§36καὶ ἐπειδὴ ἡ σελήνη ἀνέτελλεν — ἔδει γὰρ κἀκείνην θεάσασθαι τὸ κάλλιστον τοῦτο ἔργον — πρόεισιν ἐκεῖνος ἐσκευασμένος ἐς τὸν ἀεὶ τρόπον καὶ ξὺν αὐτῷ τὰ τέλη τῶν κυνῶν, καὶ μάλιστα ὁ γεννάδας ὁ ἐκ Πατρῶν, δᾷδα ἔχων, οὐ φαῦλος δευτεραγωνιστής·
そして月が昇り始めたとき――というのも、月もまたこの最も美しい行為を見届けねばならなかったからである――彼はいつも通りの格好で進み出た。 そして彼とともにキニコス派の重鎮たち、とりわけ松明を手にしたパトライ出身のあの高貴な男が同行したが、彼はなかなかの名脇役であった。
ἐδᾳδοφόρει δὲ καὶ ὁ Πρωτεύς.
プロテウス自身も松明を掲げていた。
καὶ προσελθόντες ἄλλος ἀλλαχόθεν ἀνῆψαν τὸ πῦρ μέγιστον ἅτε ἀπὸ δᾴδων καὶ φρυγάνων.
そして人々があちこちから近づいてきて、松明や柴が材料であったため、非常に大きな火を燃え立たせた。
ὁ δέ — καί μοι πάνυ ἤδη πρόσεχε τὸν νοῦν — ἀποθέμενος τὴν πήραν καὶ τὸ τριβώνιον καὶ τὸ Ἡράκλειον ἐκεῖνο ῥόπαλον, ἔστη ἐν ὀθόνῃ ῥυπώσῃ ἀκριβῶς.
一方、彼は――ここからは本当に注意深く聞いてほしい――頭陀袋と粗末な外套、そしてあのヘラクレスの棍棒を脇に置くと、すっかり汚れた下着一枚で立った。
εἶτα ᾔτει λιβανωτόν, ὡς ἐπιβάλοι ἐπὶ τὸ πῦρ, καὶ ἀναδόντος τινὸς ἐπέβαλέν τε καὶ εἶπεν ἐς τὴν μεσημβρίαν ἀποβλέπων — καὶ γὰρ καὶ τοῦτʼ αὐτὸ πρὸς τὴν τραγῳδίαν ἦν, ἡ μεσημβρία —
δαίμονες μητρῷοι καὶ πατρῷοι, δέξασθέ με εὐμενεῖς. ταῦτα εἰπὼν ἐπήδησεν ἐς τὸ πῦρ, οὐ μὴν ἑωρᾶτό γε, ἀλλὰ περιεσχέθη ὑπὸ τῆς φλογὸς πολλῆς ἠρμένης.
それから彼は、火に投げ入れるために乳香を求め、誰かがそれを手渡すと、それを火に投げ入れて、南の方向を見つめながら言った。 ――というのも、この南を向くということ自体も、彼らの悲劇の演出に適っていたからである―― 「母方および父方の神々よ、私を好意的に受け入れたまえ」こう言って彼は火の中に飛び込んだ。 しかし、彼はもはや見えなくなった。 高く立ち上った多くの炎に包まれたからである。
§37αὖθις ὁρῶ γελῶντά σε, ὦ καλὲ Κρόνιε, τὴν καταστροφὴν τοῦ δράματος.
クロニオスよ、君がこの芝居の結末を笑っているのが、私には再び目に見えるようだ。
ἐγὼ δὲ τοὺς μητρῴους μὲν δαίμονας ἐπιβοώμενον μὰ τὸν Δίʼ οὐ σφόδρα ᾐτιώμην·
しかし私は、彼が母方の神々を呼び求めたことについては、ゼウスにかけて、それほど責めはしなかった。
ὅτε δὲ καὶ τοὺς πατρῴους ἐπεκαλέσατο, ἀναμνησθεὶς τῶν περὶ τοῦ φόνου εἰρημένων οὐδὲ κατέχειν ἠδυνάμην τὸν γέλωτα.
