Humanitext Reader

琉善 · 佩雷格里努斯之死 §36-39

普罗透斯的自焚与飞天秃鹰的捏造传说

第 8 段,共 9 段 · 希腊语

内容简介

普罗透斯跳入火中自焚身亡。回程路上,吕西安嘲讽了围观的犬儒派信徒,并向围拢过来打听消息的愚蠢民众编造了一个“秃鹰飞天”的荒诞故事,而民众竟然信以为真。

§36καὶ ἐπειδὴ ἡ σελήνη ἀνέτελλεν — ἔδει γὰρ κἀκείνην θεάσασθαι τὸ κάλλιστον τοῦτο ἔργον — πρόεισιν ἐκεῖνος ἐσκευασμένος ἐς τὸν ἀεὶ τρόπον καὶ ξὺν αὐτῷ τὰ τέλη τῶν κυνῶν, καὶ μάλιστα ὁ γεννάδας ὁ ἐκ Πατρῶν, δᾷδα ἔχων, οὐ φαῦλος δευτεραγωνιστής· ἐδᾳδοφόρει δὲ καὶ ὁ Πρωτεύς.
当月亮升起时——因为她也必须目睹这最壮丽的壮举——他身着一贯的装装束走上前来,与他同行的还有犬儒派的头目们,尤其是那位来自帕特赖的贵人,手持火炬,是个相当不错的配角;而普罗透斯本人也举着火炬。
καὶ προσελθόντες ἄλλος ἀλλαχόθεν ἀνῆψαν τὸ πῦρ μέγιστον ἅτε ἀπὸ δᾴδων καὶ φρυγάνων.
人们从四面八方走近,用火把和干柴点燃了一堆熊熊大火。
ὁ δέ — καί μοι πάνυ ἤδη πρόσεχε τὸν νοῦν — ἀποθέμενος τὴν πήραν καὶ τὸ τριβώνιον καὶ τὸ Ἡράκλειον ἐκεῖνο ῥόπαλον, ἔστη ἐν ὀθόνῃ ῥυπώσῃ ἀκριβῶς.
而他——现在请务必仔细听我说——放下了他的皮袋、粗布斗篷和那根赫拉克勒斯式的木棍,只穿一件极其肮脏的麻布内衣站着。
εἶτα ᾔτει λιβανωτόν, ὡς ἐπιβάλοι ἐπὶ τὸ πῦρ, καὶ ἀναδόντος τινὸς ἐπέβαλέν τε καὶ εἶπεν ἐς τὴν μεσημβρίαν ἀποβλέπων — καὶ γὰρ καὶ τοῦτʼ αὐτὸ πρὸς τὴν τραγῳδίαν ἦν, ἡ μεσημβρία — δαίμονες μητρῷοι καὶ πατρῷοι, δέξασθέ με εὐμενεῖς.
接着,他要了乳香,以便投进火里;有人递给他后,他便将乳香投了进去,望着南方说道——因为面向南方这本身也是这场悲剧的一部分: “母亲与父亲的守护神啊,请慈悲地接纳我吧。
ταῦτα εἰπὼν ἐπήδησεν ἐς τὸ πῦρ, οὐ μὴν ἑωρᾶτό γε, ἀλλὰ περιεσχέθη ὑπὸ τῆς φλογὸς πολλῆς ἠρμένης.
” 说完这话,他便跳进了火中。 然而,他立刻就看不见了,因为他已被升腾起的巨大火焰所包围。
§37αὖθις ὁρῶ γελῶντά σε, ὦ καλὲ Κρόνιε, τὴν καταστροφὴν τοῦ δράματος.
克罗尼乌斯啊,我仿佛又看到你在为这出戏剧的结局而发笑了。
ἐγὼ δὲ τοὺς μητρῴους μὲν δαίμονας ἐπιβοώμενον μὰ τὸν Δίʼ οὐ σφόδρα ᾐτιώμην· ὅτε δὲ καὶ τοὺς πατρῴους ἐπεκαλέσατο, ἀναμνησθεὶς τῶν περὶ τοῦ φόνου εἰρημένων οὐδὲ κατέχειν ἠδυνάμην τὸν γέλωτα.
对我而言,凭宙斯起誓,我并没有太指责他呼唤母亲的守护神;但当他连父亲的守护神也一起呼唤时,我想起关于他弑父的传言,简直忍不住笑出声来。
οἱ Κυνικοὶ δὲ περιστάντες τὴν πυρὰν οὐκ ἐδάκρυον μέν, σιωπῇ δὲ ἐνεδείκνυντο λύπην τινὰ εἰς τὸ πῦρ ὁρῶντες, ἄχρι δὴ ἀποπνιγεὶς ἐπʼ αὐτοῖς, ἀπίωμεν, φημί, ὦ μάταιοι·
而围在火堆旁的犬儒派信徒们虽然没有流泪,却默默地注视着大火,显露出某种悲哀。 直到我实在对他们感到厌烦,便说道: “我们走吧,糊涂虫们。
οὐ γὰρ ἡδὺ τὸ θέαμα ὠπτημένον γέροντα ὁρᾶν κνίσης ἀναπιμπλαμένους πονηρᾶς.
看着一个被烤熟的老头子并不是什么令人愉悦的景象,而且我们还会沾上一身难闻的焦肉味。
ἢ περιμένετε ἔστʼ ἂν γραφεύς τις ἐπελθὼν ἀπεικάσῃ ὑμᾶς οἵους τοὺς ἐν τῷ δεσμωτηρίῳ ἑταίρους τῷ Σωκράτει παραγράφουσιν;
还是说,你们在等着某个画家来,把你们画得就像在监狱里陪伴苏格拉底的那些同伴一样?
