§40ἀπελθὼν δὲ ἐς τὴν πανήγυριν ἐπέστην τινὶ πολιῷ ἀνδρὶ καὶ νὴ τὸν Δίʼ ἀξιοπίστῳ τὸ πρόσωπον ἐπὶ τῷ πώγωνι καὶ τῇ λοιπῇ σεμνότητι, τά τε ἄλλα διηγουμένῳ περὶ τοῦ Πρωτέως καὶ ὡς μετὰ τὸ καυθῆναι θεάσαιτο αὐτὸν ἐν λευκῇ ἐσθῆτι μικρὸν ἔμπροσθεν, καὶ νῦν ἀπολίποι περιπατοῦντα φαιδρὸν ἐν τῇ ἑπταφώνῳ στοᾷ κοτίνῳ τε ἐστεμμένον.
そして私が祭りの集まりの方へ戻って行くと、一人の白髪の、そしてゼウスにかけて、その髭やその他の威厳ある雰囲気から信頼できそうな顔立ちをした男のそばに立ち止まった。 彼はプロテウスについて他のさまざまなことを語っており、彼が焼かれた後に、少し前に白い衣をまとった彼を目撃したこと、そして今は「七声の柱廊」を晴れやかな様子で野生のオリーブの冠を戴いて歩いているのを残してきたところだと語っていた。
εἶτʼ ἐπὶ πᾶσι προσέθηκε τὸν γῦπα, διομνύμενος ἦ μὴν αὐτὸς ἑωρακέναι ἀναπτάμενον ἐκ τῆς πυρᾶς, ὃν ἐγὼ μικρὸν ἔμπροσθεν ἀφῆκα πέτεσθαι καταγελῶντα τῶν ἀνοήτων καὶ βλακικῶν τὸν τρόπον.
そして彼はこれらすべての話の仕上げとしてあのハゲワシを付け加え、自ら火葬の薪から飛び立つ姿を確かに見たと誓って主張した。 そのハゲワシとは、私が少し前に、分別のない愚か者たちの性質を嘲笑うために、飛ばせてやったあのハゲワシであった。
§41ἐννόει τὸ λοιπὸν οἷα εἰκὸς ἐπʼ αὐτῷ γενήσεσθαι, ποίας μὲν οὐ μελίττας ἐπιστήσεσθαι ἐπὶ τὸν τόπον, τίνας δὲ τέττιγας οὐκ ἐπᾴσεσθαι, τίνας δὲ κορώνας οὐκ ἐπιπτήσεσθαι καθάπερ ἐπὶ τὸν Ἡσιόδου τάφον, καὶ τὰ τοιαῦτα.
これからは彼の身にどのようなことが起こるのが自然であるか、想像してみてほしい。 その場所には、いかなる蜜蜂が舞い降りず、いかなる蝉が歌わず、いかなるカラスが、ちょうどヘシオドスの墓の時のように、飛んで来ないだろうか。
εἰκόνας μὲν γὰρ παρά τε Ἠλείων αὐτῶν παρά τε τῶν ἄλλων Ἑλλήνων, οἷς καὶ ἐπεσταλκέναι ἔλεγεν, αὐτίκα μάλα οἶδα πολλὰς ἀναστησομένας.
肖像彫刻にしても、エリス人たち自身からも、また他のギリシア人たちからも――彼らに対しては書簡を送ったと彼は言っていたが――すぐにでも多くのものが建てられるだろうことを私はよく知っている。
φασὶ δὲ πάσαις σχεδὸν ταῖς ἐνδόξοις πόλεσιν ἐπιστολὰς διαπέμψαι αὐτόν, διαθήκας τινὰς καὶ παραινέσεις καὶ νόμους· καί τινας ἐπὶ τούτῳ πρεσβευτὰς τῶν ἑταίρων ἐχειροτόνησεν, νεκραγγέλους καὶ νερτεροδρόμους προσαγορεύσας.
また、彼がほとんどすべての著名な都市に、遺言や勧告や律法のような書簡を送り、そのために仲間の中から使者たちを選出し、彼らを「死者の使者」や「冥界の飛脚」と名付けたと言われている。
§42τοῦτο τέλος τοῦ κακοδαίμονος Πρωτέως ἐγένετο, ἀνδρός, ὡς βραχεῖ λόγῳ περιλαβεῖν, πρὸς ἀλήθειαν μὲν οὐδεπώποτε ἀποβλέψαντος, ἐπὶ δόξῃ δὲ καὶ τῷ παρὰ τῶν πολλῶν ἐπαίνῳ ἅπαντα εἰπόντος ἀεὶ καὶ πράξαντος, ὡς καὶ εἰς πῦρ ἁλέσθαι, ὅτε μηδὲ ἀπολαύειν τῶν ἐπαίνων ἔμελλεν ἀναίσθητος αὐτῶν γενόμενος.
これが哀れなプロテウスの最期であった。 彼は、一言でまとめれば、真実には一度も目を向けず、ただ世評と大衆からの称賛のために常にすべてのことを語り、行い、ついには火の中に飛び込みさえした男であった。 そのとき、彼はそれらの称賛を感知しなくなるため、その称賛を享受することもできないはずであったのに。
§43ἓν ἔτι σοι προσδιηγησάμενος παύσομαι, ὡς ἔχῃς ἐπὶ πολὺ γελᾶν.