だが、彼が父方の神々をも呼び求めたときには、父親殺しについて語られていたことを思い出し、笑いをこらえることさえできなかった。
οἱ Κυνικοὶ δὲ περιστάντες τὴν πυρὰν οὐκ ἐδάκρυον μέν, σιωπῇ δὲ ἐνεδείκνυντο λύπην τινὰ εἰς τὸ πῦρ ὁρῶντες, ἄχρι δὴ ἀποπνιγεὶς ἐπʼ αὐτοῖς,
ἀπίωμεν,
φημί,
ὦ μάταιοι·
一方、キニコス派の者たちは火葬の薪を囲んで立っていたが、涙は流さず、静かに火を見つめて何らかの悲しみを示していた。 ついに私は彼らの様子にうんざりして言った。 「立ち去ろう、愚か者たちよ。
οὐ γὰρ ἡδὺ τὸ θέαμα ὠπτημένον γέροντα ὁρᾶν κνίσης ἀναπιμπλαμένους πονηρᾶς.
焼かれた老人を見るのは愉快な見せ物ではないし、不快な煙を浴びるのも御免だ。
ἢ περιμένετε ἔστʼ ἂν γραφεύς τις ἐπελθὼν ἀπεικάσῃ ὑμᾶς οἵους τοὺς ἐν τῷ δεσμωτηρίῳ ἑταίρους τῷ Σωκράτει παραγράφουσιν;
それとも、画家がやって来て、牢獄の中でソクラテスを取り囲む仲間たちのように君たちを描き写すのを待っているのか?
ἐκεῖνοι μὲν οὖν ἠγανάκτουν καὶ ἐλοιδοροῦντό μοι, ἔνιοι δὲ καὶ ἐπὶ τὰς βακτηρίας ᾖξαν.
」そこで彼らは憤慨し、私を罵った。 中には杖を振り上げる者さえいた。
εἶτα, ἐπειδὴ ἠπείλησα ξυναρπάσας τινὰς ἐμβαλεῖν εἰς τὸ πῦρ, ὡς ἂν ἕποιντο τῷ διδασκάλῳ, ἐπαύσαντο καὶ εἰρήνην ἦγον.
しかし、私が数人をひっ捕らえて、師の後を追わせるために火の中に投げ込んでやると脅すと、彼らはそれをやめて静かになった。
§38ἐγὼ δὲ ἐπανιὼν ποικίλα, ὦ ἑταῖρε, πρὸς ἐμαυτὸν ἐνενόουν, τὸ φιλόδοξον οἷόν τί ἐστιν ἀναλογιζόμενος, ὡς μόνος οὗτος ὁ ἔρως ἄφυκτος καὶ τοῖς πάνυ θαυμαστοῖς εἶναι δοκοῦσιν, οὐχ ὅπως ἐκείνῳ τἀνδρὶ καὶ τἄλλα ἐμπλήκτως καὶ ἀπονενοημένως βεβιωκότι καὶ οὐκ ἀναξίως τοῦ πυρός.
友よ、私は帰り道、実にさまざまなことを独り考え、名声への執着とはいかなるものであるかを思い巡らせていた。 いかにこの情念だけが、極めて感嘆すべき人物と思われる人々にとってさえ、逃れがたいものであるか。 ましてや、生涯を他の点でも気まぐれに、また狂気じみて生きてきて、火に焼かれるに十分値するあの男にとっては、なおさらである。
§39εἶτα ἐνετύγχανον πολλοῖς ἀπιοῦσιν ὡς θεάσαιντο καὶ αὐτοί·
それから、自分たちもそれを見ようと向かってくる多くの人々に遭遇した。
ᾤοντο γὰρ ἔτι καταλήψεσθαι ζῶντα αὐτόν.
