掘り仕事を手伝い、土手を盛り上げている者たちと自ら少しばかり共同作業をした後、寒さのせい、またうだるような暑さであったために彼らを帰らせた。
οἶσθα δὲ ὡς ἐν κρύει σφοδρῷ γίνεται τὰ καύματα.
激しい寒さの中でこそ、うだるような暑さが生じるものだということは君も知っているだろう。
ἐγὼ δὲ περιελθὼν τὰ ἀρώματα σκόροδά τε εὗρον ἐν αὐτοῖς πεφυκότα καὶ γηπαττάλους τινὰς ἀνορύξας καὶ τῶν σκανδίκων καὶ βρακάνων λαχανευσάμενος, ἔτι δὲ κάχρυς πριάμενος — οὔπω δὲ οἱ λειμῶνες ἀνθοσμίαι ἦσαν, ὡς αὐτοποδητὶ βαδίζειν — ἀνατεθεὶς ἐπὶ τὴν ἀστράβην ἐδάρην τὸν ὄρρον·
そして私は耕作地を歩き回り、そこにニンニクが生えているのを見つけ、野良人参をいくつか掘り起こし、ワイルドチャービルや野草を採集し、さらに煎り麦を買い求めた。 草原はまだ、素足で歩けるほどには花の香りで満ちてはおらず、そのため鞍の上に乗せられ、私は臀部の皮をむいてしまったのだ。
καὶ νῦν βαδίζω τε ὀδυνηρῶς καὶ ἰδίω θαμὰ καὶ μαλακιῶ τὸ σῶμα καὶ δέομαι διανεῦσαι ἐν τῷ ὕδατι ἐπὶ πλεῖστον·
それで今や私は痛みに耐えながら歩き、頻繁に汗をかき、体が弱っており、水の中でできるだけ長く泳ぎ回ることを必要としている。
χαίρω δὲ μετὰ κάματον ἀπολούμενος.
労働の後に身を洗い流すのは実に嬉しいものだ。
§3Λεξιφάνης
ἀποθρέξομαι οὖν καὶ αὐτὸς ὡς τὸν παῖδα, ὃν εἰκὸς ἢ παρὰ τῇ λεκιθοπώλιδι ἢ παρὰ τῷ γρυμαιοπώλῃ με περιμένειν·
レクシパネスだから私も自分の奴隷のところへ走って戻ろう。 彼はスープ売り女か、あるいはガラクタ売りのそばで私を待っているはずだ。
καίτοι προηγόρευτο αὐτῷ ἐπὶ τὰ γέλγη ἀπαντᾶν.
もっとも、甘菓子売り場で落ち合うようにあらかじめ命じておいたのだがね。
ἀλλʼ εἰς καιρὸν οὑτοσὶ αὐτὸς ἐμπολήσας γε, ὡς ὁρῶ, πυριάτην τέ τινα καὶ ἐγκρυφίας καὶ γήτεια καὶ φύκας καὶ οἶβον τουτονὶ καὶ λωγάνιον καὶ τοῦ βοὸς τὸ πολύπτυχον ἔγκατον καὶ φώκτας.
おや、ちょうどいいところに彼自身がやって来た。 私の見る限り、初乳プリンに、灰焼きパン、ニラ、海藻、この胃袋、肉垂、牛の百葉、それに焼き菓子を買い込んできたようだ。
εὖ γε, ὦ Ἀττικίων, ὅτι μοι ἄβατον ἐποίησας τὸ πολὺ τῆς ὁδοῦ.
見事だぞ、アッティカっ子よ。 お前のおかげで、私は道のりの大半を歩かずに済んだぞ。
ἐγὼ δέ,
ἦ δʼ ὅς,
σίλλος, ὦ δέσποτα, γεγένημαι σὲ περιορῶν.
すると彼が、と言った、私は、旦那様、旦那様を目で探しまわって、目がかすんでしまいました。
σὺ δὲ ποῦ χθὲς ἐδείπνεις;
昨日はどこで夕食を召し上がったのですか。
μῶν παρὰ Ὀνομακρίτῳ;
まさかオノマクリトスのところでは?
οὔ, μὰ Δίʼ. ἦν δʼ ἐγώ,
ἀλλʼ ἀγρόνδε ᾠχόμην ψύττα κατατείνας·
いや、とんでもない、と私は言った、私は「しっしっ」と急き立てて農地へと出かけていたのだ。
οἶσθα δὲ ὡς φίλαγρός εἰμι.
私がどれほど農地好きか、お前も知っていよう。
ὑμεῖς δὲ ἴσως ᾤεσθέ με λαταγεῖν κοττάβους.
お前たちは、私がコッタボスでワインの滴を飛ばして遊んでいるとでも思ったのだろう。
ἀλλʼ εἰσιὼν ταῦτά τε καὶ τὰ ἄλλα ἡδύνειν καὶ τὴν κάρδοπον σμῆν, ὡς θριδακίνας μάττοιτε ἡμῖν.
さあ、中に入って、これらや他のものを味付けし、捏ね桶を拭いて、私たちのためにレタス入りのパンを捏ねるのだ。