さらにもう一つだけ君に付け加えて語ってから、私は話を終えよう。 君が長く笑っていられるように。
ἐκεῖνα μὲν γὰρ πάλαι οἶσθα, εὐθὺς ἀκούσας μου ὅτε ἥκων ἀπὸ Συρίας διηγούμην ὡς ἀπὸ Τρῳάδος συμπλεύσαιμι αὐτῷ καὶ τήν τε ἄλλην τὴν ἐν τῷ πλῷ τρυφὴν καὶ τὸ μειράκιον τὸ ὡραῖον ὃ ἔπεισε κυνίζειν ὡς ἔχοι τινὰ καὶ αὐτὸς Ἀλκιβιάδην, καὶ ὡς ἐπεὶ ταραχθείημεν τῆς νυκτὸς ἐν μέσῳ τῷ Αἰγαίῳ γνόφου καταβάντος καὶ κῦμα παμμέγεθες ἐγείραντος ἐκώκυε μετὰ τῶν γυναικῶν ὁ θαυμαστὸς καὶ θανάτου κρείττων εἶναι δοκῶν.
というのも、あのことはすでに君もよく知っているからだ。 私がシリアから戻ってきて、トロアスから彼と同船した時のこと、航海中彼が施したその他の贅沢、そして自分もまたアルキビアデスのような者を身近に置けるようにと、キニコス派の生活に入るよう説得したあの年頃の美しい若者について、そして、夜中にエーゲ海のただ中で嵐が襲ってきて巨大な波が巻き起こった時、この感嘆すべき、死よりも強いと思われていた男が女たちと一緒に泣き叫んでいたことを私が語ったのを、君はすぐに聞いたのだから。
§44ἀλλὰ μικρὸν πρὸ τῆς τελευτῆς, πρὸ ἐννέα σχεδόν που ἡμερῶν, πλεῖον, οἶμαι, τοῦ ἱκανοῦ ἐμφαγὼν ἤμεσέν τε τῆς νυκτὸς καὶ ἑάλω πυρετῷ μάλα σφοδρῷ.
だが、最期の少し前、およそ九日ほど前に、彼は、思うに十分すぎるほど食べたために、夜中に嘔吐し、非常に激しい熱病にかかった。
ταῦτα δέ μοι Ἀλέξανδρος ὁ ἰατρὸς διηγήσατο μετακληθεὶς ὡς ἐπισκοπήσειεν αὐτόν.
このことを、診察のために呼び出された医者のアレクサンドロスが私に語ってくれた。
ἔφη οὖν καταλαβεῖν αὐτὸν χαμαὶ κυλιόμενον καὶ τὸν φλογμὸν οὐ φέροντα καὶ ψυχρὸν αἰτοῦντα πάνυ ἐρωτικῶς, ἑαυτὸν δὲ μὴ δοῦναι.
彼が言うには、プロテウスは地面を転げ回り、熱さに耐えかねて、ひどく熱烈に冷たい水を求めていたが、自分はそれを与えなかった。
καίτοι εἰπεῖν ἔφη πρὸς αὐτὸν ὡς εἰ πάντως θανάτου δέοιτο, ἥκειν αὐτὸν ἐπὶ τὰς θύρας αὐτόματον, ὥστε καλῶς ἔχειν ἕπεσθαι μηδὲν τοῦ πυρὸς δεόμενον·
それどころか、彼はプロテウスにこう言ったという。 もしどうしても死を望むなら、死の方から自然と彼の門口にやって来ているのだから、火など必要とせず、そのまま死に従えば都合が良いのではないか、と。
τὸν δʼ αὖ φάναι,
ἀλλʼ οὐχ ὁμοίως ἔνδοξος ὁ τρόπος γένοιτʼ ἂν, πᾶσιν κοινὸς ὤν. §45ταῦτα μὲν ὁ Ἀλέξανδρος.
すると彼はこう答えたそうだ。 「だが、それでは誰もが同じように死ぬのだから、同じように名誉ある最期にはならないだろう」これがアレクサンドロスの語ったことだ。
ἐγὼ δὲ οὐδʼ αὐτὸς πρὸ πολλῶν ἡμερῶν εἶδον αὐτὸν ἐγκεχρισμένον, ὡς ἀποδακρύσειε τῷ δριμεῖ φαρμάκῳ.
私自身も、最期の数日前に、彼が目薬を塗っているのを見た。 その刺激の強い薬で涙を流すためだった。
ὁρᾷς;
お分かりだろうか。
οὐ πάνυ τοὺς ἀμβλυωποῦντας ὁ Αἰακὸς παραδέχεται.
アイアコスは目がかすんだ者を喜んで迎え入れはしない。
ὅμοιον ὡς εἴ τις ἐπὶ σταυρὸν ἀναβήσεσθαι μέλλων τὸ ἐν τῷ δακτύλῳ πρόσπταισμα θεραπεύοι.
これは、十字架にかけられようとする者が、足の指のぶつかり傷を治療するようなものだ。
τί σοι δοκεῖ ὁ Δημόκριτος, εἰ ταῦτα εἶδε;
もしデモクリトスがこれを見たら、どう思っただろうか。
κατʼ ἀξίαν γελάσαι ἂν ἐπὶ τῷ ἀνδρί;
この男を十分に嘲笑っただろうか。
καίτοι πόθεν εἶχεν ἐκεῖνος τοσοῦτον γέλωτα;
しかし、彼にそれほどの笑いがあっただろうか。
σὺ δʼ οὖν, ὦ φιλότης, γέλα καὶ αὐτός, καὶ μάλιστα ὁπόταν τῶν ἄλλων ἀκούῃς θαυμαζόντων αὐτόν.
ともかく、友よ、君自身も笑うがいい。 とりわけ他の人々が彼を称賛しているのを聞くときには。