彼らは彼がまだ生きているうちに間に合うと思っていたのである。
καὶ γὰρ καὶ τόδε τῇ προτεραίᾳ διεδέδοτο ὡς πρὸς ἀνίσχοντα τὸν ἥλιον ἀσπασάμενος, ὥσπερ ἀμέλει καὶ τοὺς Βραχμᾶνάς φασι ποιεῖν, ἐπιβήσεται τῆς πυρᾶς.
というのも、前日には、彼が昇る太陽に挨拶をしてから、ちょうどあのブラフマンたちが行うと言われているように、火葬の薪に登るだろう、という噂が広まっていたからである。
ἀπέστρεφον δʼ οὖν τοὺς πολλοὺς αὐτῶν λέγων ἤδη τετελέσθαι τὸ ἔργον, οἷς μὴ καὶ τοῦτʼ αὐτὸ περισπούδαστον ἦν, κἂν αὐτὸν ἰδεῖν τὸν τόπον καί τι λείψανον καταλαμβάνειν τοῦ πυρός.
そこで私は、すでに事は終わったと告げて、彼らの多くを引き返させた。 ただし、その場所自体を見ることや、火の残骸をいくらかでも手に入れることさえも切望しているような者たちは別であったが。
ἔνθα δή, ὦ ἑταῖρε, μυρία πράγματα εἶχον ἅπασι διηγούμενος καὶ ἀνακρίνουσιν καὶ ἀκριβῶς ἐκπυνθανομένοις.
そこで、友よ、質問を浴びせかけ、詳しく聞き出そうとするすべての人々に対して、私は説明するのにひどく骨を折った。
εἰ μὲν οὖν ἴδοιμί τινα χαρίεντα, ψιλὰ ἂν ὥσπερ σοὶ τὰ πραχθέντα διηγούμην, πρὸς δὲ τοὺς βλᾶκας καὶ πρὸς τὴν ἀκρόασιν κεχηνότας ἐτραγῴδουν τι παρʼ ἐμαυτοῦ, ὡς ἐπειδὴ ἀνήφθη μὲν ἡ πυρά, ἐνέβαλεν δὲ φέρων ἑαυτὸν ὁ Πρωτεύς, σεισμοῦ πρότερον μεγάλου γενομένου σὺν μυκηθμῷ τῆς γῆς, γὺψ ἀναπτάμενος ἐκ μέσης τῆς φλογὸς οἴχοιτο ἐς τὸν οὐρανὸν ἀνθρωπιστὶ μεγάλῃ τῇ φωνῇ λέγων
"ἔλιπον γᾶν, βαίνω δʼ ἐς Ὄλυμπον. "
ἐκεῖνοι μὲν οὖν ἐτεθήπεσαν καὶ προσεκύνουν ὑποφρίττοντες καὶ ἀνέκρινόν με πότερον πρὸς ἕω ἢ πρὸς δυσμὰς ἐνεχθείη ὁ γύψ·
もし知的な人に出会ったなら、君に対してしたように、起こった事実をありのままに語ったものだった。 しかし、愚か者たちや、話を聞こうと口を開けて待っている者たちに対しては、私は自分の中で作り話を交えて語った。 すなわち、火が燃え上がったとき、プロテウスは身を投じたが、その前に地鳴りを伴う大地震が起こり、炎の真んから一羽のハゲワシが飛び立って天へと向かい、人間の言葉で大きな声を上げてこう言った、と。 「私は地を去り、オリンポスへと進む」すると彼らは驚嘆し、身震いしながら拝み、ハゲワシが東と西のどちらに向けて飛んで行ったのかを私に問い質した。
ἐγὼ δὲ τὸ ἐπελθὸν ἀπεκρινάμην αὐτοῖς.
私は頭に浮かんだことを彼らに答えてやった。