ἐκεῖνοι μὲν οὖν ἠγανάκτουν καὶ ἐλοιδοροῦντό μοι, ἔνιοι δὲ καὶ ἐπὶ τὰς βακτηρίας ᾖξαν.
” 于是他们愤怒起来,对我破口大骂,有几个人甚至冲过去拿他们的手杖。
εἶτα, ἐπειδὴ ἠπείλησα ξυναρπάσας τινὰς ἐμβαλεῖν εἰς τὸ πῦρ, ὡς ἂν ἕποιντο τῷ διδασκάλῳ, ἐπαύσαντο καὶ εἰρήνην ἦγον.
后来,我威胁说要揪住几个把他们也扔进火里,好让他们能追随师尊,他们这才作罢,安静了下来。
§38ἐγὼ δὲ ἐπανιὼν ποικίλα, ὦ ἑταῖρε, πρὸς ἐμαυτὸν ἐνενόουν, τὸ φιλόδοξον οἷόν τί ἐστιν ἀναλογιζόμενος, ὡς μόνος οὗτος ὁ ἔρως ἄφυκτος καὶ τοῖς πάνυ θαυμαστοῖς εἶναι δοκοῦσιν, οὐχ ὅπως ἐκείνῳ τἀνδρὶ καὶ τἄλλα ἐμπλήκτως καὶ ἀπονενοημένως βεβιωκότι καὶ οὐκ ἀναξίως τοῦ πυρός.
朋友,在回去的路上,我一路上思绪万千,在心中琢磨着好名之心究竟是怎样的一种东西。 它是如何成为唯一一种连那些被认为极度令人钦佩的人也无法逃脱的狂热,更不用说那个在其他方面都活得任性且疯狂、被火烧死也是死得其所的家伙了。
§39εἶτα ἐνετύγχανον πολλοῖς ἀπιοῦσιν ὡς θεάσαιντο καὶ αὐτοί· ᾤοντο γὰρ ἔτι καταλήψεσθαι ζῶντα αὐτόν.
随后,我遇到了许多正往那儿赶去想亲眼看看的人;因为他们以为还能赶上他活着的时候。
καὶ γὰρ καὶ τόδε τῇ προτεραίᾳ διεδέδοτο ὡς πρὸς ἀνίσχοντα τὸν ἥλιον ἀσπασάμενος, ὥσπερ ἀμέλει καὶ τοὺς Βραχμᾶνάς φασι ποιεῖν, ἐπιβήσεται τῆς πυρᾶς.
原来在前一天,就传出了这样的谣言:他将在迎着朝阳致敬后——就像人们说婆罗门行者所做的那样——登上火刑堆。
ἀπέστρεφον δʼ οὖν τοὺς πολλοὺς αὐτῶν λέγων ἤδη τετελέσθαι τὸ ἔργον, οἷς μὴ καὶ τοῦτʼ αὐτὸ περισπούδαστον ἦν, κἂν αὐτὸν ἰδεῖν τὸν τόπον καί τι λείψανον καταλαμβάνειν τοῦ πυρός.
于是我劝阻了他们中的大多数人,说事情已经结束了,除非对那些连看一眼场地、捡一点火堆残余也极度渴望的人而言。
ἔνθα δή, ὦ ἑταῖρε, μυρία πράγματα εἶχον ἅπασι διηγούμενος καὶ ἀνακρίνουσιν καὶ ἀκριβῶς ἐκπυνθανομένοις.
在那里,朋友,我真是费尽了口舌,对每一个向我询问、详细打听的人解释。
εἰ μὲν οὖν ἴδοιμί τινα χαρίεντα, ψιλὰ ἂν ὥσπερ σοὶ τὰ πραχθέντα διηγούμην, πρὸς δὲ τοὺς βλᾶκας καὶ πρὸς τὴν ἀκρόασιν κεχηνότας ἐτραγῴδουν τι παρʼ ἐμαυτοῦ, ὡς ἐπειδὴ ἀνήφθη μὲν ἡ πυρά, ἐνέβαλεν δὲ φέρων ἑαυτὸν ὁ Πρωτεύς, σεισμοῦ πρότερον μεγάλου γενομένου σὺν μυκηθμῷ τῆς γῆς, γὺψ ἀναπτάμενος ἐκ μέσης τῆς φλογὸς οἴχοιτο ἐς τὸν οὐρανὸν ἀνθρωπιστὶ μεγάλῃ τῇ φωνῇ λέγων "ἔλιπον γᾶν, βαίνω δʼ ἐς Ὄλυμπον.
如果我遇到一个有教养的人,我就会像对你一样,平实地叙述所发生的事实;但对于那些张大嘴巴等着听故事的傻子们,我便自己加了些戏剧色彩,说道:当火刑堆点燃、普罗透斯纵身跳入时,先是发生了一场伴随着地鸣的大地震,接着一只秃鹰从火焰中心飞起,飞向天空,并用洪亮的人类声音说道: “我已离开大地,我正前往奥林匹斯。
" ἐκεῖνοι μὲν οὖν ἐτεθήπεσαν καὶ προσεκύνουν ὑποφρίττοντες καὶ ἀνέκρινόν με πότερον πρὸς ἕω ἢ πρὸς δυσμὰς ἐνεχθείη ὁ γύψ· ἐγὼ δὲ τὸ ἐπελθὸν ἀπεκρινάμην αὐτοῖς.
” 那些人听了,惊讶得直发抖,纷纷顶礼膜拜,还追问我那只秃鹰是飞向了东方还是西方;而我则用脑子里蹦出来的任何瞎话回答了他们。

词汇与语法注释

  1. 36τὰ τέλη τῶν κυνῶν — 意为“犬儒派的首领们”或“犬儒派的权威”。单词 τὰ τέλη 通常表示“官职”、“官方”或“领导层”,在这里带有讽刺和夸张的意味,用来指代犬儒学派(κύνες)的主要成员。
  2. 37ἀποπνιγεὶς ἐπʼ αὐτοῖς — 字面意思是“由于他们而窒息”。这里具有双重含义:既指身体上被火刑堆的烟雾呛到,也指隐喻上对犬儒派信徒的愚蠢行为感到“窒息”或“厌恶至极”。在此主要表达说话者对他们态度的厌烦。
  3. 38οὐχ ὅπως ἐκείνῳ τἀνδρὶ ... καὶ οὐκ ἀναξίως τοῦ πυρός — 短语 οὐ样 ὅπως 意为“更不用说”或“遑论”,连接了前一分句(“即使是对那些看似令人钦佩的人也无法逃脱”),表示该情况对该男子而言更是如此。双重否定 οὐκ ἀναξίως(“非不配”)起到强烈的肯定作用,意即他完全配得上被火烧死。
  4. 39ὡς ἐπειδὴ ἀνήφθη μὲν ἡ πυρά ... οἴχοιτο — 希求法动词 οἴχοιτο 用于由主句动词 ἐτραγῴδουν(表示过去重复动作的未完成过去时)引导的 ὡς 间接引语从句中(即间接引语希求法 optativus obliquus),表明这是叙述者向人群讲述的虚构故事的内容。

引用这一段

琉善, 佩雷格里努斯之死 §36-39. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg042.humanitext-grc2:36-39

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。